TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 633
Previous part

Chapter: 64 
Verse: 1  Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ, ᾠδή· Ιερεμιου
καὶ Ιεζεκιηλ ἐκ τοῦ λόγου τῆς παροικίας,
ὅτε ἔμελλον ἐκπορεύεσϑαι.
Verse: 2 
Σοὶ πρέπει ὕμνος, ϑεός, ἐν Σιων,
καὶ σοὶ ἀποδοϑήσεται εὐχὴ ἐν Ιερουσαλημ.
Verse: 3 
εἰσάκουσον προσευχῆς μου·
πρὸς σὲ πᾶσα σὰρξ ἥξει.
Verse: 4 
λόγοι ἀνομιῶν ὑπερεδυνάμωσαν ἡμᾶς,
καὶ τὰς ἀσεβείας ἡμῶν σὺ ἱλάσῃ.
Verse: 5 
μακάριος ὃν ἐξελέξω καὶ προσελάβου·
κατασκηνώσει ἐν ταῖς αὐλαῖς σου.
πλησϑησόμεϑα ἐν τοῖς ἀγαϑοῖς τοῦ οἴκου σου·
ἅγιος ναός σου, ϑαυμαστὸς ἐν δικαιοσύνῃ.
Verse: 6 
ἐπάκουσον ἡμῶν, ϑεὸς σωτὴρ ἡμῶν,
ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς
καὶ ἐν ϑαλάσσῃ μακράν,
Verse: 7 
ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύι αὐτοῦ,
περιεζωσμένος ἐν δυναστείᾳ,
Verse: 8 
συνταράσσων τὸ κύτος τῆς ϑαλάσσης,
ἤχους κυμάτων αὐτῆς.
ταραχϑήσονται τὰ ἔϑνη,
Verse: 9 
καὶ ϕοβηϑήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων // σου·
ἐξόδους πρωίας καὶ ἑσπέρας τέρψεις.
Verse: 10 
ἐπεσκέψω τὴν γῆν καὶ ἐμέϑυσας αὐτήν,
ἐπλήϑυνας τοῦ πλουτίσαι αὐτήν·
ποταμὸς τοῦ ϑεοῦ ἐπληρώϑη ὑδάτων·
ἡτοίμασας τὴν τροϕὴν αὐτῶν, ὅτι οὕτως ἑτοιμασία σου.
Verse: 11 
τοὺς αὔλακας αὐτῆς μέϑυσον,
πλήϑυνον τὰ γενήματα αὐτῆς,
ἐν ταῖς σταγόσιν αὐτῆς εὐϕρανϑήσεται ἀνατέλλουσα.
Verse: 12 
εὐλογήσεις τὸν στέϕανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου,
καὶ τὰ πεδία σου πλησϑήσονται πιότητος·
Verse: 13 
πιανϑήσονται τὰ ὡραῖα τῆς ἐρήμου,
καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται.
Verse: 14 
ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων,
καὶ αἱ κοιλάδες πληϑυνοῦσι σῖτον·
κεκράξονται, καὶ γὰρ ὑμνήσουσιν. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.