TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 956
Previous part

Book: Jon. 
ΙΩΝΑΣ


Chapter: 1 
Verse: 1    Καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιωναν τὸν τοῦ Αμαϑι λέγων
Verse: 2    
᾽Ανάστηϑι καὶ πορεύϑητι εἰς Νινευη τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη κραυγὴ τῆς κακίας αὐτῆς πρός με.
Verse: 3    
καὶ ἀνέστη Ιωνας τοῦ ϕυγεῖν εἰς Θαρσις ἐκ προσώπου κυρίου καὶ κατέβη εἰς Ιοππην καὶ εὗρεν πλοῖον βαδίζον εἰς Θαρσις καὶ ἔδωκεν τὸ ναῦλον αὐτοῦ καὶ ἐνέβη εἰς αὐτὸ τοῦ πλεῦσαι μετ' αὐτῶν εἰς Θαρσις ἐκ προσώπου κυρίου.
Verse: 4    
καὶ κύριος ἐξήγειρεν πνεῦμα εἰς τὴν ϑάλασσαν, καὶ ἐγένετο κλύδων μέγας ἐν τῇ ϑαλάσσῃ, καὶ τὸ πλοῖον ἐκινδύνευεν συντριβῆναι.
Verse: 5    
καὶ ἐϕοβήϑησαν οἱ ναυτικοὶ καὶ ἀνεβόων ἕκαστος πρὸς τὸν ϑεὸν αὐτῶν καὶ ἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν ϑάλασσαν τοῦ κουϕισϑῆναι ἀπ' αὐτῶν· Ιωνας δὲ κατέβη εἰς τὴν κοίλην τοῦ πλοίου καὶ ἐκάϑευδεν καὶ ἔρρεγχεν.
Verse: 6    
καὶ προσῆλϑεν πρὸς αὐτὸν πρωρεὺς καὶ εἶπεν αὐτῷ Τί σὺ ῥέγχεις; ἀνάστα καὶ ἐπικαλοῦ τὸν ϑεόν σου, ὅπως διασώσῃ ϑεὸς ἡμᾶς καὶ μὴ ἀπολώμεϑα.
Verse: 7    
καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Δεῦτε βάλωμεν κλήρους καὶ ἐπιγνῶμεν τίνος ἕνεκεν κακία αὕτη ἐστὶν ἐν ἡμῖν. καὶ ἔβαλον κλήρους, καὶ ἔπεσεν κλῆρος ἐπὶ Ιωναν.
Verse: 8    
καὶ εἶπον πρὸς αὐτόν ᾽Απάγγειλον ἡμῖν τίνος ἕνεκεν κακία αὕτη ἐστὶν ἐν ἡμῖν. τίς σου ἐργασία ἐστίν; καὶ πόϑεν ἔρχῃ, καὶ ἐκ ποίας χώρας καὶ ἐκ ποίου λαοῦ εἶ σύ;
Verse: 9    
καὶ εἶπεν πρὸς αὐτούς Δοῦλος κυρίου ἐγώ εἰμι καὶ τὸν κύριον ϑεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι, ὃς ἐποίησεν τὴν ϑάλασσαν καὶ τὴν ξηράν.
Verse: 10    
καὶ ἐϕοβήϑησαν οἱ ἄνδρες ϕόβον μέγαν καὶ εἶπαν πρὸς αὐτόν Τί τοῦτο ἐποίησας; διότι ἔγνωσαν οἱ ἄνδρες ὅτι ἐκ προσώπου κυρίου ἦν ϕεύγων, ὅτι ἀπήγγειλεν αὐτοῖς.
Verse: 11    
καὶ εἶπαν πρὸς αὐτόν Τί σοι ποιήσωμεν καὶ κοπάσει ϑάλασσα ἀϕ' ἡμῶν; ὅτι ϑάλασσα ἐπορεύετο καὶ ἐξήγειρεν μᾶλλον κλύδωνα.
Verse: 12    
καὶ εἶπεν Ιωνας πρὸς αὐτούς ῎Αρατέ με καὶ ἐμβάλετέ με εἰς τὴν ϑάλασσαν, καὶ κοπάσει ϑάλασσα ἀϕ' ὑμῶν· διότι ἔγνωκα ἐγὼ ὅτι δι' ἐμὲ κλύδων μέγας οὗτος ἐϕ' ὑμᾶς ἐστιν.
Verse: 13    
καὶ παρεβιάζοντο οἱ ἄνδρες τοῦ ἐπιστρέψαι πρὸς τὴν γῆν καὶ οὐκ ἠδύναντο, ὅτι ϑάλασσα ἐπορεύετο καὶ ἐξηγείρετο μᾶλλον ἐπ' αὐτούς.
Verse: 14    
καὶ ἀνεβόησαν πρὸς κύριον καὶ εἶπαν Μηδαμῶς, κύριε, μὴ ἀπολώμεϑα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνϑρώπου τούτου, καὶ μὴ δῷς ἐϕ' ἡμᾶς αἷμα δίκαιον, ὅτι σύ, κύριε, ὃν τρόπον ἐβούλου πεποίηκας.
Verse: 15    
καὶ ἔλαβον τὸν Ιωναν καὶ ἐξέβαλον αὐτὸν εἰς τὴν ϑάλασσαν, καὶ ἔστη ϑάλασσα ἐκ τοῦ σάλου αὐτῆς.
Verse: 16    
καὶ ἐϕοβήϑησαν οἱ ἄνδρες ϕόβῳ μεγάλῳ τὸν κύριον καὶ ἔϑυσαν ϑυσίαν τῷ κυρίῳ καὶ εὔξαντο εὐχάς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.