TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1044
Previous part

Chapter: 57 
Verse: 1    ῎Ιδετε ὡς δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ. ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται δίκαιος·
Verse: 2    
ἔσται ἐν εἰρήνῃ ταϕὴ αὐτοῦ, ἦρται ἐκ τοῦ μέσου.
Verse: 3    
ὑμεῖς δὲ προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης·
Verse: 4    
ἐν τίνι ἐνετρυϕήσατε; καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας, σπέρμα ἄνομον;
Verse: 5    
οἱ παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα ὑπὸ δένδρα δασέα, σϕάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς ϕάραγξιν ἀνὰ μέσον τῶν πετρῶν.
Verse: 6    
ἐκείνη σου μερίς, οὗτός σου κλῆρος, κἀκείνοις ἐξέχεας σπονδὰς κἀκείνοις ἀνήνεγκας ϑυσίας· ἐπὶ τούτοις οὖν οὐκ ὀργισϑήσομαι;
Verse: 7    
ἐπ' ὄρος ὑψηλὸν καὶ μετέωρον, ἐκεῖ σου κοίτη, κἀκεῖ ἀνεβίβασας ϑυσίας.
Verse: 8    
καὶ ὀπίσω τῶν σταϑμῶν τῆς ϑύρας σου ἔϑηκας μνημόσυνά σου· ᾤου ὅτι ἐὰν ἀπ' ἐμοῦ ἀποστῇς, πλεῖόν τι ἕξεις· ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ
Verse: 9    
καὶ ἐπλήϑυνας τὴν πορνείαν σου μετ' αὐτῶν καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ καὶ ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου καὶ ἀπέστρεψας καὶ ἐταπεινώϑης ἕως ᾅδου.
Verse: 10    
ταῖς πολυοδίαις σου ἐκοπίασας καὶ οὐκ εἶπας Παύσομαι ἐνισχύουσα ὅτι ἔπραξας ταῦτα, διὰ τοῦτο οὐ κατεδεήϑης μου
Verse: 11    
σύ. τίνα εὐλαβηϑεῖσα ἐϕοβήϑης καὶ ἐψεύσω με καὶ οὐκ ἐμνήσϑης μου οὐδὲ ἔλαβές με εἰς τὴν διάνοιαν οὐδὲ εἰς τὴν καρδίαν σου; κἀγώ σε ἰδὼν παρορῶ, καὶ ἐμὲ οὐκ ἐϕοβήϑης.
Verse: 12    
κἀγὼ ἀπαγγελῶ τὴν δικαιοσύνην μου καὶ τὰ κακά σου, οὐκ ὠϕελήσουσίν σε.
Verse: 13    
ὅταν ἀναβοήσῃς, ἐξελέσϑωσάν σε ἐν τῇ ϑλίψει σου· τούτους γὰρ πάντας ἄνεμος λήμψεται καὶ ἀποίσει καταιγίς. οἱ δὲ ἀντεχόμενοί μου κτήσονται γῆν καὶ κληρονομήσουσιν τὸ ὄρος τὸ ἅγιόν μου.
Verse: 14    
καὶ ἐροῦσιν Καϑαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδοὺς καὶ ἄρατε σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου.
Verse: 15    
Τάδε λέγει κύριος ὕψιστος ἐν ὑψηλοῖς κατοικῶν τὸν αἰῶνα, ἅγιος ἐν ἁγίοις ὄνομα αὐτῷ, κύριος ὕψιστος ἐν ἁγίοις ἀναπαυόμενος καὶ ὀλιγοψύχοις διδοὺς μακροϑυμίαν καὶ διδοὺς ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν
Verse: 16    
Οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω ὑμᾶς οὐδὲ διὰ παντὸς ὀργισϑήσομαι ὑμῖν· πνεῦμα γὰρ παρ' ἐμοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα.
Verse: 17    
δι' ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν καὶ ἐπάταξα αὐτὸν καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτοῦ, καὶ ἐλυπήϑη καὶ ἐπορεύϑη στυγνὸς ἐν ταῖς ὁδοῖς αὐτοῦ.
Verse: 18    
τὰς ὁδοὺς αὐτοῦ ἑώρακα καὶ ἰασάμην αὐτὸν καὶ παρεκάλεσα αὐτὸν καὶ ἔδωκα αὐτῷ παράκλησιν ἀληϑινήν,
Verse: 19    
εἰρήνην ἐπ' εἰρήνην τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς οὖσιν· καὶ εἶπεν κύριος ᾽Ιάσομαι αὐτούς.
Verse: 20    
οἱ δὲ ἄδικοι οὕτως κλυδωνισϑήσονται καὶ ἀναπαύσασϑαι οὐ δυνήσονται.
Verse: 21    
οὐκ ἔστιν χαίρειν τοῖς ἀσεβέσιν, εἶπεν κύριος ϑεός.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.