TITUS
Homer, Odyssee
Part No. 19
Previous part

Chapter: 19    
ΟΔΥΣΣΕΙΑΣ Τ


Verse: 1       Αὐτὰρ ἐν μεγάρῳ ὑπελείπετο δῖος ᾽Οδυσσεύς
Verse: 2    
μνηστήρεσσι ϕόνον σὺν ᾽Αθήνῃ μερμηρίζων.
Verse: 3    
αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·

Verse: 4       
"Τηλέμαχε, χρὴ τεύχε' ᾽Αρήια κατθέμεν εἴσω
Verse: 5    
πάντα μάλ', αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
Verse: 6    
παρϕάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες:
Verse: 7    
'ἐκ καπνοῦ κατέθηκ', ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει
Verse: 8    
οἷά ποτε Τροίην δὲ κιὼν κατέλειπεν ᾽Οδυσσεύς,
Verse: 9    
ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετ' ἀυτμή.
Verse: 10    
πρὸς δ' ἔτι καὶ τόδε μεῖζον ἐνὶ ϕρεσὶν ἔμβαλε δαίμων,
Verse: 11    
μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,
Verse: 12    
ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
Verse: 13    
καὶ μνηστύν· αὐτὸς γὰρ ἐϕέλκεται ἄνδρα σίδηρος.'"

Verse: 14       
ὣς ϕάτο, Τηλέμαχος δὲ ϕίλῳ ἐπεπείθετο πατρί,
Verse: 15    
ἐκ δὲ καλεσσάμενος προσέϕη τροϕὸν Εὐρύκλειαν·

Verse: 16       
"μαῖ', ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναῖκας,
Verse: 17    
ὄϕρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρός,
Verse: 18    
καλά, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει
Verse: 19    
πατρὸς ἀποιχομένοιο· ἐγὼ δ' ἔτι νήπιος ἦα.
Verse: 20    
νῦν δ' ἐθέλω καταθέσθαι, ἵν' οὐ πυρὸς ἵξετ' ἀυτμή."

Verse: 21       
τὸν δ' αὖτε προσέειπε ϕίλη τροϕὸς Εὐρύκλεια·

Verse: 22       
"αἲ γὰρ δή ποτε, τέκνον, ἐπιϕροσύνας ἀνέλοιο
Verse: 23    
οἴκου κήδεσθαι καὶ κτήματα πάντα ϕυλάσσειν.
Verse: 24    
ἀλλ' ἄγε, τίς τοι ἔπειτα μετοιχομένη ϕάος οἴσει;
Verse: 25    
δμῳὰς δ' οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔϕαινον."

Verse: 26       
τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 27       
"ξεῖνος ὅδοὐ γὰρ ἀεργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γε
Verse: 28    
χοίνικος ἅπτηται, καὶ τηλόθεν εἰληλουθώς."

Verse: 29       
ὣς ἄρ' ἐϕώνησεν, τῇ δ' ἄπτερος ἔπλετο μῦθος:
Verse: 30    
κλήισσην δὲ θύρας μεγάρων εὐναιεταόντων.
Verse: 31    
τὼ δ' ἄρ' ἀναί:ξαντ' ᾽Οδυσεὺς καὶ ϕαίδιμος υἱὸς
Verse: 32    
ἐσϕόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμϕαλοέσσας
Verse: 33    
ἔγχεά τ' ὀξυόεντα· πάροιθε δὲ Παλλὰς ᾽Αθήνη,
Verse: 34    
χρύσεον λύχνον ἔχουσα, ϕάος περικαλλὲς ἐποίει.
Verse: 35    
δὴ τότε Τηλέμαχος προσεϕώνεεν ὃν πατέρ' αἶψα·

Verse: 36       
"ὦ πάτερ, μέγα θαῦμα τόδ' ὀϕθαλμοῖσιν ὁρῶμαι.
Verse: 37    
ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι
Verse: 38    
εἰλάτιναί τε δοκοὶ καὶ κίονες ὑψόσ' ἔχοντες
Verse: 39    
ϕαίνοντ' ὀϕθαλμοῖσ' ὡς εἰ πυρὸς αἰθομένοιο.
Verse: 40    
μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι."

Verse: 41       
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:

Verse: 42       
"σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδ' ἐρέεινε·
Verse: 43    
αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ ῎Ολυμπον ἔχουσιν.
Verse: 44    
ἀλλὰ σὺ μὲν κατάλεξαι, ἐγὼ δ' ὑπολείψομαι αὐτοῦ,
Verse: 45    
ὄϕρά κ' ἔτι δμῳὰς καὶ μητέρα σὴν ἐρεθίζω·
Verse: 46    
δέ μ' ὀδυρομένη εἰρήσεται ἀμϕὶς ἕκαστα."

Verse: 47       
ὣς ϕάτο, Τηλέμαχος δὲ δι' ἐκ μεγάροιο βεβήκει
Verse: 48    
κείων ἐς θάλαμον δαί:δων ὕπο λαμπομενάων,
Verse: 49    
ἔνθα πάρος κοιμᾶθ', ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·
Verse: 50    
ἔνθ' ἄρα καὶ τότ' ἔλεκτο καὶ ᾽Ηῶ δῖαν ἔμιμνεν.
Verse: 51    
αὐτὰρ ἐν μεγάρῳ ὑπελείπετο δῖος ᾽Οδυσσεὺς
Verse: 52    
μνηστήρεσσι ϕόνον σὺν ᾽Αθήνῃ μερμηρίζων.

Verse: 53       
δ' ἴεν ἐκ θαλάμοιο περίϕρων Πηνελόπεια,
Verse: 54    
᾽Αρτέμιδι ἰκέλη ἠὲ χρυσῇ ᾽Αϕροδίτῃ.
Verse: 55    
τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθ' ἄρ' ἔϕιζε,
Verse: 56    
δινωτὴν ἐλέϕαντι καὶ ἀργύρῳ· ἥν ποτε τέκτων
Verse: 57    
ποίησ' ᾽Ικμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε
Verse: 58    
προσϕυέ' ἐξ αὐτῆς, ὅθ' ἐπὶ μέγα βάλλετο κῶας:
Verse: 59    
ἔνθα καθέζετ' ἔπειτα περίϕρων Πηνελόπεια.
Verse: 60    
ἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο·
Verse: 61    
αἱ δ' ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας
Verse: 62    
καὶ δέπα, ἔνθεν ἄρ' ἄνδρες ὑπερμενέοντες ἔπινον·
Verse: 63    
πῦρ δ' ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δ' ἐπ' αὐτῶν
Verse: 64    
νήησαν ξύλα πολλά, ϕόως ἔμεν ἠδὲ θέρεσθαι.
Verse: 65    
δ' ᾽Οδυσῆ' ἐνένιπε Μελανθὼ δεύτερον αὖτις:

Verse: 66       
"ξεῖν', ἔτι καὶ νῦν ἐνθάδ' ἀνιήσεις διὰ νύκτα
Verse: 67    
δινεύων κατὰ οἶκον, ὀπιπεύσεις δὲ γυναῖκας...
Verse: 68    
ἀλλ' ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο·
Verse: 69    
τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε."

Verse: 70       
τὴν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέϕη πολύμητις ᾽Οδυσσεύς:

Verse: 71       
"δαιμονίη, τί μοι ὧδ' ἐπέχεις κεκοτηότι θυμῷ;
Verse: 72    
ὅτι δὴ ῥυπόω, κακὰ δὲ χροὶ: εἵματα εἷμαι,
Verse: 73    
πτωχεύω δ' ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει.
Verse: 74    
τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι.
Verse: 75    
καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
Verse: 76    
ὄλβιος ἀϕνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ
Verse: 77    
τοίῳ, ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·
Verse: 78    
ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλά τε πολλά,
Verse: 79    
οἷσίν τ' εὖ ζώουσι καὶ ἀϕνειοὶ καλέονται.
Verse: 80    
ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων· ἤθελε γάρ που.
Verse: 81    
τῶ νῦν μή ποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσῃς
Verse: 82    
ἀγλαί:ην, τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι,
Verse: 83    
ἤν πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ
Verse: 84    
᾽Οδυσεὺς ἔλθῃ· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα.
Verse: 85    
εἰ δ' μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν,
Verse: 86    
ἀλλ' ἤδη παῖς τοῖος ᾽Απόλλωνός γε ἕκητι,
Verse: 87    
Τηλέμαχος: τὸν δ' οὔ τις ἐνὶ μεγάροισι γυναικῶν
Verse: 88    
λήθει ἀτασθάλλουσ', ἐπεὶ οὐκέτι τηλίκος ἐστίν."

Verse: 89       
ὣς ϕάτο, τοῦ δ' ἤκουσε περίϕρων Πηνελόπεια,
Verse: 90    
ἀμϕίπολον δ' ἐνένιπεν ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζε·

Verse: 91       
"πάντως, θαρσαλέη, κύον ἀδδεές, οὔ τί με λήθεις
Verse: 92    
ἕρδουσα μέγα ἔργον, σῇ κεϕαλῇ ἀναμάξεις:
Verse: 93    
πάντα γὰρ εὖ ᾔδησθ', ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς,
Verse: 94    
ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν
Verse: 95    
ἀμϕὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινῶς ἀκάχημαι."

Verse: 96       
ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν·

Verse: 97       
"Εὐρυνόμη, ϕέρε δὴ δίϕρον καὶ κῶας ἐπ' αὐτοῦ,
Verse: 98    
ὄϕρα καθεζόμενος εἴπῃ ἔπος ἠδ' ἐπακούσῃ
Verse: 99    
ξεῖνος ἐμέθεν· ἐθέλω δέ μιν ἐξερέεσθαι."

Verse: 100       
ὣς ἔϕαθ', δὲ μάλ' ὀτραλέως κατέθηκε ϕέρουσα
Verse: 101    
δίϕρον ἐύξεστον καὶ ἐπ' αὐτῷ κῶας ἔβαλλεν·
Verse: 102    
ἔνθα καθέζετ' ἔπειτα πολύτλας δῖος ᾽Οδυσσεύς.
Verse: 103    
τοῖσι δὲ μύθων ἦρχε περίϕρων Πηνελόπεια·

Verse: 104       
"ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·
Verse: 105    
τίς, πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες..."

Verse: 106       
τὴν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:

Verse: 107       
"ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπ' ἀπείρονα γαῖαν
Verse: 108    
νεικέοι· γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει,
Verse: 109    
ὥς τέ τευ βασιλῆος ἀμύμονος, ὅς τε θεουδὴς
Verse: 110    
ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰϕθίμοισιν ἀνάσσων
Verse: 111    
εὐδικίας ἀνέχῃσι, ϕέρῃσι δὲ γαῖα μέλαινα
Verse: 112    
πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ,
Verse: 113    
τίκτῃ δ' ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς
Verse: 114    
ἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπ' αὐτοῦ.
Verse: 115    
τῶ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ,
Verse: 116    
μὴ δέ μοι ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν,
Verse: 117    
μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων
Verse: 118    
μνησαμένῳ· μάλα δ' εἰμὶ πολύστονος: οὐ δέ τί με χρὴ
Verse: 119    
οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε
Verse: 120    
ἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί·
Verse: 121    
μή τίς μοι δμῳῶν νεμεσήσεται, ἠὲ σύγ' αὐτή,
Verse: 122    
ϕῇ δὲ δακρυπλώειν βεβαρηότα με ϕρένας οἴνῳ."

Verse: 123       
τὸν δ' ἠμείβετ' ἔπειτα περίϕρων Πηνελόπεια·

Verse: 124       
"ξεῖν', ἤτοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
Verse: 125    
ὤλεσαν ἀθάνατοι, ὅτε ῎Ιλιον εἰσανέβαινον
Verse: 126    
᾽Αργεῖοι, μετὰ τοῖσι δ' ἐμὸς πόσις ᾖεν ᾽Οδυσσεύς.
Verse: 127    
εἰ κεῖνός γ' ἐλθὼν τὸν ἐμὸν βίον ἀμϕιπολεύοι,
Verse: 128    
μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτω.
Verse: 129    
νῦν δ' ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
Verse: 130    
ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
Verse: 131    
Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
Verse: 132    
οἵ τ' αὐτὴν ᾽Ιθάκην εὐδείελον ἀμϕινέμονται,
Verse: 133    
οἵ μ' ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον.
Verse: 134    
τῶ οὔτε ξείνων ἐμπάζομαι οὔθ' ἱκετάων
Verse: 135    
οὔτέ τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν·
Verse: 136    
ἀλλ' ᾽Οδυσῆ ποθέουσα ϕίλον κατατήκομαι ἦτορ.
Verse: 137    
οἱ δὲ γάμον σπεύδουσιν· ἐγὼ δὲ δόλους τολυπεύω.
Verse: 138    
ϕᾶρος μέν μοι πρῶτον ἐνέπνευσε ϕρεσὶ δαίμων
Verse: 139    
στησαμένῃ μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὑϕαίνειν,
Verse: 140    
λεπτὸν καὶ περίμετρον· ἄϕαρ δ' αὐτοῖς μετέειπον·
Verse: 141    
'κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος ᾽Οδυσσεύς,
Verse: 142    
μίμνετ' ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς κε ϕᾶρος
Verse: 143    
ἐκτελέσω - μή μοι μεταμώνια νήματ' ὄληται -
Verse: 144    
Λαέρτῃ ἥρωι ταϕήιον, εἰς ὅτε κέν μιν
Verse: 145    
μοῖρ' ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο·
Verse: 146    
μή τίς μοι κατὰ δῆμον ᾽Αχαιιάδων νεμεσήσῃ,
Verse: 147    
αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.'
Verse: 148    
ὣς ἐϕάμην, τοῖσιν δ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.
Verse: 149    
ἔνθα καὶ ἠματίη μὲν ὑϕαίνεσκον μέγαν ἱστόν,
Verse: 150    
νύκτας δ' ἀλλύεσκον, ἐπὴν δαί:δας παραθείμην.
Verse: 151    
ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον ᾽Αχαιούς:
Verse: 152    
ἀλλ' ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
Verse: 153    
μηνῶν ϕθινόντων, περὶ δ' ἤματα πόλλ' ἐτελέσθη,
Verse: 154    
καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας,
Verse: 155    
εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.
Verse: 156    
ὣς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐθέλουσ', ὑπ' ἀνάγκης:
Verse: 157    
νῦν δ' οὔτ' ἐκϕυγέειν δύναμαι γάμον οὔτέ τιν' ἄλλην
Verse: 158    
μῆτιν ἔθ' εὑρίσκω. μάλα δ' ὀτρύνουσι τοκῆες
Verse: 159    
γήμασθ', ἀσχαλάᾳ δὲ πάις βίοτον κατεδόντων,
Verse: 160    
γινώσκων· ἤδη γὰρ ἀνὴρ οἷός τε μάλιστα
Verse: 161    
οἴκου κήδεσθαι, τῷ τε Ζεὺς κῦδος ὀπάζει.
Verse: 162    
ἀλλὰ καὶ ὧς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί·
Verse: 163    
οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιϕάτου οὐδ' ἀπὸ πέτρης."

Verse: 164       
τὴν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:

Verse: 165       
"ὦ γύναι αἰδοίη Λαερτιάδεω ᾽Οδυσῆος,
Verse: 166    
οὐκέτ' ἀπολήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα;
Verse: 167    
ἀλλ' ἔκ τοι ἐρέω· μέν μ' ἀχέεσσί γε δώσεις
Verse: 168    
πλείοσιν ἔχομαι· γὰρ δίκη, ὁππότε πάτρης
Verse: 169    
ἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον, ὅσσον ἐγὼ νῦν,
Verse: 170    
πολλὰ βροτῶν ἐπὶ ἄστε' ἀλώμενος, ἄλγεα πάσχων.
Verse: 171    
ἀλλὰ καὶ ὧς ἐρέω μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς.
Verse: 172    
Κρήτη τις γαῖ' ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ,
Verse: 173    
καλὴ καὶ πίειρα, περίρρυτος: ἐν δ' ἄνθρωποι
Verse: 174    
πολλοιἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες.
Verse: 175    
ἄλλη δ' ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν ᾽Αχαιοί,
Verse: 176    
ἐν δ' ᾽Ετεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες
Verse: 177    
Δωριέες τε τριχάικες δῖοί τε Πελασγοί.
Verse: 178    
τῇσι δ' ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνως
Verse: 179    
ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,
Verse: 180    
πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου Δευκαλίωνος.
Verse: 181    
Δευκαλίων δ' ἐμὲ τίκτε καὶ ᾽Ιδομενῆα ἄνακτα·
Verse: 182    
ἀλλ' μὲν ἐν νήεσσι κορωνίσιν ῎Ιλιον εἴσω
Verse: 183    
ᾤχεθ' ἅμ' ᾽Ατρείδῃσιν· ἐμοὶ δ' ὄνομα κλυτὸν Αἴθων,
Verse: 184    
ὁπλότερος γενεῇ· δ' ἅμα πρότερος καὶ ἀρείων.
Verse: 185    
ἔνθ' ᾽Οδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα.
Verse: 186    
καὶ γὰρ τὸν Κρήτην δὲ κατήγαγεν ἲς ἀνέμοιο,
Verse: 187    
ἱέμενον Τροίην δὲ, παραπλάγξασα Μαλειῶν·
Verse: 188    
στῆσε δ' ἐν ᾽Αμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης,
Verse: 189    
ἐν λιμέσιν χαλεποῖσι, μόγις δ' ὑπάλυξεν ἀέλλας.
Verse: 190    
αὐτίκα δ' ᾽Ιδομενῆα μετάλλα ἄστυ δ' ἀνελθών·
Verse: 191    
ξεῖνον γάρ οἱ ἔϕασκε ϕίλον τ' ἔμεν αἰδοῖόν τε.
Verse: 192    
τῷ δ' ἤδη δεκάτη ἑνδεκάτη πέλεν ἠὼς
Verse: 193    
οἰχομένῳ σὺν νηυσὶ κορωνίσιν ῎Ιλιον εἴσω.
Verse: 194    
τὸν μὲν ἐγὼ πρὸς δώματ' ἄγων ἔυ ἐξείνισσα,
Verse: 195    
ἐνδυκέως ϕιλέων, πολλῶν κατὰ οἶκον ἐόντων·
Verse: 196    
καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμ' αὐτῷ ἕποντο,
Verse: 197    
δημόθεν ἄλϕιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας
Verse: 198    
καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.
Verse: 199    
ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι ᾽Αχαιοί·
Verse: 200    
εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδ' ἐπὶ γαίῃ
Verse: 201    
εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων·
Verse: 202    
τῇ τρεισκαιδεκάτῃ δ' ἄνεμος πέσε, τοὶ δ' ἀνάγοντο."

Verse: 203       
ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα·
Verse: 204    
τῆς δ' ἄρ' ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς.
Verse: 205    
ὡς δὲ χιὼν κατατήκετ' ἐν ἀκροπόλοισιν ὄρεσσιν,
Verse: 206    
ἥν τ' Εὖρος κατέτηξεν, ἐπὴν Ζέϕυρος καταχεύῃ·
Verse: 207    
τηκομένης δ' ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες:
Verse: 208    
ὣς τῆς τήκετο καλὰ παρήια δάκρυ χεούσης,
Verse: 209    
κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ ᾽Οδυσσεὺς
Verse: 210    
θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,
Verse: 211    
ὀϕθαλμοὶ δ' ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος
Verse: 212    
ἀτρέμας ἐν βλεϕάροισι· δόλῳ δ' γε δάκρυα κεῦθεν.
Verse: 213    
δ' ἐπεὶ οὖν τάρϕθη πολυδακρύτοιο γόοιο,
Verse: 214    
ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·

Verse: 215       
"νῦν μὲν δή σευ, ξεῖνέ, γ' ὀίω πειρήσεσθαι,
Verse: 216    
εἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοις ἑτάροισι
Verse: 217    
ξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύεις.
Verse: 218    
εἰπέ μοι, ὁπποῖ' ἄσσα περὶ χροὶ: εἵματα ἕστο,
Verse: 219    
αὐτός θ' οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο."

Verse: 220       
τὴν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:

Verse: 221       
"ὦ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμϕὶς ἐόντα
Verse: 222    
εἰπέμεν· ἤδη γὰρ οἱ ἐεικοστὸν ἔτος ἐστίν,
Verse: 223    
ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης:
Verse: 224    
αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ.
Verse: 225    
χλαῖναν πορϕυρέην οὔλην ἔχε δῖος ᾽Οδυσσεύς,
Verse: 226    
διπλῆν· αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο
Verse: 227    
αὐλοῖσιν διδύμοισι· πάροιθε δὲ δαίδαλον ἦεν·
Verse: 228    
ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν,
Verse: 229    
ἀσπαίροντα λάων· τὸ δὲ θαυμάζεσκον ἅπαντες,
Verse: 230    
ὡς οἱ χρύσεοι ὄντες μὲν λάε νεβρὸν ἀπάγχων,
Verse: 231    
αὐτὰρ ἐκϕυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι.
Verse: 232    
τὸν δὲ χιτῶν' ἐνόησα περὶ χροὶ: σιγαλόεντα,
Verse: 233    
οἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο.
Verse: 234    
τὼς μὲν ἔην μαλακός, λαμπρὸς δ' ἦν ἠέλιος ὥς:
Verse: 235    
μὲν πολλαί γ' αὐτὸν ἐθηήσαντο γυναῖκες.
Verse: 236    
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ ϕρεσὶ βάλλεο σῇσιν·
Verse: 237    
οὐκ οἶδ', τάδε ἕστο περὶ χροὶ: οἴκοθ' ᾽Οδυσσεύς,
Verse: 238    
τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι
Verse: 239    
τίς που καὶ ξεῖνος, ἐπεὶ πολλοῖσιν ᾽Οδυσσεὺς
Verse: 240    
ἔσκε ϕίλος: παῦροι γὰρ ᾽Αχαιῶν ἦσαν ὁμοῖοι.
Verse: 241    
καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα
Verse: 242    
καλὴν πορϕυρέην καὶ τερμιόεντα χιτῶνα,
Verse: 243    
αἰδοίως δ' ἀπέπεμπον ἐυσσέλμου ἐπὶ νηός.
Verse: 244    
καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ
Verse: 245    
εἵπετο· καὶ τόν τοι μυθήσομαι, οἷος ἔην περ.
Verse: 246    
γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος,
Verse: 247    
Εὐρυβάτης δ' ὄνομ' ἔσκε· τίεν δέ μιν ἔξοχον ἄλλων
Verse: 248    
ὧν ἑτάρων ᾽Οδυσεύς, ὅτι οἱ ϕρεσὶν ἄρτια ᾔδη."

Verse: 249       
ὣς ϕάτο, τῇ δ' ἔτι μᾶλλον ὑϕ' ἵμερον ὦρσε γόοιο
Verse: 250    
σήματ' ἀναγνούσῃ, τά οἱ ἔμπεδα πέϕραδ' ᾽Οδυσσεύς.
Verse: 251    
δ' ἐπεὶ οὖν τάρϕθη πολυδακρύτοιο γόοιο,
Verse: 252    
καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε·

Verse: 253       
"νῦν μὲν δή μοι, ξεῖνε, πάρος περ ἐὼν ἐλεεινός,
Verse: 254    
ἐν μεγάροισιν ἐμοῖσι ϕίλος τ' ἔσῃ αἰδοῖός τε·
Verse: 255    
αὐτὴ γὰρ τάδε εἵματ' ἐγὼ πόρον, οἷ' ἀγορεύεις,
Verse: 256    
πτύξασ' ἐκ θαλάμου, περόνην τ' ἐπέθηκα ϕαεινὴν
Verse: 257    
κείνῳ ἄγαλμ' ἔμεναι. τὸν δ' οὐχ ὑποδέξομαι αὖτις
Verse: 258    
οἴκαδε νοστήσαντα ϕίλην ἐς πατρίδα γαῖαν.
Verse: 259    
τῶ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς ᾽Οδυσσεὺς
Verse: 260    
ᾤχετ' ἐποψόμενος Κακοί:λιον οὐκ ὀνομαστήν."

Verse: 261       
τὴν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:

Verse: 262       
"ὦ γύναι αἰδοίη Λαερτιάδεω ᾽Οδυσῆος,
Verse: 263    
μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μηδέ τι θυμὸν
Verse: 264    
τῆκε πόσιν γοόωσα. νεμεσσῶμαί γε μὲν οὐδέν·
Verse: 265    
καὶ γάρ τίς τ' ἀλλοῖον ὀδύρεται ἄνδρ' ὀλέσασα
Verse: 266    
κουρίδιον, τῷ τέκνα τέκῃ ϕιλότητι μιγεῖσα,
Verse: 267    
᾽Οδυσῆ', ὅν ϕασι θεοῖσ' ἐναλίγκιον εἶναι.
Verse: 268    
ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον·
Verse: 269    
νημερτέως γάρ τοι μυθήσομαι οὐδ' ἐπικεύσω
Verse: 270    
ὡς ἤδη ᾽Οδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα
Verse: 271    
ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,
Verse: 272    
ζωοῦ· αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλά,
Verse: 273    
αἰτίζων ἀνὰ δῆμον. ἀτὰρ ἐρίηρας ἑταίρους
Verse: 274    
ὤλεσε καὶ νῆα γλαϕυρὴν ἐνὶ οἴνοπι πόντῳ,
Verse: 275    
Θρινακίης ἄπο νήσου ἰών· ὀδύσαντο γὰρ αὐτῷ
Verse: 276    
Ζεύς τε καὶ ᾽Ηέλιος: τοῦ γὰρ βόας ἔκταν ἑταῖροι.
Verse: 277    
οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ
Verse: 278    
τὸν δ' ἄρ' ἐπὶ τρόπιος νηὸς βάλε κῦμ' ἐπὶ χέρσου
Verse: 279    
Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν·
Verse: 280    
οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
Verse: 281    
καί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶ
Verse: 282    
οἴκαδ' ἀπήμαντον. καί κεν πάλαι ἐνθάδ' ᾽Οδυσσεὺς
Verse: 283    
ἤην· ἀλλ' ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ,
Verse: 284    
χρήματ' ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι·
Verse: 285    
ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπων
Verse: 286    
οἶδ' ᾽Οδυσεύς, οὐδ' ἄν τις ἐρίσσειε βροτὸς ἄλλος.
Verse: 287    
ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων·
Verse: 288    
ὤμνυε δὲ πρὸς ἔμ' αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,
Verse: 289    
νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
Verse: 290    
οἳ δή μιν πέμψουσι ϕίλην ἐς πατρίδα γαῖαν.
Verse: 291    
ἀλλ' ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς
Verse: 292    
ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
Verse: 293    
καί μοι κτήματ' ἔδειξεν, ὅσα ξυναγείρατ' ᾽Οδυσσεύς:
Verse: 294    
καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γ' ἔτι βόσκοι·
Verse: 295    
τόσσά οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
Verse: 296    
τὸν δ' ἐς Δωδώνην ϕάτο βήμεναι, ὄϕρα θεοῖο
Verse: 297    
ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσῃ,
Verse: 298    
ὅππως νοστήσειε ϕίλην ἐς πατρίδα γαῖαν
Verse: 299    
ἤδη δὴν ἀπεών, ἀμϕαδὸν ἦε κρυϕηδόν.
Verse: 300    
ὣς μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη
Verse: 301    
ἄγχι μάλ', οὐδ' ἔτι τῆλε ϕίλων καὶ πατρίδος αἴης
Verse: 302    
δηρὸν ἀπεσσεῖται· ἔμπης δέ τοι ὅρκια δώσω.
Verse: 303    
ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος,
Verse: 304    
ἱστίη τ' ᾽Οδυσῆος ἀμύμονος, ἣν ἀϕικάνω·
Verse: 305    
μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
Verse: 306    
τοῦδ' αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδ' ᾽Οδυσσεύς,
Verse: 307    
τοῦ μὲν ϕθίνοντος μηνός, τοῦ δ' ἱσταμένοιο."

Verse: 308       
τὸν δ' αὖτε προσέειπε περίϕρων Πηνελόπεια·

Verse: 309       
"αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
Verse: 310    
τῶ κε τάχα γνοίης ϕιλότητά τε πολλά τε δῶρα
Verse: 311    
ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
Verse: 312    
ἀλλά μοι ὧδ' ἀνὰ θυμὸν ὀίεται, ὡς ἔσεταί περ·
Verse: 313    
οὔτ' ᾽Οδυσεὺς ἔτι οἶκον ἐλεύσεται οὔτε σὺ πομπῆς
Verse: 314    
τεύξῃ, ἐπεὶ οὐ τοῖοι σημάντορές εἰσ' ἐνὶ οἴκῳ,
Verse: 315    
οἷος ᾽Οδυσσεὺς ἔσκε μετ' ἀνδράσιν, εἴ ποτ' ἔην γε,
Verse: 316    
ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι.
Verse: 317    
ἀλλά μιν, ἀμϕίπολοι, ἀπονίψατε, κάτθετε δ' εὐνήν,
Verse: 318    
δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα,
Verse: 319    
ὥς κ' εὖ θαλπιόων χρυσόθρονον ᾽Ηῶ ἵκηται.
Verse: 320    
ἠῶθεν δὲ μάλ' ἦρι λοέσσαί τε χρῖσαί τε,
Verse: 321    
ὥς κ' ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται
Verse: 322    
ἥμενος ἐν μεγάρῳ. τῷ δ' ἄλγιον, ὅς κεν ἐκείνων
Verse: 323    
τοῦτον ἀνιάζῃ θυμοϕθόρος: οὐδέ τι ἔργον
Verse: 324    
ἐνθάδ' ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνῶς.
Verse: 325    
πῶς γὰρ ἐμεῦ σύ, ξεῖνε, δαήσεαι, εἴ τι γυναικῶν
Verse: 326    
ἀλλάων περίειμι νόον καὶ ἐπίϕρονα μῆτιν,
Verse: 327    
εἴ κεν ἀυσταλέος, κακὰ εἱμένος ἐν μεγάροισι
Verse: 328    
δαινύῃ; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν.
Verse: 329    
ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ,
Verse: 330    
τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγε' ὀπίσσω
Verse: 331    
ζωῷ, ἀτὰρ τεθνεῶτί γ' ἐϕεψιόωνται ἅπαντες:
Verse: 332    
ὃς δ' ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ,
Verse: 333    
τοῦ μέν τε κλέος εὐρὺ διὰ ξεῖνοι ϕορέουσι
Verse: 334    
πάντας ἐπ' ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον."

Verse: 335       
τὴν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:

Verse: 336       
"ὦ γύναι αἰδοίη Λαερτιάδεω ᾽Οδυσῆος,
Verse: 337    
ἤτοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα
Verse: 338    
ἤχθεθ', ὅτε πρῶτον Κρήτης ὄρεα νιϕόεντα
Verse: 339    
νοσϕισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο,
Verse: 340    
κείω δ' ὡς τὸ πάρος περ ἀύπνους νύκτας ἴαυον·
Verse: 341    
πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ
Verse: 342    
ἄεσα καί τ' ἀνέμεινα ἐύθρονον ᾽Ηῶ δῖαν.
Verse: 343    
οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ
Verse: 344    
γίνεται· οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο
Verse: 345    
τάων, αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν,
Verse: 346    
εἰ μή τις γρηῦς ἐστι παλαιή, κέδν' εἰδυῖα,
Verse: 347    
τις δὴ τέτληκε τόσα ϕρεσὶν ὅσσα τ' ἐγώ περ·
Verse: 348    
τῇδε δ' ἂν οὐ ϕθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο."

Verse: 349       
τὸν δ' αὖτε προσέειπε περίϕρων Πηνελόπεια·

Verse: 350       
"ξεῖνε ϕίλοὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδε
Verse: 351    
ξείνων τηλεδαπῶν ϕιλίων ἐμὸν ἵκετο δῶμα,
Verse: 352    
ὡς σὺ μάλ' εὐϕραδέως πεπνυμένα πάντ' ἀγορεύεις
Verse: 353    
ἔστι δέ μοι γρηὺ:ς πυκινὰ ϕρεσὶ μήδε' ἔχουσα,
Verse: 354    
κεῖνον δύστηνον ἔυ τρέϕεν ἠδ' ἀτίταλλε
Verse: 355    
δεξαμένη χείρεσσ', ὅτε μιν πρῶτον τέκε μήτηρ·
Verse: 356    
σε πόδας νίψει ὀλιγηπελέουσά περ ἔμπης.
Verse: 357    
ἀλλ' ἄγε νῦν ἀνστᾶσα, περίϕρων Εὐρύκλεια,
Verse: 358    
νίψον σοῖο ἄνακτος ὁμήλικα· καί που ᾽Οδυσσεὺς
Verse: 359    
ἤδη τοιόσδ' ἐστὶ πόδας τοιόσδέ τε χεῖρας:
Verse: 360    
αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν."

Verse: 361       
ὣς ἄρ' ἔϕη, γρηὺ:ς δὲ κατέσχετο χερσὶ πρόσωπα,
Verse: 362    
δάκρυα δ' ἔκβαλε θερμά, ἔπος δ' ὀλοϕυδνὸν ἔειπεν·

Verse: 363       
"ὤμοι ἐγὼ σέο, τέκνον, ἀμήχανος: σε περὶ Ζεὺς
Verse: 364    
ἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα.
Verse: 365    
οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ
Verse: 366    
πίονα μηρί' ἔκη' οὐδ' ἐξαίτους ἑκατόμβας,
Verse: 367    
ὅσσα σὺ τῷ ἐδίδους ἀρώμενος, εἷος ἵκοιο
Verse: 368    
γῆράς τε λιπαρὸν θρέψαιό τε ϕαίδιμον υἱόν·
Verse: 369    
νῦν δέ τοι οἴῳ πάμπαν ἀϕείλετο νόστιμον ἦμαρ.
Verse: 370    
οὕτω που καὶ κείνῳ ἐϕεψιόωντο γυναῖκες
Verse: 371    
ξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώμαθ' ἵκοιτο,
Verse: 372    
ὡς σέθεν αἱ κύνες αἷδε καθεψιόωνται ἅπασαι,
Verse: 373    
τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλ' ἀλεείνων
Verse: 374    
οὐκ ἐάᾳς νίζειν· ἐμὲ δ' οὐκ ἀέκουσαν ἄνωγε
Verse: 375    
κούρη ᾽Ικαρίοιο, περίϕρων Πηνελόπεια.
Verse: 376    
τῶ σε πόδας νίψω ἅμα τ' αὐτῆς Πηνελοπείης
Verse: 377    
καὶ σέθεν εἵνεκ', ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς
Verse: 378    
κήδεσιν. ἀλλ' ἄγε νῦν ξυνίει ἔπος, ὅττι κεν εἴπω·
Verse: 379    
πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδ' ἵκοντο,
Verse: 380    
ἀλλ' οὔ πώ τινά ϕημι ἐοικότα ὧδε ἰδέσθαι,
Verse: 381    
ὡς σὺ δέμας ϕωνήν τε πόδας τ' ᾽Οδυσῆι ἔοικας."

Verse: 382       
τὴν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:

Verse: 383       
"ὦ γρηῦ, οὕτω ϕασὶν ὅσοι ἴδον ὀϕθαλμοῖσιν
Verse: 384    
ἡμέας ἀμϕοτέρους, μάλα εἰκέλω ἀλλήλοιιν
Verse: 385    
ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιϕρονέουσ' ἀγορεύεις."

Verse: 386       
ὣς ἄρ' ἔϕη, γρηὺ:ς δὲ λέβηθ' ἕλε παμϕανόωντα,
Verse: 387    
τῷ πόδας ἐξαπένιζεν, ὕδωρ δ' ἐνεχεύατο πουλοὺ
Verse: 388    
ψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήϕυσεν. αὐτὰρ ᾽Οδυσσεὺς
Verse: 389    
ἷζεν ἀπ' ἐσχαρόϕιν, ποτὶ δὲ σκότον ἐτράπετ' αἶψα·
Verse: 390    
αὐτίκα γὰρ κατὰ θυμὸν ὀίσατο, μή λαβοῦσα
Verse: 391    
οὐλὴν ἀμϕράσσαιτο καὶ ἀμϕαδὰ ἔργα γένοιτο.
Verse: 392    
νίζε δ' ἄρ' ἄσσον ἰοῦσα ἄναχθ' ἑόν· αὐτίκα δ' ἔγνω
Verse: 393    
οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι
Verse: 394    
Παρνησόν δ' ἐλθόντα μετ' Αὐτόλυκόν τε καὶ υἷας,
Verse: 395    
μητρὸς ἑῆς πατέρ' ἐσθλόν, ὃς ἀνθρώπους ἐκέκαστο
Verse: 396    
κλεπτοσύνῃ θ' ὅρκῳ τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκεν
Verse: 397    
῾Ερμείας: τῷ γὰρ κεχαρισμένα μηρία καῖεν
Verse: 398    
ἀρνῶν ἠδ' ἐρίϕων· δέ οἱ πρόϕρων ἅμ' ὀπήδει.
Verse: 399    
Αὐτόλυκος δ' ἐλθὼν ᾽Ιθάκης ἐς πίονα δῆμον
Verse: 400    
παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς:
Verse: 401    
τόν ῥά οἱ Εὐρύκλεια ϕίλοις ἐπὶ γούνασι θῆκε
Verse: 402    
παυομένῳ δόρποιο, ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζεν·

Verse: 403       
"Αὐτόλυκ', αὐτὸς νῦν ὄνομ' εὕρεο, ὅττί κε θεῖο
Verse: 404    
παιδὸς παιδὶ ϕίλῳ· πολυάρητος δέ τοί ἐστι."

Verse: 405       
τὴν δ' αὖτ' Αὐτόλυκος ἀπαμείβετο ϕώνησέν τε·

Verse: 406       
"γαμβρὸς ἐμὸς θύγατέρ τε, τίθεσθ' ὄνομ', ὅττί κεν εἴπω·
Verse: 407    
πολλοῖσιν γὰρ ἔγωγε ὀδυσσάμενος τόδ' ἱκάνω,
Verse: 408    
ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν·
Verse: 409    
τῷ δ' ᾽Οδυσεὺς ὄνομ' ἔστω ἐπώνυμον. αὐτὰρ ἔγωγε,
Verse: 410    
ὁππότ' ἂν ἡβήσας μητρώιον ἐς μέγα δῶμα
Verse: 411    
ἔλθῃ Παρνησόν δ', ὅθι που μοι κτήματ' ἔασι,
Verse: 412    
τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντ' ἀποπέμψω."

Verse: 413       
τῶν ἕνεκ' ἦλθ' ᾽Οδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα.
Verse: 414    
τὸν μὲν ἄρ' Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
Verse: 415    
χερσίν τ' ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·
Verse: 416    
μήτηρ δ' ᾽Αμϕιθέη μητρὸς περιϕῦσ' ᾽Οδυσῆι
Verse: 417    
κύσσ' ἄρα μιν κεϕαλήν τε καὶ ἄμϕω ϕάεα καλά.
Verse: 418    
Αὐτόλυκος δ' υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι
Verse: 419    
δεῖπνον ἐϕοπλίσσαι· τοὶ δ' ὀτρύνοντος ἄκουσαν,
Verse: 420    
αὐτίκα δ' εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον·
Verse: 421    
τὸν δέρον ἀμϕί θ' ἕπον καί μιν διέχευαν ἅπαντα
Verse: 422    
μίστυλλόν τ' ἄρ' ἐπισταμένως πεῖράν τ' ὀβελοῖσιν
Verse: 423    
ὤπτησάν τε περιϕραδέως δάσσαντό τε μοίρας.
Verse: 424    
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
Verse: 425    
δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐίσης:
Verse: 426    
ἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέϕας ἦλθε,
Verse: 427    
δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.

Verse: 428       
ἦμος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
Verse: 429    
βάν ' ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ
Verse: 430    
υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος ᾽Οδυσσεὺς
Verse: 431    
ἤιεν· αἰπὺ δ' ὄρος προσέβαν καταειμένον ὕλῃ
Verse: 432    
Παρνησοῦ, τάχα δ' ἵκανον πτύχας ἠνεμοέσσας.
Verse: 433    
᾽Ηέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
Verse: 434    
ἐξ ἀκαλαρρείταο βαθυρρόου ᾽Ωκεανοῖο,
Verse: 435    
οἱ δ' ἐς βῆσσαν ἵκανον ἐπακτῆρες: πρὸ δ' ἄρ' αὐτῶν
Verse: 436    
ἴχνι' ἐρευνῶντες κύνες ἤισαν, αὐτὰρ ὄπισθεν
Verse: 437    
υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος ᾽Οδυσσεὺς
Verse: 438    
ἤιεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος.
Verse: 439    
ἔνθα δ' ἄρ' ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς:
Verse: 440    
τὴν μὲν ἄρ' οὔτ' ἀνέμων διάη μένος ὑγρὸν ἀέντων
Verse: 441    
οὔτέ μιν ᾽Ηέλιος ϕαέθων ἀκτῖσιν ἔβαλλεν,
Verse: 442    
οὔτ' ὄμβρος περάασκε διαμπερές: ὣς ἄρα πυκνὴ
Verse: 443    
ἦεν, ἀτὰρ ϕύλλων ἐνέην χύσις ἤλιθα πολλή.
Verse: 444    
τὸν δ' ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖιν,
Verse: 445    
ὡς ἐπάγοντες ἐπῇσαν· δ' ἀντίος ἐκ ξυλόχοιο,
Verse: 446    
ϕρίξας εὖ λοϕιήν, πῦρ δ' ὀϕθαλμοῖσι δεδορκώς,
Verse: 447    
στῆ ' αὐτῶν σχεδόθεν. δ' ἄρα πρώτιστος ᾽Οδυσσεὺς
Verse: 448    
ἔσσυτ' ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ,
Verse: 449    
οὐτάμεναι μεμαώς: δέ μιν ϕθάμενος ἔλασεν σῦς
Verse: 450    
γουνὸς ὕπερ, πολλὸν δὲ διήϕυσε σαρκὸς ὀδόντι
Verse: 451    
λικριϕὶς ἀίξας, ου ' ὀστέον ἵκετο ϕωτός.
Verse: 452    
τὸν δ' ᾽Οδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον,
Verse: 453    
ἀντικρὺ δὲ διῆλθε ϕαεινοῦ δουρὸς ἀκωκή·
Verse: 454    
κὰδ δ' ἔπεσ' ἐν κονίῃσι μακών, ἀπὸ δ' ἔπτατο θυμός.
Verse: 455    
τὸν μὲν ἄρ' Αὐτολύκου παῖδες ϕίλοι ἀμϕεπένοντο,
Verse: 456    
ὠτειλὴν δ' ᾽Οδυσῆος ἀμύμονος ἀντιθέοιο
Verse: 457    
δῆσαν ἐπισταμένως, ἐπαοιδῇ δ' αἷμα κελαινὸν
Verse: 458    
ἔσχεθον, αἶψα δ' ἵκοντο ϕίλου πρὸς δώματα πατρός.
Verse: 459    
τὸν μὲν ἄρ' Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
Verse: 460    
εὖ ἰησάμενοι ἠδ' ἀγλαὰ δῶρα πορόντες
Verse: 461    
καρπαλίμως χαίροντα ϕίλην ἐς πετρίδ' ἔπεμπον,
Verse: 462    
εἰς ᾽Ιθάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ
Verse: 463    
χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα,
Verse: 464    
οὐλὴν ὅττι πάθοι· δ' ἄρά σϕισιν εὖ κατέλεξεν
Verse: 465    
ὥς μιν θηρεύοντ' ἔλασεν σῦς λευκῷ ὀδόντι
Verse: 466    
Παρνησόν δ' ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.

Verse: 467       
τὴν γρηὺ:ς χείρεσσι καταπρηνέσσι λαβοῦσα
Verse: 468    
γνῶ ' ἐπιμασσαμένη, πόδα δὲ προέηκε ϕέρεσθαι·
Verse: 469    
ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός,
Verse: 470    
ἂψ δ' ἑτέρωσ' ἐκλίθη· τὸ δ' ἐπὶ χθονὸς ἐξέχυθ' ὕδωρ.
Verse: 471    
τὴν δ' ἅμα χάρμα καὶ ἄλγος ἕλε ϕρένα, τὼ δέ οἱ ὄσσε
Verse: 472    
δακρυόϕι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο ϕωνή.
Verse: 473    
ἁψαμένη δὲ γενείου ᾽Οδυσσῆα προσέειπεν·

Verse: 474       
"ἦ μάλ' ᾽Οδυσσεύς ἐσσι, ϕίλον τέκος: οὐδέ σ' ἔγωγε
Verse: 475    
πρὶν ἔγνων, πρὶν πάντα ἄνακτ' ἐμὸν ἀμϕαϕάασθαι."

Verse: 476       
καὶ Πηνελόπειαν ἐσέδρακεν ὀϕθαλμοῖσι,
Verse: 477    
πεϕραδέειν ἐθέλουσα ϕίλον πόσιν ἔνδον ἐόντα.
Verse: 478    
δ' οὔτ' ἀθρῆσαι δύνατ' ἀντίη οὔτε νοῆσαι·
Verse: 479    
τῇ γὰρ ᾽Αθηναίη νόον ἔτραπεν. αὐτὰρ ᾽Οδυσσεὺς
Verse: 480    
χείρ' ἐπιμασσάμενος ϕάρυγος λάβε δεξιτερῆϕι,
Verse: 481    
τῇ δ' ἑτέρῃ ἕθεν ἄσσον ἐρύσσατο ϕώνησέν τε·

Verse: 482       
"μαῖα, τί μ' ἐθέλεις ὀλέσαι; σὺ δέ μ' ἔτρεϕες αὐτὴ
Verse: 483    
τῷ σῷ ἐπὶ μαζῷ· νῦν δ' ἄλγεα πολλὰ μογήσας
Verse: 484    
ἤλυθον εἰκοστῷ ἔτειὴ ἐς πατρίδα γαῖαν.
Verse: 485    
ἀλλ' ἐπεὶ ἐϕράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,
Verse: 486    
σίγα, μή τίς τ' ἄλλος ἐνὶ μεγάροισι πύθηται.
Verse: 487    
ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
Verse: 488    
εἴ χ' ὑπ' ἔμοιγε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
Verse: 489    
οὐδὲ τροϕοῦ οὔσης σεῦ ἀϕέξομαι, ὁππότ' ἂν ἄλλας
Verse: 490    
δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας."

Verse: 491       
τὸν δ' αὖτε προσέειπε περίϕρων Εὐρύκλεια·

Verse: 492       
"τέκνον ἐμόν, ποῖόν σε ἔπος ϕύγεν ἕρκος ὀδόντων.
Verse: 493    
οἶσθα μέν οἷον ἐμὸν μένος ἔμπεδον οὐδ' ἐπιεικτόν,
Verse: 494    
ἕξω δ' ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος.
Verse: 495    
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ ϕρεσὶ βάλλεο σῇσιν·
Verse: 496    
εἴ χ' ὑπὸ σοίγε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
Verse: 497    
δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας,
Verse: 498    
αἵ τέ σ' ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι."

Verse: 499       
τὴν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:

Verse: 500       
"μαῖα, τί δὲ σὺ τὰς μυθήσεαι; οὐδέ τί σε χρή·
Verse: 501    
εὖ νυ καὶ αὐτὸς ἐγὼ ϕράσομαι καὶ εἴσομ' ἑκάστην.
Verse: 502    
ἀλλ' ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεοῖσιν."

Verse: 503       
ὣς ἄρ' ἔϕη, γρηὺ:ς δὲ δι' ἐκ μεγάροιο βεβήκει
Verse: 504    
οἰσομένη ποδάνιπτρα· τὰ γὰρ πρότερ' ἔκχυτο πάντα.
Verse: 505    
αὐτὰρ ἐπεὶ νίψέν τε καὶ ἤλειψεν λίπ' ἐλαίῳ,
Verse: 506    
αὖτις ἄρ' ἀσσοτέρω πυρὸς ἕλκετο δίϕρον ᾽Οδυσσεὺς
Verse: 507    
θερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε.
Verse: 508    
τοῖσι δὲ μύθων ἦρχε περίϕρων Πηνελόπεια·

Verse: 509       
"ξεῖνε, τὸ μέν σ' ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή·
Verse: 510    
καὶ γὰρ δὴ κοίτοιο τάχ' ἔσσεται ἡδέος ὥρη,
Verse: 511    
ὅν τινά γ' ὕπνος ἕλοι γλυκερὸς καὶ κηδόμενόν περ.
Verse: 512    
αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων·
Verse: 513    
ἤματα μὲν γὰρ τέρπομ' ὀδυρομένη, γοόωσα,
Verse: 514    
ἔς τ' ἐμὰ ἔργ' ὁρόωσα καὶ ἀμϕιπόλων ἐνὶ οἴκῳ·
Verse: 515    
αὐτὰρ ἐπὴν νὺξ ἔλθῃ, ἕλῃσί τε κοῖτος ἅπαντας,
Verse: 516    
κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμϕ' ἁδινὸν κῆρ
Verse: 517    
ὀξεῖαι μελεδῶναι ὀδυρομένην ἐρέθουσιν.
Verse: 518    
ὡς δ' ὅτε Πανδαρέου κούρη, χλωρηὶς ᾽Αηδών,
Verse: 519    
καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο,
Verse: 520    
δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν,
Verse: 521    
τε θαμὰ τρωπῶσα χέει πολυηχέα ϕωνήν,
Verse: 522    
παῖδ' ὀλοϕυρομένη ῎Ιτυλον ϕίλον, ὅν ποτε χαλκῷ
Verse: 523    
κτεῖνε δι' ἀϕραδίας, κοῦρον Ζήθοιο ἄνακτος,
Verse: 524    
ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα,
Verse: 525    
ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα ϕυλάσσω,
Verse: 526    
κτῆσιν ἐμήν, δμῳάς τε καὶ ὑψερεϕὲς μέγα δῶμα,
Verse: 527    
εὐνήν τ' αἰδομένη πόσιος δήμοιό τε ϕῆμιν,
Verse: 528    
ἤδη ἅμ' ἕπωμαι, ᾽Αχαιῶν ὅς τις ἄριστος
Verse: 529    
μνᾶται ἐνὶ μεγάροισι, πορὼν ἀπερείσια ἕδνα.
Verse: 530    
παῖς δ' ἐμὸς ἕως μὲν ἔην ἔτι νήπιος ἠδὲ χαλίϕρων,
Verse: 531    
γήμασθ' οὔ μ' εἴα πόσιος κατὰ δῶμα λιποῦσαν·
Verse: 532    
νῦν δ' ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει,
Verse: 533    
καὶ δή μ' ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο,
Verse: 534    
κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν ᾽Αχαιοί.
Verse: 535    
ἀλλ' ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον.
Verse: 536    
χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν
Verse: 537    
ἐξ ὕδατος, καί τέ σϕιν ἰαίνομαι εἰσορόωσα·
Verse: 538    
ἐλθὼν δ' ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης
Verse: 539    
πᾶσι κατ' αὐχένας ἦξε καὶ ἔκτανεν· οἱ δὲ κέχυντο
Verse: 540    
ἁθρόοι ἐν μεγάροις, δ' ἐς αἰθέρα δῖαν ἀέρθη.
Verse: 541    
αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ,
Verse: 542    
ἀμϕὶ δ' ἔμ' ἠγερέθοντο ἐυπλοκαμῖδες ᾽Αχαιαὶ
Verse: 543    
οἴκτρ' ὀλοϕυρομένην μοι αἰετὸς ἔκτανε χῆνας.
Verse: 544    
ἂψ δ' ἐλθὼν κατ' ἄρ' ἕζετ' ἐπὶ προὔχοντι μελάθρῳ,
Verse: 545    
ϕωνῇ δὲ βροτέῃ κατερήτυε ϕώνησέν τε·
Verse: 546    
'θάρσει, ᾽Ικαρίου κούρη τηλεκλειτοῖο·
Verse: 547    
οὐκ ὄναρ, ἀλλ' ὕπαρ ἐσθλόν, τοι τετελεσμένον ἔσται.
Verse: 548    
χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνις
Verse: 549    
ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα,
Verse: 550    
ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐϕήσω.'
Verse: 551    
ὣς ἔϕατ', αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε·
Verse: 552    
παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα
Verse: 553    
πυρὸν ἐρεπτομένους παρὰ πύελον, ἧχι πάρος περ."

Verse: 554       
τὴν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:

Verse: 555       
"ὦ γύναι, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον
Verse: 556    
ἄλλῃ ἀποκλίναντ', ἐπεὶ ῥά τοι αὐτὸς ᾽Οδυσσεὺς
Verse: 557    
πέϕραδ' ὅπως τελέει· μνηστῆρσι δὲ ϕαίνετ' ὄλεθρος
Verse: 558    
πᾶσι μάλ', οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει."

Verse: 559       
τὸν δ' αὖτε προσέειπε περίϕρων Πηνελόπεια·

Verse: 560       
"ξεῖν', ἤτοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι
Verse: 561    
γίνοντ', οὐδέ τι πάντα τελείεται ἀνθρώποισι.
Verse: 562    
δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων·
Verse: 563    
αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δ' ἐλέϕαντι.
Verse: 564    
τῶν οἳ μέν κ' ἔλθωσι διὰ πριστοῦ ἐλέϕαντος,
Verse: 565    
οἵ ' ἐλεϕαίρονται, ἔπε' ἀκράαντα ϕέροντες:
Verse: 566    
οἳ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε,
Verse: 567    
οἵ ' ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται.
Verse: 568    
ἀλλ' ἐμοὶ οὐκ ἐντεῦθεν ὀίομαι αἰνὸν ὄνειρον
Verse: 569    
ἐλθέμεν· κ' ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο.
Verse: 570    
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ ϕρεσὶ βάλλεο σῇσιν·
Verse: 571    
ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, μ' ᾽Οδυσῆος
Verse: 572    
οἴκου ἀποσχήσει· νῦν γὰρ καταθήσω ἄεθλον,
Verse: 573    
τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν
Verse: 574    
ἵστασχ' ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας:
Verse: 575    
στὰς δ' γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀιὴστόν.
Verse: 576    
νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐϕήσω·
Verse: 577    
ὃς δέ κε ῥηίτατ' ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
Verse: 578    
καὶ διοιὴστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
Verse: 579    
τῷ κεν ἅμ' ἑσποίμην νοσϕισσαμένη τόδε δῶμα
Verse: 580    
κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,
Verse: 581    
τοῦ ποτε μεμνήσεσθαι ὀίομαι ἔν περ ὀνείρῳ."

Verse: 582       
τὴν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:

Verse: 583       
"ὦ γύναι αἰδοίη Λαερτιάδεω ᾽Οδυσῆος,
Verse: 584    
μηκέτι νῦν ἀνάβαλλε δόμοις ἔνι τοῦτον ἄεθλον·
Verse: 585    
πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδ' ᾽Οδυσσεύς,
Verse: 586    
πρὶν τούτους τόδε τόξον ἐύξοον ἀμϕαϕόωντας
Verse: 587    
νευρήν τ' ἐντανύσαι διοιὴστεῦσαί τε σιδήρου."

Verse: 588       
τὸν δ' αὖτε προσέειπε περίϕρων Πηνελόπεια·

Verse: 589       
"εἴ κ' ἐθέλοις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισι
Verse: 590    
τέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεϕάροισι χυθείη.
Verse: 591    
ἀλλ' οὐ γάρ πως ἔστιν ἀύπνους ἔμμεναι αἰὲν
Verse: 592    
ἀνθρώπους: ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκαν
Verse: 593    
ἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
Verse: 594    
ἀλλ' ἤτοι μὲν ἐγὼν ὑπερώιον εἰσαναβᾶσα
Verse: 595    
λέξομαι εἰς εὐνήν, μοι στονόεσσα τέτυκται,
Verse: 596    
αἰεὶ δάκρυσ' ἐμοῖσι πεϕυρμένη, ἐξ οὗ ᾽Οδυσσεὺς
Verse: 597    
ᾤχετ' ἐποψόμενος Κακοί:λιον, οὐκ ὀνομαστήν.
Verse: 598    
ἔνθά κε λεξαίμην· σὺ δὲ λέξεο τῷδ' ἐνὶ οἴκῳ,
Verse: 599    
χαμάδις στορέσας, ἤτοι κατὰ δέμνια θέντων."

Verse: 600       
ὣς εἰποῦσ' ἀνέβαιν' ὑπερώια σιγαλόεντα,
Verse: 601    
οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμϕίπολοι κίον ἄλλαι.
Verse: 602    
ἐς δ' ὑπερῷ' ἀναβᾶσα σὺν ἀμϕιπόλοισι γυναιξὶ
Verse: 603    
κλαῖεν ἔπειτ' ᾽Οδυσῆα, ϕίλον πόσιν, ὄϕρά οἱ ὕπνον
Verse: 604    
ἡδὺν ἐπὶ βλεϕάροισι βάλε γλαυκῶπις ᾽Αθήνη.



Next part



This text is part of the TITUS edition of Homer, Odyssee.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.