TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 631
Previous part

Chapter: 62 
Verse: 1  Ψαλμὸς τῷ Δαυιδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ
ἐρήμῳ τῆς Ιουδαίας.
Verse: 2 
῾Ο ϑεὸς ϑεός μου, πρὸς σὲ ὀρϑρίζω·
ἐδίψησέν σοι ψυχή μου.
ποσαπλῶς σοι σάρξ μου
ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ;
Verse: 3 
οὕτως ἐν τῷ ἁγίῳ ὤϕϑην σοι
τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου.
Verse: 4 
ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς·
τὰ χείλη μου ἐπαινέσουσίν σε.
Verse: 5 
οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου,
ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου.
Verse: 6 
ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησϑείη ψυχή μου,
καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.
Verse: 7 
εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου,
ἐν τοῖς ὄρϑροις ἐμελέτων εἰς σέ·
Verse: 8 
ὅτι ἐγενήϑης βοηϑός μου,
καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.
Verse: 9 
ἐκολλήϑη ψυχή μου ὀπίσω σου,
ἐμοῦ ἀντελάβετο δεξιά σου.
Verse: 10 
αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου,
εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς·
Verse: 11 
παραδοϑήσονται εἰς χεῖρας ῥομϕαίας,
μερίδες ἀλωπέκων ἔσονται.
Verse: 12 
δὲ βασιλεὺς εὐϕρανϑήσεται ἐπὶ τῷ ϑεῷ,
ἐπαινεσϑήσεται πᾶς ὀμνύων ἐν αὐτῷ,
ὅτι ἐνεϕράγη στόμα λαλούντων ἄδικα. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.