TITUS
Homer, Odyssee
Part No. 18
Chapter: 18
ΟΔΥΣΣΕΙΑΣ
Σ
Verse: 1
῎Ηλθε
δ
'
ἐπὶ
πτωχὸς
πανδήμιος
,
ὃς
κατὰ
ἄστυ
Verse: 2
πτωχεύεσκ
'
᾽Ιθάκης
,
μετὰ
δ
'
ἔπρεπε
γαστέρι
μάργῃ
Verse: 3
ἀζηχὲς
ϕαγέμεν
καὶ
πιέμεν
·
οὐ
δέ
οἱ
ἦν
ἲς
Verse: 4
οὐδὲ
βίη
,
εἶδος
δὲ
μάλα
μέγας
ἦν
ὁράασθαι
.
Verse: 5
᾽Αρναῖος
δ
'
ὄνομ
'
ἔσκε
·
τὸ
γὰρ
θέτο
πότνια
μήτηρ
Verse: 6
ἐκ
γενετῆς
:
῎Ιρον
δὲ
νέοι
κίκλησκον
ἅπαντες
,
Verse: 7
οὕνεκ
'
ἀπαγγέλλεσκε
κιών
,
ὅτε
που
τις
ἀνώγοι
.
Verse: 8
ὅς
ῥ
'
ἐλθὼν
᾽Οδυσῆα
διώκετο
οἷο
δόμοιο
,
Verse: 9
καί
μιν
νεικείων
ἔπεα
πτερόεντα
προσηύδα
·
Verse: 10
"εἶκε
,
γέρον
,
προθύρου
,
μὴ
δὴ
τάχα
καὶ
ποδὸς
ἕλκῃ
.
Verse: 11
οὐκ
ἀίεις
ὅτι
δή
μοι
ἐπιλλίζουσιν
ἅπαντες
,
Verse: 12
ἑλκέμεναι
δὲ
κέλονται
;
ἐγὼ
δ
'
αἰσχύνομαι
ἔμπης
.
Verse: 13
ἀλλ
'
ἄνα
,
μὴ
τάχα
νῶιν
ἔρις
καὶ
χερσὶ
γένηται
."
Verse: 14
τὸν
δ
'
ἄρ
'
ὑπόδρα
ἰδὼν
προσέϕη
πολύμητις
᾽Οδυσσεύς
:
Verse: 15
"δαιμόνι
',
οὔτέ
τί
σε
ῥέζω
κακὸν
οὔτ
'
ἀγορεύω
,
Verse: 16
οὔτέ
τινὰ
ϕθονέω
δόμεναι
καὶ
πόλλ
'
ἀνελόντα
.
Verse: 17
οὐδὸς
δ
'
ἀμϕοτέρους
ὅδε
χείσεται
,
οὐδέ
τί
σε
χρὴ
Verse: 18
ἀλλοτρίων
ϕθονέειν
·
δοκέεις
δέ
μοι
εἶναι
ἀλήτης
Verse: 19
ὥς
περ
ἐγών
·
ὄλβον
δὲ
θεοὶ
μέλλουσιν
ὀπάζειν
.
Verse: 20
χερσὶ
δὲ
μή
τι
λίην
προκαλίζεο
,
μή
με
χολώσῃς
,
Verse: 21
μή
σε
γέρων
περ
ἐὼν
στῆθος
καὶ
χείλεα
ϕύρσω
Verse: 22
αἵματος
.
ἡσυχίη
δ
'
ἂν
ἐμοὶ
καὶ
μᾶλλον
ἔτ
'
εἴη
Verse: 23
αὔριον
·
οὐ
μὲν
γάρ
τί
σ
'
ὑποστρέψεσθαι
ὀίω
Verse: 24
δεύτερον
ἐς
μέγαρον
Λαερτιάδεω
᾽Οδυσῆος
."
Verse: 25
τὸν
δὲ
χολωσάμενος
προσεϕώνεεν
῎Ιρος
ἀλήτης
:
Verse: 26
"ὢ
πόποι
,
ὡς
ὁ
μολοβρὸς
ἐπιτροχάδην
ἀγορεύει
,
Verse: 27
γρηί
καμινοῖ
ἶσος
:
ὃν
ἂν
κακὰ
μητισαίμην
Verse: 28
κόπτων
ἀμϕοτέρῃσι
,
χαμαὶ
δέ
κε
πάντας
ὀδόντας
Verse: 29
γναθμῶν
ἐξελάσαιμι
συὸς
ὣς
ληιβοτείρης
.
Verse: 30
ζῶσαι
νῦν
,
ἵνα
πάντες
ἐπιγνώωσι
καὶ
οἶδε
Verse: 31
μαρναμένους
:
πῶς
δ
'
ἂν
σὺ
νεωτέρῳ
ἀνδρὶ
μάχοιο
;"
Verse: 32
ὣς
οἱ
μὲν
προπάροιθε
θυράων
ὑψηλάων
Verse: 33
οὐδοῦ
ἔπι
ξεστοῦ
πανθυμαδὸν
ὀκριόωντο
.
Verse: 34
τοῖιν
δὲ
ξυνέηχ
'
ἱερὸν
μένος
᾽Αντινόοιο
,
Verse: 35
ἡδὺ
δ
'
ἄρ
'
ἐκγελάσας
μετεϕώνει
μνηστήρεσσιν
·
Verse: 36
"ὦ
ϕίλοι
,
οὐ
μέν
πώ
τι
πάρος
τοιοῦτον
ἐτύχθη
,
Verse: 37
οἵην
τερπωλὴν
θεὸς
ἤγαγεν
ἐς
τόδε
δῶμα
.
Verse: 38
ὁ
ξεῖνός
τε
καὶ
῎Ιρος
ἐρίζετον
ἀλλήλοιιν
Verse: 39
χερσὶ
μαχέσασθαι
.
ἀλλὰ
ξυνελάσσομεν
ὦκα
."
Verse: 40
ὣς
ἔϕαθ
',
οἱ
δ
'
ἄρα
πάντες
ἀνήιξαν
γελόωντες
,
Verse: 41
ἀμϕὶ
δ
'
ἄρα
πτωχοὺς
κακοείμονας
ἠγερέθοντο
.
Verse: 42
τοῖσιν
δ
'
᾽Αντίνοος
μετέϕη
,
Εὐπείθεος
υἱός
:
Verse: 43
"κέκλυτέ
μευ
,
μνηστῆρες
ἀγήνορες
,
ὄϕρά
τι
εἴπω
.
Verse: 44
γαστέρες
αἶδ
'
αἰγῶν
κέατ
'
ἐν
πυρί
,
τὰς
ἐπὶ
δόρπῳ
Verse: 45
κατθέμεθα
κνίσης
τε
καὶ
αἵματος
ἐμπλήσαντες
.
Verse: 46
ὁππότερος
δέ
κε
νικήσῃ
κρείσσων
τε
γένηται
,
Verse: 47
τάων
ἥν
κ
'
ἐθέλῃσιν
ἀναστὰς
αὐτὸς
ἑλέσθω
·
Verse: 48
αἰεὶ
δ
'
αὖθ
'
ἥμιν
μεταδαίσεται
,
οὐδέ
τιν
'
ἄλλον
Verse: 49
πτωχὸν
ἔσω
μίσγεσθαι
ἐάσομεν
αἰτήσοντα
."
Verse: 50
ὣς
ἔϕατ
'
᾽Αντίνοος
,
τοῖσιν
δ
'
ἐπιήνδανε
μῦθος
.
Verse: 51
τοῖς
δὲ
δολοϕρονέων
μετέϕη
πολύμητις
᾽Οδυσσεύς
:
Verse: 52
"ὦ
ϕίλοι
,
οὔ
πως
ἐστι
νεωτέρῳ
ἀνδρὶ
μάχεσθαι
Verse: 53
ἄνδρα
γέροντα
,
δύῃ
ἀρημένον
·
ἀλλά
με
γαστὴρ
Verse: 54
ὀτρύνει
κακοεργός
,
ἵνα
πληγῇσι
δαμείω
.
Verse: 55
ἀλλ
'
ἄγε
νῦν
μοι
πάντες
ὀμόσσατε
καρτερὸν
ὅρκον
,
Verse: 56
μή
τις
ἐπ
'
῎Ιρῳ
ἦρα
ϕέρων
ἐμὲ
χειρὶ
βαρείῃ
Verse: 57
πλήξῃ
ἀτασθάλλων
,
τούτῳ
δέ
με
ἶϕι
δαμάσσῃ
."
Verse: 58
ὣς
ἔϕαθ
',
οἱ
δ
'
ἄρα
πάντες
ἐπώμνυον
ὡς
ἐκέλευεν
.
Verse: 59
αὐτὰρ
ἐπεί
ῥ
'
ὄμοσάν
τε
τελεύτησάν
τε
τὸν
ὅρκον
,
Verse: 60
τοῖς
δ
'
αὖτις
μετέειϕ
'
ἱερὴ
ἲς
Τηλεμάχοιο
·
Verse: 61
"ξεῖν
',
εἴ
σ
'
ὀτρύνει
κραδίη
καὶ
θυμὸς
ἀγήνωρ
Verse: 62
τοῦτον
ἀλέξασθαι
,
τῶν
δ
'
ἄλλων
μή
τιν
'
᾽Αχαιῶν
Verse: 63
δείδιθ
',
ἐπεὶ
πλεόνεσσι
μαχήσεται
ὅς
κέ
σε
θείνῃ
.
Verse: 64
ξεινοδόκος
μὲν
ἐγών
,
ἐπὶ
δ
'
αἰνεῖτον
βασιλῆε
,
Verse: 65
᾽Αντίνοός
τε
καὶ
Εὐρύμαχος
,
πεπνυμένω
ἄμϕω
."
Verse: 66
ὣς
ἔϕαθ
',
οἱ
δ
'
ἄρα
πάντες
ἐπῄνεον
.
αὐτὰρ
᾽Οδυσσεὺς
Verse: 67
ζώσατο
μὲν
ῥάκεσιν
περὶ
μήδεα
,
ϕαῖνε
δὲ
μηροὺς
Verse: 68
καλούς
τε
μεγάλους
τε
,
ϕάνεν
δέ
οἱ
εὐρέες
ὦμοι
Verse: 69
στήθεά
τε
στιβαροί
τε
βραχίονες
:
αὐτὰρ
᾽Αθήνη
Verse: 70
ἄγχι
παρισταμένη
μέλε
'
ἤλδανε
ποιμένι
λαῶν
.
Verse: 71
μνηστῆρες
δ
'
ἄρα
πάντες
ὑπερϕιάλως
ἀγάσαντο
·
Verse: 72
ὧδε
δέ
τις
εἴπεσκεν
ἰδὼν
ἐς
πλησίον
ἄλλον
·
Verse: 73
"ἦ
τάχα
῎Ιρος
῎Αιρος
ἐπίσπαστον
κακὸν
ἕξει
,
Verse: 74
οἵην
ἐκ
ῥακέων
ὁ
γέρων
ἐπιγουνίδα
ϕαίνει
."
Verse: 75
ὣς
ἄρ
'
ἔϕαν
,
῎Ιρῳ
δὲ
κακῶς
ὠρίνετο
θυμός
.
Verse: 76
ἀλλὰ
καὶ
ὧς
δρηστῆρες
ἄγον
ζώσαντες
ἀνάγκῃ
Verse: 77
δειδιότα
·
σάρκες
δὲ
περιτρομέοντο
μέλεσσιν
.
Verse: 78
᾽Αντίνοος
δ
'
ἐνένιπεν
ἔπος
τ
'
ἔϕατ
'
ἔκ
τ
'
ὀνόμαζε
·
Verse: 79
"νῦν
μὲν
μήτ
'
εἴης
,
βουγάιε
,
μήτε
γένοιο
,
Verse: 80
εἰ
δὴ
τοῦτόν
γε
τρομέεις
καὶ
δείδιας
αἰνῶς
,
Verse: 81
ἄνδρα
γέροντα
,
δύῃ
ἀρημένον
,
ἥ
μιν
ἱκάνει
.
Verse: 82
ἀλλ
'
ἔκ
τοι
ἐρέω
,
τὸ
δὲ
καὶ
τετελεσμένον
ἔσται
·
Verse: 83
αἴ
κέν
σ
'
οὗτος
νικήσῃ
κρείσσων
τε
γένηται
,
Verse: 84
πέμψω
σ
'
ἤπειρόν
δέ
,
βαλὼν
ἐν
νηὶ
μελαίνῃ
,
Verse: 85
εἰς
῎Εχετον
βασιλῆα
,
βροτῶν
δηλήμονα
πάντων
,
Verse: 86
ὅς
κ
'
ἀπὸ
ῥῖνα
τάμῃσι
καὶ
οὔατα
νηλέι
χαλκῷ
,
Verse: 87
μήδεά
τ
'
ἐξερύσας
δώῃ
κυσὶν
ὠμὰ
δάσασθαι
."
Verse: 88
ὣς
ϕάτο
,
τῷ
δ
'
ἔτι
μᾶλλον
ὑπὸ
τρόμος
ἔλλαβε
γυῖα
.
Verse: 89
ἐς
μέσσον
δ
'
ἄναγον
·
τὼ
δ
'
ἄμϕω
χεῖρας
ἀνέσχον
.
Verse: 90
δὴ
τότε
μερμήριξε
πολύτλας
δῖος
᾽Οδυσσεύς
,
Verse: 91
ἢ
ἐλάσει
'
ὥς
μιν
ψυχὴ
λίποι
αὖθι
πεσόντα
,
Verse: 92
ἦέ
μιν
ἦκ
'
ἐλάσειε
τανύσσειέν
τ
'
ἐπὶ
γαίῃ
.
Verse: 93
ὧδε
δέ
οἱ
ϕρονέοντι
δοάσσατο
κέρδιον
εἶναι
,
Verse: 94
ἦκ
'
ἐλάσαι
,
ἵνα
μή
μιν
ἐπιϕρασσαίατ
'
᾽Αχαιοί
.
Verse: 95
δὴ
τότ
'
ἀνασχομένω
ὁ
μὲν
ἤλασε
δεξιὸν
ὦμον
Verse: 96
῎Ιρος
,
ὁ
δ
'
αὐχέν
'
ἔλασσεν
ὑπ
'
οὔατος
,
ὀστέα
δ
'
εἴσω
Verse: 97
ἔθλασεν
·
αὐτίκα
δ
'
ἦλθεν
ἀνὰ
στόμα
ϕοίνιον
αἷμα
,
Verse: 98
κὰδ
δ
'
ἔπεσ
'
ἐν
κονίῃσι
μακών
,
σὺν
δ
'
ἤλασ
'
ὀδόντας
Verse: 99
λακτίζων
ποσὶ
γαῖαν
.
ἀτὰρ
μνηστῆρες
ἀγαυοὶ
Verse: 100
χεῖρας
ἀνασχόμενοι
γέλῳ
ἔκθανον
.
αὐτὰρ
᾽Οδυσσεὺς
Verse: 101
ἕλκε
δι
'
ἐκ
προθύροιο
λαβὼν
ποδός
,
ὄϕρ
'
ἵκετ
'
αὐλὴν
Verse: 102
αἰθούσης
τε
θύρας
:
καί
μιν
ποτὶ
ἑρκίον
αὐλῆς
Verse: 103
εἷσεν
ἀνακλίνας
,
σκῆπτρον
δέ
οἱ
ἔμβαλε
χειρί
Verse: 104
καί
μιν
ϕωνήσας
ἔπεα
πτερόεντα
προσηύδα
·
Verse: 105
"ἐνταυθοῖ
νῦν
ἧσο
σύας
τε
κύνας
τ
'
ἀπερύκων
,
Verse: 106
μηδὲ
σύγε
ξείνων
καὶ
πτωχῶν
κοίρανος
εἶναι
Verse: 107
λυγρὸς
ἐών
,
μή
που
τι
κακὸν
καὶ
μεῖζον
ἐπαύρῃ
."
Verse: 108
ἦ
ῥα
καὶ
ἀμϕ
'
ὤμοισιν
ἀεικέα
βάλλετο
πήρην
,
Verse: 109
πυκνὰ
ῥωγαλέην
·
ἐν
δὲ
στρόϕος
ἦεν
ἀορτήρ
.
Verse: 110
ἂψ
δ
'
ὅ
γ
'
ἐπ
'
οὐδὸν
ἰὼν
κατ
'
ἄρ
'
ἕζετο
.
τοὶ
δ
'
ἴσαν
εἴσω
Verse: 111
ἡδὺ
γελώοντες
καὶ
δεικανόωντ
'
ἐπέεσσιν
·
Verse: 111kՙ
ὧδε
δέ
τις
εἴπεσκε
νέων
ὑπερηνορεόντων
·
Verse: 112
"Ζεύς
τοι
δοίη
,
ξεῖνε
,
καὶ
ἀθάνατοι
θεοὶ
ἄλλοι
Verse: 113
ὅττι
μάλιστ
'
ἐθέλεις
καί
τοι
ϕίλον
ἔπλετο
θυμῷ
,
Verse: 114
ὃς
τοῦτον
τὸν
ἄναλτον
ἀλητεύειν
ἀπέπαυσας
Verse: 115
ἐν
δήμῳ
·
τάχα
γάρ
μιν
ἀνάξομεν
ἤπειρόν
δὲ
Verse: 116
εἰς
῎Εχετον
βασιλῆα
,
βροτῶν
δηλήμονα
πάντων
."
Verse: 117
ὣς
ἄρ
'
ἔϕαν
,
χαῖρεν
δὲ
κλεηδόνι
δῖος
᾽Οδυσσεύς
.
Verse: 118
᾽Αντίνοος
δ
'
ἄρα
οἱ
μεγάλην
παρὰ
γαστέρα
θῆκεν
,
Verse: 119
ἐμπλείην
κνίσης
τε
καὶ
αἵματος
:
᾽Αμϕίνομος
δὲ
Verse: 120
ἄρτους
ἐκ
κανέοιο
δύω
παρέθηκεν
ἀείρας
Verse: 121
καὶ
δέπαιὴ
χρυσέῳ
δειδίσκετο
ϕώνησέν
τε
·
Verse: 122
"χαῖρε
,
πάτερ
ὦ
ξεῖνε
·
γένοιτό
τοι
ἔς
περ
ὀπίσσω
Verse: 123
ὄλβος
:
ἀτὰρ
μὲν
νῦν
γε
κακοῖσ
'
ἔχεαι
πολέεσσι
."
Verse: 124
τὸν
δ
'
ἀπαμειβόμενος
προσέϕη
πολύμητις
᾽Οδυσσεύς
:
Verse: 125
"᾽Αμϕίνομ
',
ἦ
μάλα
μοι
δοκέεις
πεπνυμένος
εἶναι
·
Verse: 126
τοίου
γὰρ
καὶ
πατρός
,
ἐπεὶ
κλέος
ἐσθλὸν
ἄκουον
,
Verse: 127
Νῖσον
Δουλιχιῆα
ἐύν
τ
'
ἔμεν
ἀϕνειόν
τε
·
Verse: 128
τοῦ
σ
'
ἔκ
ϕασι
γενέσθαι
,
ἐπητῇ
δ
'
ἀνδρὶ
ἔοικας
.
Verse: 129
τοὔνεκά
τοι
ἐρέω
,
σὺ
δὲ
σύνθεο
καί
μευ
ἄκουσον
·
Verse: 130
οὐδὲν
ἀκιδνότερον
γαῖα
τρέϕει
ἀνθρώποιο
Verse: 131
πάντων
,
ὅσσά
τε
γαῖαν
ἔπι
πνείει
τε
καὶ
ἕρπει
.
Verse: 132
οὐ
μὲν
γάρ
ποτέ
ϕησι
κακὸν
πείσεσθαι
ὀπίσσω
,
Verse: 133
ὄϕρ
'
ἀρετὴν
παρέχωσι
θεοὶ
καὶ
γούνατ
'
ὀρώρῃ
·
Verse: 134
ἀλλ
'
ὅτε
δὴ
καὶ
λυγρὰ
θεοὶ
μάκαρες
τελέσωσι
,
Verse: 135
καὶ
τὰ
ϕέρει
ἀεκαζόμενος
τετληότι
θυμῷ
.
Verse: 136
τοῖος
γὰρ
νόος
ἐστὶν
ἐπιχθονίων
ἀνθρώπων
,
Verse: 137
οἷον
ἐπ
'
ἦμαρ
ἄγῃσι
πατὴρ
ἀνδρῶν
τε
θεῶν
τε
.
Verse: 138
καὶ
γὰρ
ἐγώ
ποτ
'
ἔμελλον
ἐν
ἀνδράσιν
ὄλβιος
εἶναι
·
Verse: 139
πολλὰ
δ
'
ἀτάσθαλ
'
ἔρεξα
βίῃ
καὶ
κάρτειὴ
εἴκων
,
Verse: 140
πατρί
τ
'
ἐμῷ
πίσυνος
καὶ
ἐμοῖσι
κασιγνήτοισι
.
Verse: 141
Τὼ
μή
τίς
ποτε
πάμπαν
ἀνὴρ
ἀθεμίστιος
εἴη
,
Verse: 142
ἀλλ
'
ὅ
γε
σιγῇ
δῶρα
θεῶν
ἔχοι
,
ὅττι
διδοῖεν
.
Verse: 143
οἷ
'
ὁρόω
μνηστῆρας
ἀτάσθαλα
μηχανόωντας
,
Verse: 144
κτήματα
κείροντας
καὶ
ἀτιμάζοντας
ἄκοιτιν
Verse: 145
ἀνδρός
,
ὃν
οὐκέτι
ϕημὶ
ϕίλων
καὶ
πατρίδος
αἴης
Verse: 146
δηρὸν
ἀπέσσεσθαι
·
μάλα
δὲ
σχεδόν
.
ἀλλά
σε
δαίμων
Verse: 147
οἴκαδ
'
ὑπεξαγάγοι
,
μηδ
'
ἀντιάσειας
ἐκείνῳ
,
Verse: 148
ὁππότε
νοστήσειε
ϕίλην
ἐς
πατρίδα
γαῖαν
·
Verse: 149
οὐ
γὰρ
ἀναιμωτί
γε
διακρινέεσθαι
ὀίω
Verse: 150
μνηστῆρας
καὶ
κεῖνον
,
ἐπεί
κε
μέλαθρον
ὑπέλθῃ
."
Verse: 151
ὣς
ϕάτο
,
καὶ
σπείσας
ἔπιεν
μελιηδέα
οἶνον
,
Verse: 152
ἂψ
δ
'
ἐν
χερσὶν
ἔθηκε
δέπας
κοσμήτορι
λαῶν
.
Verse: 153
αὐτὰρ
ὁ
βῆ
διὰ
δῶμα
ϕίλον
τετιημένος
ἦτορ
,
Verse: 154
νευστάζων
κεϕαλῇ
·
δὴ
γὰρ
κακὸν
ὄσσετο
θυμῷ
.
Verse: 155
ἀλλ
'
οὐδ
'
ὧς
ϕύγε
κῆρα
·
πέδησε
δὲ
καὶ
τὸν
᾽Αθήνη
Verse: 156
Τηλεμάχου
ὑπὸ
χερσὶ
καὶ
ἔγχειὴ
ἶϕι
δαμῆναι
.
Verse: 157
ἂψ
δ
'
αὖτις
κατ
'
ἄρ
'
ἕζετ
'
ἐπὶ
θρόνου
ἔνθεν
ἀνέστη
.
Verse: 158
τῇ
δ
'
ἄρ
'
ἐπὶ
ϕρεσὶ
θῆκε
θεὰ
γλαυκῶπις
᾽Αθήνη
,
Verse: 159
κούρῃ
᾽Ικαρίοιο
,
περίϕρονι
Πηνελοπείῃ
,
Verse: 160
μνηστήρεσσι
ϕανῆναι
,
ὅπως
πετάσειε
μάλιστα
Verse: 161
θυμὸν
μνηστήρων
ἰδὲ
τιμήεσσα
γένοιτο
Verse: 162
μᾶλλον
πρὸς
πόσιός
τε
καὶ
υἱέος
ἢ
πάρος
ἦεν
.
Verse: 163
ἀχρεῖον
δ
'
ἐγέλασσεν
ἔπος
τ
'
ἔϕατ
'
ἔκ
τ
'
ὀνόμαζεν
·
Verse: 164
"Εὐρυνόμη
,
θυμός
μοι
ἐέλδεται
,
οὔ
τι
πάρος
γε
,
Verse: 165
μνηστήρεσσι
ϕανῆναι
ἀπεχθομένοισί
περ
ἔμπης
:
Verse: 166
παιδὶ
δέ
κεν
εἴποιμι
ἔπος
,
τό
κε
κέρδιον
εἴη
,
Verse: 167
μὴ
πάντα
μνηστῆρσιν
ὑπερϕιάλοισιν
ὁμιλεῖν
,
Verse: 168
οἵ
τ
'
εὖ
μὲν
βάζουσι
,
κακῶς
δ
'
ὄπιθε
ϕρονέουσι
."
Verse: 169
τὴν
δ
'
αὖτ
'
Εὐρυνόμη
ταμίη
πρὸς
μῦθον
ἔειπε
·
Verse: 170
"ναὶ
δὴ
ταῦτά
γε
πάντα
,
τέκος
,
κατὰ
μοῖραν
ἔειπες
.
Verse: 171
ἀλλ
'
ἴθι
καὶ
σῷ
παιδὶ
ἔπος
ϕάο
μηδ
'
ἐπίκευθε
Verse: 172
χρῶτ
'
ἀπονιψαμένη
καὶ
ἐπιχρίσασα
παρειάς
:
Verse: 173
μηδ
'
οὕτω
δακρύοισι
πεϕυρμένη
ἀμϕὶ
πρόσωπα
Verse: 174
ἔρχευ
,
ἐπεὶ
κάκιον
πενθήμεναι
ἄκριτον
αἰεί
.
Verse: 175
ἤδη
μὲν
γάρ
τοι
παῖς
τηλίκος
,
ὃν
σὺ
μάλιστα
Verse: 176
ἠρῶ
ἀθανάτοισι
γενειήσαντα
ἰδέσθαι
."
Verse: 177
τὴν
δ
'
αὖτε
προσέειπε
περίϕρων
Πηνελόπεια
·
Verse: 178
"Εὐρυνόμη
,
μὴ
ταῦτα
παραύδα
κηδομένη
περ
,
Verse: 179
χρῶτ
'
ἀπονίπτεσθαι
καὶ
ἐπιχρίεσθαι
ἀλοιϕῇ
·
Verse: 180
ἀγλαί:ην
γὰρ
ἐμοιγε
θεοί
,
τοὶ
῎Ολυμπον
ἔχουσιν
,
Verse: 181
ὤλεσαν
,
ἐξ
οὗ
κεῖνος
ἔβη
κοίλῃς
ἐνὶ
νηυσίν
.
Verse: 182
ἀλλά
μοι
Αὐτονόην
τε
καὶ
῾Ιπποδάμειαν
ἄνωχθι
Verse: 183
ἐλθέμεν
,
ὄϕρα
κέ
μοι
παρστήετον
ἐν
μεγάροισιν
.
Verse: 184
οἴη
δ
'
οὐκ
εἴσειμι
μετ
'
ἀνέρας
:
αἰδέομαι
γάρ
."
Verse: 185
ὣς
ἄρ
'
ἔϕη
,
γρηὺ:ς
δὲ
δι
'
ἐκ
μεγάροιο
βεβήκει
Verse: 186
ἀγγελέουσα
γυναιξὶ
καὶ
ὀτρυνέουσα
νέεσθαι
.
Verse: 187
ἔνθ
'
αὖτ
'
ἄλλ
'
ἐνόησε
θεὰ
γλαυκῶπις
᾽Αθήνη
.
Verse: 188
κούρῃ
᾽Ικαρίοιο
κατὰ
γλυκὺν
ὕπνον
ἔχευεν
·
Verse: 189
εὗδε
δ
'
ἀνακλινθεῖσα
,
λύθεν
δέ
οἱ
ἅψεα
πάντα
,
Verse: 190
αὐτοῦ
ἐνὶ
κλιντῆρι
·
τέως
δ
'
ἄρα
δῖα
θεάων
Verse: 191
ἄμβροτα
δῶρα
δίδου
,
ἵνα
μιν
θησαίατ
'
᾽Αχαιοί
.
Verse: 192
κάλλειὴ
μέν
οἱ
πρῶτα
προσώπατα
καλὰ
κάθηρεν
Verse: 193
ἀμβροσίῳ
,
οἵῳ
περ
ἐυστέϕανος
Κυθέρεια
Verse: 194
χρίεται
,
εὖτ
'
ἂν
ἴῃ
Χαρίτων
χορὸν
ἱμερόεντα
·
Verse: 195
καί
μιν
μακροτέρην
καὶ
πάσσονα
θῆκεν
ἰδέσθαι
,
Verse: 196
λευκοτέρην
δ
'
ἄρα
μιν
θῆκε
πριστοῦ
ἐλέϕαντος
.
Verse: 197
ἡ
μὲν
ἄρ
'
ὣς
ἕρξασ
'
ἀπεβήσετο
δῖα
θεάων
·
Verse: 198
ἦλθον
δ
'
ἀμϕίπολοι
λευκώλενοι
ἐκ
μεγάροιο
Verse: 199
ϕθόγγῳ
ἐπερχόμεναι
.
τὴν
δὲ
γλυκὺς
ὕπνος
ἀνῆκε
,
Verse: 200
καί
ῥ
'
ἀπομόρξατο
χερσὶ
παρειὰς
ϕώνησέν
τε
·
Verse: 201
"ἦ
με
μάλ
'
αἰνοπαθῆ
μαλακὸν
περὶ
κῶμ
'
ἐκάλυψεν
.
Verse: 202
αἴθέ
μοι
ὣς
μαλακὸν
θάνατον
πόροι
῎Αρτεμις
ἁγνὴ
Verse: 203
αὐτίκα
νῦν
,
ἵνα
μηκέτ
'
ὀδυρομένη
κατὰ
θυμὸν
Verse: 204
αἰῶνα
ϕθινύθω
,
πόσιος
ποθέουσα
ϕίλοιο
Verse: 205
παντοίην
ἀρετήν
,
ἐπεὶ
ἔξοχος
ἦεν
᾽Αχαιῶν
."
Verse: 206
ὣς
ϕαμένη
κατέβαιν
'
ὑπερώια
σιγαλόεντα
,
Verse: 207
οὐκ
οἴη
·
ἅμα
τῇ
γε
καὶ
ἀμϕίπολοι
δύ
'
ἕποντο
.
Verse: 208
ἡ
δ
'
ὅτε
δὴ
μνηστῆρας
ἀϕίκετο
δῖα
γυναικῶν
,
Verse: 209
στῆ
ῥα
παρὰ
σταθμὸν
τέγεος
πύκα
ποιητοῖο
Verse: 210
ἄντα
παρειάων
σχομένη
λιπαρὰ
κρήδεμνα
·
Verse: 211
ἀμϕίπολος
δ
'
ἄρα
οἱ
κεδνὴ
ἑκάτερθε
παρέστη
.
Verse: 212
τῶν
δ
'
αὐτοῦ
λύτο
γούνατ
',
ἔρῳ
δ
'
ἄρα
θυμὸν
ἔθελχθεν
,
Verse: 213
πάντες
δ
'
ἠρήσαντο
παραὶ
λεχέεσσι
κλιθῆναι
.
Verse: 214
ἡ
δ
'
αὖ
Τηλέμαχον
προσεϕώνεεν
,
ὃν
ϕίλον
υἱόν
·
Verse: 215
"Τηλέμαχ
',
οὐκέτι
τοι
ϕρένες
ἔμπεδοι
οὐδὲ
νόημα
·
Verse: 216
παῖς
ἔτ
'
ἐὼν
καὶ
μᾶλλον
ἐνὶ
ϕρεσὶ
κέρδε
'
ἐνώμας
.
Verse: 217
νῦν
δ
',
ὅτε
δὴ
μέγας
ἐσσὶ
καὶ
ἥβης
μέτρον
ἱκάνεις
,
Verse: 218
καί
κέν
τις
ϕαίη
γόνον
ἔμμεναι
ὀλβίου
ἀνδρὸς
Verse: 219
ἐς
μέγεθος
καὶ
κάλλος
ὁρώμενος
,
ἀλλότριος
ϕώς
,
Verse: 220
οὐκέτι
τοι
ϕρένες
εἰσὶν
ἐναίσιμοι
οὐδὲ
νόημα
.
Verse: 221
οἷον
δὴ
τόδε
ἔργον
ἐνὶ
μεγάροισιν
ἐτύχθη
,
Verse: 222
ὃς
τὸν
ξεῖνον
ἔασας
ἀεικισθήμεναι
οὕτω
.
Verse: 223
πῶς
νῦν
,
εἴ
τι
ξεῖνος
ἐν
ἡμετέροισι
δόμοισιν
Verse: 224
ἥμενος
ὧδε
πάθοι
ῥυστακτύος
ἐξ
ἀλεγεινῆς
...
Verse: 225
σοί
κ
'
αἶσχος
λώβη
τε
μετ
'
ἀνθρώποισι
πέλοιτο
."
Verse: 226
τὴν
δ
'
αὖ
Τηλέμαχος
πεπνυμένος
ἀντίον
ηὔδα
·
Verse: 227
"μῆτερ
ἐμή
,
τὸ
μὲν
οὔ
σε
νεμεσσῶμαι
κεχολῶσθαι
·
Verse: 228
αὐτὰρ
ἐγὼ
θυμῷ
νοέω
καὶ
οἶδα
ἕκαστα
,
Verse: 229
ἐσθλά
τε
καὶ
τὰ
χέρεια
·
πάρος
δ
'
ἔτι
νήπιος
ἦα
.
Verse: 230
ἀλλά
τοι
οὐ
δύναμαι
πεπνυμένα
πάντα
νοῆσαι
·
Verse: 231
ἐκ
γάρ
με
πλήσσουσι
παρήμενοι
ἄλλοθεν
ἄλλος
Verse: 232
οἶδε
κακὰ
ϕρονέοντες
,
ἐμοὶ
δ
'
οὐκ
εἰσὶν
ἀρωγοί
.
Verse: 233
οὐ
μέν
τοι
ξείνου
γε
καὶ
῎Ιρου
μῶλος
ἐτύχθη
Verse: 234
μνηστήρων
ἰότητι
,
βίῃ
δ
'
ὅ
γε
ϕέρτερος
ἦεν
.
Verse: 235
αἲ
γάρ
,
Ζεῦ
τε
πάτερ
καὶ
᾽Αθηναίη
καὶ
῎Απολλον
,
Verse: 236
οὕτω
νῦν
μνηστῆρες
ἐν
ἡμετέροισι
δόμοισι
Verse: 237
νεύοιεν
κεϕαλὰς
δεδμημένοι
,
οἱ
μὲν
ἐν
αὐλῇ
,
Verse: 238
οἱ
δ
'
ἔντοσθε
δόμοιο
,
λελῦτο
δὲ
γυῖα
ἑκάστου
,
Verse: 239
ὡς
νῦν
῎Ιρος
ἐκεῖνος
ἐπ
'
αὐλείῃσι
θύρῃσιν
Verse: 240
ἧσται
νευστάζων
κεϕαλῇ
,
μεθύοντι
ἐοικώς
,
Verse: 241
οὐδ
'
ὀρθὸς
δύναται
στῆναι
ποσὶν
οὐδὲ
νέεσθαι
Verse: 242
οἴκαδ
',
ὅπῃ
οἱ
νόστος
,
ἐπεὶ
ϕίλα
γυῖα
λέλυνται
."
Verse: 243
ὣς
οἱ
μὲν
τοιαῦτα
πρὸς
ἀλλήλους
ἀγόρευον
.
Verse: 244
Εὐρύμαχος
δ
'
ἐπέεσσι
προσηύδα
Πηνελόπειαν
·
Verse: 245
"κούρη
᾽Ικαρίοιο
,
περίϕρον
Πηνελόπεια
,
Verse: 246
εἰ
πάντες
σε
ἴδοιεν
ἀν
'
῎Ιασον
῎Αργος
᾽Αχαιοί
,
Verse: 247
πλέονές
κε
μνηστῆρες
ἐν
ὑμετέροισι
δόμοισιν
Verse: 248
ἠῶθεν
δαινύατ
',
ἐπεὶ
περίεσσι
γυναικῶν
Verse: 249
εἶδός
τε
μέγεθός
τε
ἰδὲ
ϕρένας
ἔνδον
ἐίσας
."
Verse: 250
τὸν
δ
'
ἠμείβετ
'
ἔπειτα
περίϕρων
Πηνελόπεια
·
Verse: 251
"Εὐρύμαχ
',
ἤτοι
ἐμὴν
ἀρετὴν
εἶδός
τε
δέμας
τε
Verse: 252
ὤλεσαν
ἀθάνατοι
,
ὅτε
῎Ιλιον
εἰσανέβαινον
Verse: 253
᾽Αργεῖοι
,
μετὰ
τοῖσι
δ
'
ἐμὸς
πόσις
ᾖεν
᾽Οδυσσεύς
.
Verse: 254
εἰ
κεῖνός
γ
'
ἐλθὼν
τὸν
ἐμὸν
βίον
ἀμϕιπολεύοι
,
Verse: 255
μεῖζόν
κε
κλέος
εἴη
ἐμὸν
καὶ
κάλλιον
οὕτω
.
Verse: 256
νῦν
δ
'
ἄχομαι
·
τόσα
γάρ
μοι
ἐπέσσευεν
κακὰ
δαίμων
.
Verse: 257
ἦ
μὲν
δὴ
ὅτε
τ
'
ᾖε
λιπὼν
κάτα
πατρίδα
γαῖαν
,
Verse: 258
δεξιτερὴν
ἐπὶ
καρπῷ
ἑλὼν
ἐμὲ
χεῖρα
προσηύδα
·
Verse: 259
'ὦ
γύναι
,
οὐ
γὰρ
ὀίω
ἐυκνήμιδας
᾽Αχαιοὺς
Verse: 260
ἐκ
Τροίης
εὖ
πάντας
ἀπήμονας
ἀπονέεσθαι
·
Verse: 261
καὶ
γὰρ
Τρῶάς
ϕασι
μαχητὰς
ἔμμεναι
ἄνδρας
,
Verse: 262
ἠμὲν
ἀκοντιστὰς
ἠδὲ
ῥυτῆρας
ὀιστῶν
Verse: 263
ἵππων
τ
'
ὠκυπόδων
ἐπιβήτορας
,
οἵ
τε
τάχιστα
Verse: 264
ἔκριναν
μέγα
νεῖκος
ὁμοιίου
πτολέμοιο
.
Verse: 265
τῶ
οὐκ
οἶδ
',
ἤ
κέν
μ
'
ἀνέσει
θεός
,
ἦ
κεν
ἁλώω
Verse: 266
αὐτοῦ
ἐνὶ
Τροίῃ
·
σοὶ
δ
'
ἐνθάδε
πάντα
μελόντων
.
Verse: 267
μεμνῆσθαι
πατρὸς
καὶ
μητέρος
ἐν
μεγάροισιν
Verse: 268
ὡς
νῦν
,
ἢ
ἔτι
μᾶλλον
ἐμεῦ
ἀπὸ
νόσϕιν
ἐόντος
:
Verse: 269
αὐτὰρ
ἐπὴν
δὴ
παῖδα
γενειήσαντα
ἴδηαι
,
Verse: 270
γήμασθ
'
ᾧ
κ
'
ἐθέλῃσθα
τεὸν
κατὰ
δῶμα
λιποῦσα
.'
Verse: 271
κεῖνος
τὼς
ἀγόρευε
·
τὰ
δὴ
νῦν
πάντα
τελεῖται
.
Verse: 272
νὺξ
δ
'
ἔσται
,
ὅτε
δὴ
στυγερὸς
γάμος
ἀντιβολήσει
Verse: 273
οὐλομένης
ἐμέθεν
,
τῆς
τε
Ζεὺς
ὄλβον
ἀπηύρα
.
Verse: 274
ἀλλὰ
τόδ
'
αἰνὸν
ἄχος
κραδίην
καὶ
θυμὸν
ἱκάνει
·
Verse: 275
μνηστήρων
οὐχ
ἧδε
δίκη
τὸ
πάροιθε
τέτυκτο
.
Verse: 276
οἵ
τ
'
ἀγαθήν
τε
γυναῖκα
καὶ
ἀϕνειοῖο
θύγατρα
Verse: 277
μνηστεύειν
ἐθέλωσι
καὶ
ἀλλήλοις
ἐρίσωσιν
,
Verse: 278
αὐτοὶ
τοί
γ
'
ἀπάγουσι
βόας
καὶ
ἴϕια
μῆλα
,
Verse: 279
κούρης
δαῖτα
ϕίλοισι
,
καὶ
ἀγλαὰ
δῶρα
διδοῦσιν
·
Verse: 280
ἀλλ
'
οὐκ
ἀλλότριον
βίοτον
νήποινον
ἔδουσιν
."
Verse: 281
ὣς
ϕάτο
,
γήθησεν
δὲ
πολύτλας
δῖος
᾽Οδυσσεύς
,
Verse: 282
οὕνεκα
τῶν
μὲν
δῶρα
παρέλκετο
,
θέλγε
δὲ
θυμὸν
Verse: 283
μειλιχίοις
ἐπέεσσι
,
νόος
δέ
οἱ
ἄλλα
μενοίνα
.
Verse: 284
τὴν
δ
'
αὖτ
'
᾽Αντίνοος
προσέϕη
,
Εὐπείθεος
υἱός
:
Verse: 285
"κούρη
᾽Ικαρίοιο
,
περίϕρον
Πηνελόπεια
,
Verse: 286
δῶρα
μὲν
ὅς
κ
'
ἐθέλῃσιν
᾽Αχαιῶν
ἐνθάδ
'
ἐνεῖκαι
,
Verse: 287
δέξασθ
'·
οὐ
γὰρ
καλὸν
ἀνήνασθαι
δόσιν
ἐστίν
·
Verse: 288
ἡμεῖς
δ
'
οὔτ
'
ἐπὶ
ἔργα
πάρος
γ
'
ἴμεν
οὔτέ
πῃ
ἄλλῃ
,
Verse: 289
πρίν
γέ
σε
τῷ
γήμασθαι
᾽Αχαιῶν
ὅς
τις
ἄριστος
."
Verse: 290
ὣς
ἔϕατ
'
᾽Αντίνοος
,
τοῖσιν
δ
'
ἐπιήνδανε
μῦθος
:
Verse: 291
δῶρα
δ
'
ἄρ
'
οἰσέμεναι
πρόεσαν
κήρυκα
ἕκαστος
.
Verse: 292
᾽Αντινόῳ
μὲν
ἔνεικε
μέγαν
περικαλλέα
πέπλον
,
Verse: 293
ποικίλον
·
ἐν
δ
'
ἄρ
'
ἔσαν
περόναι
δυοκαίδεκα
πᾶσαι
Verse: 294
χρύσειαι
,
κληῖσιν
ἐυγνάμπτοις
ἀραρυῖαι
.
Verse: 295
ὅρμον
δ
'
Εὐρυμάχῳ
πολυδαίδαλον
αὐτίκ
'
ἔνεικε
,
Verse: 296
χρύσεον
,
ἠλέκτροισιν
ἐερμένον
ἠέλιον
ὥς
.
Verse: 297
ἕρματα
δ
'
Εὐρυδάμαντι
δύω
θεράποντες
ἔνεικαν
Verse: 298
τρίγληνα
,
μορόεντα
·
χάρις
δ
'
ἀπελάμπετο
πολλή
.
Verse: 299
ἐκ
δ
'
ἄρα
Πεισάνδροιο
Πολυκτορίδαο
ἄνακτος
Verse: 300
ἴσθμιον
ἤνεικεν
θεράπων
,
περικαλλὲς
ἄγαλμα
.
Verse: 301
ἄλλο
δ
'
ἄρ
'
ἄλλος
δῶρον
᾽Αχαιῶν
καλὸν
ἔνεικεν
.
Verse: 302
ἡ
μὲν
ἔπειτ
'
ἀνέβαιν
'
ὑπερώια
δῖα
γυναικῶν
,
Verse: 303
τῇ
δ
'
ἄρ
'
ἅμ
'
ἀμϕίπολοι
ἔϕερον
περικαλλέα
δῶρα
.
Verse: 304
οἱ
δ
'
εἰς
ὀρχηστύν
τε
καὶ
ἱμερόεσσαν
ἀοιδὴν
Verse: 305
τρεψάμενοι
τέρποντο
,
μένον
δ
'
ἐπὶ
ἕσπερον
ἐλθεῖν
.
Verse: 306
τοῖσι
δὲ
τερπομένοισι
μέλας
ἐπὶ
ἕσπερος
ἦλθεν
·
Verse: 307
αὐτίκα
λαμπτῆρας
τρεῖς
ἵστασαν
ἐν
μεγάροισιν
,
Verse: 308
ὄϕρα
ϕαείνοιεν
·
περὶ
δὲ
ξύλα
κάγκαν
'
ἔθηκαν
,
Verse: 309
αὗα
πάλαι
,
περίκηλα
,
νέον
κεκεασμένα
χαλκῷ
,
Verse: 310
καὶ
δαί:δας
μετέμισγον
·
ἀμοιβηδὶς
δ
'
ἀνέϕαινον
Verse: 311
δμῳαὶ
᾽Οδυσσῆος
ταλασίϕρονος
.
αὐτὰρ
ὁ
τῇσιν
Verse: 312
αὐτὸς
διογενὴς
μετέϕη
πολύμητις
᾽Οδυσσεύς
:
Verse: 313
"δμῳαὶ
᾽Οδυσσῆος
,
δὴν
οἰχομένοιο
ἄνακτος
,
Verse: 314
ἔρχεσθε
πρὸς
δώμαθ
',
ἵν
'
αἰδοίη
βασίλεια
·
Verse: 315
τῇ
δὲ
παρ
'
ἠλάκατα
στροϕαλίζετε
,
τέρπετε
δ
'
αὐτὴν
Verse: 316
ἥμεναι
ἐν
μεγάρῳ
,
ἢ
εἴρια
πείκετε
χερσίν
·
Verse: 317
αὐτὰρ
ἐγὼ
τούτοισι
ϕάος
πάντεσσι
παρέξω
.
Verse: 318
ἤν
περ
γάρ
κ
'
ἐθέλωσιν
ἐύθρονον
᾽Ηῶ
μίμνειν
,
Verse: 319
οὔ
τί
με
νικήσουσι
·
πολυτλήμων
δὲ
μάλ
'
εἰμί
."
Verse: 320
ὣς
ἔϕαθ
',
αἱ
δ
'
ἐγέλασσαν
,
ἐς
ἀλλήλας
δὲ
ἴδοντο
.
Verse: 321
τὸν
δ
'
αἰσχρῶς
ἐνένιπε
Μελανθὼ
καλλιπάρῃος
,
Verse: 322
τὴν
Δολίος
μὲν
ἔτικτε
,
κόμισσε
δὲ
Πηνελόπεια
,
Verse: 323
παῖδα
δὲ
ὣς
ἀτίταλλε
,
δίδου
δ
'
ἄρ
'
ἀθύρματα
θυμῷ
·
Verse: 324
ἀλλ
'
οὐδ
'
ὧς
ἔχε
πένθος
ἐνὶ
ϕρεσὶ
Πηνελοπείης
,
Verse: 325
ἀλλ
'
ἥ
γ
'
Εὐρυμάχῳ
μισγέσκετο
καὶ
ϕιλέεσκεν
.
Verse: 326
ἥ
ῥ
'
᾽Οδυσῆ
'
ἐνένιπεν
ὀνειδείοις
ἐπέεσσι
·
Verse: 327
"ξεῖνε
τάλαν
,
σύγε
τις
ϕρένας
ἐκπεπαταγμένος
ἐσσί
,
Verse: 328
οὐδ
'
ἐθέλεις
εὕδειν
χαλκήιον
ἐς
δόμον
ἐλθὼν
Verse: 329
ἠέ
που
ἐς
λέσχην
,
ἀλλ
'
ἐνθάδε
πόλλ
'
ἀγορεύεις
Verse: 330
θαρσαλέως
πολλοῖσι
μετ
'
ἀνδράσιν
,
οὐδέ
τι
θυμῷ
Verse: 331
ταρβεῖς
.
ἦ
ῥά
σε
οἶνος
ἔχει
ϕρένας
,
ἤ
νύ
τοι
αἰεὶ
Verse: 332
τοιοῦτος
νόος
ἐστίν
,
ὃ
καὶ
μεταμώνια
βάζεις
.
Verse: 333
ἦ
ἀλύεις
,
ὅτι
῎Ιρον
ἐνίκησας
τὸν
ἀλήτην
;
Verse: 334
μή
τίς
τοι
τάχα
῎Ιρου
ἀμείνων
ἄλλος
ἀναστῇ
,
Verse: 335
ὅς
τίς
σ
'
ἀμϕὶ
κάρη
κεκοπὼς
χερσὶ
στιβαρῇσι
Verse: 336
δώματος
ἐκπέμψῃσι
ϕορύξας
αἵματι
πολλῷ
."
Verse: 337
τὴν
δ
'
ἄρ
'
ὑπόδρα
ἰδὼν
προσέϕη
πολύμητις
᾽Οδυσσεύς
:
Verse: 338
"ἦ
τάχα
Τηλεμάχῳ
ἐρέω
,
κύον
,
οἷ
'
ἀγορεύεις
,
Verse: 339
κεῖσ
'
ἐλθών
,
ἵνα
σ
'
αὖθι
διὰ
μελειὴστὶ
τάμῃσιν
."
Verse: 340
ὣς
εἰπὼν
ἐπέεσσι
διεπτοίησε
γυναῖκας
.
Verse: 341
βὰν
δ
'
ἴμεναι
διὰ
δῶμα
,
λύθεν
δ
'
ὑπὸ
γυῖα
ἑκάστης
Verse: 342
ταρβοσύνῃ
·
ϕὰν
γάρ
μιν
ἀληθέα
μυθήσασθαι
.
Verse: 343
αὐτὰρ
ὁ
πὰρ
λαμπτῆρσι
ϕαείνων
αἰθομένοισιν
Verse: 344
ἑστήκει
ἐς
πάντας
ὁρώμενος
:
ἄλλα
δέ
οἱ
κῆρ
Verse: 345
ὥρμαινε
ϕρεσὶν
ᾗσιν
,
ἅ
ῥ
'
οὐκ
ἀτέλεστα
γένοντο
.
Verse: 346
μνηστῆρας
δ
'
οὐ
πάμπαν
ἀγήνορας
εἴα
᾽Αθήνη
Verse: 347
λώβης
ἴσχεσθαι
θυμαλγέος
,
ὄϕρ
'
ἔτι
μᾶλλον
Verse: 348
δύη
ἄχος
κραδίην
Λαερτιάδεω
᾽Οδυσῆος
.
Verse: 349
τοῖσιν
δ
'
Εὐρύμαχος
,
Πολύβου
πάις
,
ἦρχ
'
ἀγορεύειν
,
Verse: 350
κερτομέων
᾽Οδυσῆα
·
γέλω
δ
'
ἑτάροισιν
ἔτευχε
·
Verse: 351
"κέκλυτέ
μευ
,
μνηστῆρες
ἀγακλειτῆς
βασιλείης
,
Verse: 352
ὄϕρ
'
εἴπω
τά
με
θυμὸς
ἐνὶ
στήθεσσι
κελεύει
.
Verse: 353
οὐκ
ἀθεεὶ
ὅδ
'
ἀνὴρ
᾽Οδυσήιον
ἐς
δόμον
ἵκει
·
Verse: 354
ἔμπης
μοι
δοκέει
δαί:δων
σέλας
ἔμμεναι
αὐτοῦ
Verse: 355
κὰκ
κεϕαλῆς
,
ἐπεὶ
οὔ
οἱ
ἔνι
τρίχες
οὐδ
'
ἠβαιαί
."
Verse: 356
ἦ
ῥ
',
ἅμα
τε
προσέειπεν
᾽Οδυσσῆα
πτολίπορθον
·
Verse: 357
"ξεῖν
',
ἦ
ἄρ
κ
'
ἐθέλοις
θητευέμεν
,
εἴ
σ
'
ἀνελοίμην
,
Verse: 358
ἀγροῦ
ἐπ
'
ἐσχατιῆς
ή
μισθὸς
δέ
τοι
ἄρκιος
ἔσται
ή
Verse: 359
αἱμασιάς
τε
λέγων
καὶ
δένδρεα
μακρὰ
ϕυτεύων
;
Verse: 360
ἔνθα
κ
'
ἐγὼ
σῖτον
μὲν
ἐπηετανὸν
παρέχοιμι
,
Verse: 361
εἵματα
δ
'
ἀμϕιέσαιμι
ποσίν
θ
'
ὑποδήματα
δοίην
.
Verse: 362
ἀλλ
'
ἐπεὶ
οὖν
δὴ
ἔργα
κάκ
'
ἔμμαθες
,
οὐκ
ἐθελήσεις
Verse: 363
ἔργον
ἐποίχεσθαι
,
ἀλλὰ
πτώσσειν
κατὰ
δῆμον
Verse: 364
βούλεαι
,
ὄϕρ
'
ἂν
ἔχῃς
βόσκειν
σὴν
γαστέρ
'
ἄναλτον
."
Verse: 365
τὸν
δ
'
ἀπαμειβόμενος
προσέϕη
πολύμητις
᾽Οδυσσεύς
:
Verse: 366
"Εὐρύμαχ
',
εἰ
γὰρ
νῶιν
ἔρις
ἔργοιο
γένοιτο
Verse: 367
ὥρῃ
ἐν
εἰαρινῇ
,
ὅτε
τ
'
ἤματα
μακρὰ
πέλονται
,
Verse: 368
ἐν
ποίῃ
,
δρέπανον
μὲν
ἐγὼν
εὐκαμπὲς
ἔχοιμι
,
Verse: 369
καὶ
δὲ
σὺ
τοῖον
ἔχοις
,
ἵνα
πειρησαίμεθα
ἔργου
Verse: 370
νήστιες
ἄχρι
μάλα
κνέϕαος
,
ποίη
δὲ
παρείη
·
Verse: 371
εἰ
δ
'
αὖ
καὶ
βόες
εἶεν
ἐλαυνέμεν
,
οἵ
περ
ἄριστοι
,
Verse: 372
αἴθωνες
,
μεγάλοι
,
ἄμϕω
κεκορηότε
ποίης
,
Verse: 373
ἥλικες
,
ἰσοϕόροι
,
τῶν
τε
σθένος
οὐκ
ἀλαπαδνόν
,
Verse: 374
τετράγυον
δ
'
εἴη
,
εἴκοι
δ
'
ὑπὸ
βῶλος
ἀρότρῳ
·
Verse: 375
τῶ
κέ
μ
'
ἴδοις
,
εἰ
ὦλκα
διηνεκέα
προταμοίμην
.
Verse: 376
εἰ
δ
'
αὖ
καὶ
πόλεμόν
ποθεν
ὁρμήσειε
Κρονίων
Verse: 377
σήμερον
,
αὐτὰρ
ἐμοὶ
σάκος
εἴη
καὶ
δύο
δοῦρε
Verse: 378
καὶ
κυνέη
πάγχαλκος
,
ἐπὶ
κροτάϕοις
ἀραρυῖα
·
Verse: 379
τῶ
κέ
μ
'
ἴδοις
πρώτοισιν
ἐνὶ
προμάχοισι
μιγέντα
Verse: 380
οὐδ
'
ἄν
μοι
τὴν
γαστέρ
'
ὀνειδίζων
ἀγορεύοις
.
Verse: 381
ἀλλὰ
μάλ
'
ὑβρίζεις
καί
τοι
νόος
ἐστὶν
ἀπηνής
:
Verse: 382
καί
που
τις
δοκέεις
μέγας
ἔμμεναι
ἠδὲ
κραταιός
,
Verse: 383
οὕνεκα
πὰρ
παύροισι
καὶ
οὐκ
ἀγαθοῖσιν
ὁμιλεῖς
.
Verse: 384
εἰ
δ
'
᾽Οδυσεὺς
ἔλθοι
καὶ
ἵκοιτ
'
ἐς
πατρίδα
γαῖαν
,
Verse: 385
αἶψά
κέ
τοι
τὰ
θύρετρα
,
καὶ
εὐρέα
περ
μάλ
'
ἐόντα
,
Verse: 386
ϕεύγοντι
στείνοιτο
δι
'
ἐκ
προθύροιο
θύραζε
."
Verse: 387
ὣς
ἔϕατ
',
Εὐρύμαχος
δὲ
χολώσατο
κηρόθι
μᾶλλον
Verse: 388
καί
μιν
ὑπόδρα
ἰδὼν
ἔπεα
πτερόεντα
προσηύδα
·
Verse: 389
"ἆ
δείλ
',
ἦ
τάχα
τοι
τελέω
κακόν
,
οἷ
'
ἀγορεύεις
Verse: 390
θαρσαλέως
πολλοῖσι
μετ
'
ἀνδράσιν
,
οὐδέ
τι
θυμῷ
Verse: 391
ταρβεῖς
ἦ
ῥά
σε
οἶνος
ἔχει
ϕρένας
,
ἤ
νύ
τοι
αἰεὶ
Verse: 392
τοιοῦτος
νόος
ἐστίν
,
ὃ
καὶ
μεταμώνια
βάζεις
."
Verse: 394
ὣς
ἄρα
ϕωνήσας
σϕέλας
ἔλλαβεν
·
αὐτὰρ
᾽Οδυσσεὺς
Verse: 395
᾽Αμϕινόμου
πρὸς
γοῦνα
καθέζετο
Δουλιχιῆος
Verse: 396
Εὐρύμαχον
δείσας
.
ὁ
δ
'
ἄρ
'
οἰνοχόον
βάλε
χεῖρα
Verse: 397
δεξιτερήν
·
πρόχοος
δὲ
χαμαὶ
βόμβησε
πεσοῦσα
,
Verse: 398
αὐτὰρ
ὅ
γ
'
οἰμώξας
πέσεν
ὕπτιος
ἐν
κονίῃσι
.
Verse: 399
μνηστῆρες
δ
'
ὁμάδησαν
ἀνὰ
μέγαρα
σκιόεντα
,
Verse: 400
ὧδε
δέ
τις
εἴπεσκεν
ἰδὼν
ἐς
πλησίον
ἄλλον
·
Verse: 401
"αἴθ
'
ὤϕελλ
'
ὁ
ξεῖνος
ἀλώμενος
ἄλλοθ
'
ὀλέσθαι
Verse: 402
πρὶν
ἐλθεῖν
·
τῶ
κ
'
οὔ
τι
τόσον
κέλαδον
μετέθηκε
.
Verse: 403
νῦν
δὲ
περὶ
πτωχῶν
ἐριδαίνομεν
,
οὐδέ
τι
δαιτὸς
Verse: 404
ἐσθλῆς
ἔσσεται
ἦδος
,
ἐπεὶ
τὰ
χερείονα
νικᾷ
."
Verse: 405
τοῖσι
δὲ
καὶ
μετέειϕ
'
ἱερὴ
ἲς
Τηλεμάχοιο
·
Verse: 406
"δαιμόνιοι
,
μαίνεσθε
καὶ
οὐκέτι
κεύθετε
θυμῷ
Verse: 407
βρωτὺν
οὐδὲ
ποτῆτα
·
θεῶν
νύ
τις
ὔμμ
'
ὀροθύνει
.
Verse: 408
ἀλλ
'
εὖ
δαισάμενοι
κατακείετε
οἴκαδ
'
ἰόντες
,
Verse: 409
ὁππότε
θυμὸς
ἄνωγε
·
διώκω
δ
'
οὔ
τιν
'
ἔγωγε
."
Verse: 410
ὣς
ἔϕαθ
',
οἱ
δ
'
ἄρα
πάντες
ὀδὰξ
ἐν
χείλεσι
ϕύντες
Verse: 411
Τηλέμαχον
θαύμαζον
,
ὃ
θαρσαλέως
ἀγόρευε
.
Verse: 412
τοῖσιν
δ
'
᾽Αμϕίνομος
ἀγορήσατο
καὶ
μετέειπεν
·
Verse: 414
"ὦ
ϕίλοι
,
οὐκ
ἂν
δή
τις
ἐπὶ
ῥηθέντι
δικαίῳ
Verse: 415
ἀντιβίοις
ἐπέεσσι
καθαπτόμενος
χαλεπαίνοι
.
Verse: 416
μήτε
τι
τὸν
ξεῖνον
στυϕελίζετε
μήτέ
τιν
'
ἄλλον
Verse: 417
δμώων
,
οἳ
κατὰ
δώματ
'
᾽Οδυσσῆος
θείοιο
.
Verse: 418
ἀλλ
'
ἄγετ
',
οἰνοχόος
μὲν
ἐπαρξάσθω
δεπάεσσιν
,
Verse: 419
ὄϕρα
σπείσαντες
κατακείομεν
οἴκαδ
'
ἰόντες
:
Verse: 420
τὸν
ξεῖνον
δὲ
ἐῶμεν
ἐνὶ
μεγάροις
᾽Οδυσῆος
Verse: 421
Τηλεμάχῳ
μελέμεν
·
τοῦ
γὰρ
ϕίλον
ἵκετο
δῶμα
."
Verse: 422
ὣς
ϕάτο
,
τοῖσι
δὲ
πᾶσιν
ἑαδότα
μῦθον
ἔειπε
.
Verse: 423
τοῖσιν
δὲ
κρητῆρα
κεράσσατο
Μούλιος
ἥρως
,
Verse: 424
κῆρυξ
Δουλιχιεύς
:
θεράπων
δ
'
ἦν
᾽Αμϕινόμοιο
·
Verse: 425
νώμησεν
δ
'
ἄρα
πᾶσιν
ἐπισταδόν
.
οἱ
δὲ
θεοῖσι
Verse: 426
λείψαντες
μακάρεσσι
πίον
μελιηδέα
οἶνον
.
Verse: 427
αὐτὰρ
ἐπεὶ
σπεῖσάν
τε
πίον
θ
'
ὅσον
ἤθελε
θυμός
,
Verse: 428
βάν
ῥ
'
ἴμεναι
κείοντες
ἑὰ
πρὸς
δώμαθ
'
ἕκαστος
.
This text is part of the
TITUS
edition of
Homer, Odyssee
.
Copyright
TITUS Project
, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.