TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 875
Previous part

Chapter: 24 
Verse: 1    ῾Η σοϕία αἰνέσει ψυχὴν αὐτῆς
   
καὶ ἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται·
Verse: 2    
ἐν ἐκκλησίᾳ ὑψίστου στόμα αὐτῆς ἀνοίξει
   
καὶ ἔναντι δυνάμεως αὐτοῦ καυχήσεται
Verse: 3    
᾽Εγὼ ἀπὸ στόματος ὑψίστου ἐξῆλθον
   
καὶ ὡς ὁμίχλη κατεκάλυψα γῆν·
Verse: 4    
ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα,
   
καὶ θρόνος μου ἐν στύλῳ νεϕέλης·
Verse: 5    
γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη
   
καὶ ἐν βάθει ἀβύσσων περιεπάτησα·
Verse: 6    
ἐν κύμασιν θαλάσσης καὶ ἐν πάσῃ τῇ γῇ
   
καὶ ἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην.
Verse: 7    
μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα
   
καὶ ἐν κληρονομίᾳ τίνος αὐλισθήσομαι.
Verse: 8    
τότε ἐνετείλατό μοι κτίστης ἁπάντων,
   
καὶ κτίσας με κατέπαυσεν τὴν σκηνήν μου
   
καὶ εἶπεν ᾽Εν Ιακωβ κατασκήνωσον
   
καὶ ἐν Ισραηλ κατακληρονομήθητι.
Verse: 9    
πρὸ τοῦ αἰῶνος ἀπ' ἀρχῆς ἔκτισέν με,
   
καὶ ἕως αἰῶνος οὐ μὴ ἐκλίπω.
Verse: 10    
ἐν σκηνῇ ἁγίᾳ ἐνώπιον αὐτοῦ ἐλειτούργησα
   
καὶ οὕτως ἐν Σιων ἐστηρίχθην·
Verse: 11    
ἐν πόλει ἠγαπημένῃ ὁμοίως με κατέπαυσεν,
   
καὶ ἐν Ιερουσαλημ ἐξουσία μου·
Verse: 12    
καὶ ἐρρίζωσα ἐν λαῷ δεδοξασμένῳ,
   
ἐν μερίδι κυρίου, κληρονομίας αὐτοῦ.
Verse: 13    
ὡς κέδρος ἀνυψώθην ἐν τῷ Λιβάνῳ
   
καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν Αερμων·
Verse: 14    
ὡς ϕοῖνιξ ἀνυψώθην ἐν Αιγγαδοις
   
καὶ ὡς ϕυτὰ ῥόδου ἐν Ιεριχω,
   
ὡς ἐλαία εὐπρεπὴς ἐν πεδίῳ,
   
καὶ ἀνυψώθην ὡς πλάτανος.
Verse: 15    
ὡς κιννάμωμον καὶ ἀσπάλαθος ἀρωμάτων δέδωκα ὀσμὴν
   
καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν,
   
ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτὴ
   
καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ.
Verse: 16    
ἐγὼ ὡς τερέμινθος ἐξέτεινα κλάδους μου,
   
καὶ οἱ κλάδοι μου κλάδοι δόξης καὶ χάριτος.
Verse: 17    
ἐγὼ ὡς ἄμπελος ἐβλάστησα χάριν,
   
καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου.
Verse: 19    
προσέλθετε πρός με, οἱ ἐπιθυμοῦντές μου,
   
καὶ ἀπὸ τῶν γενημάτων μου ἐμπλήσθητε·
Verse: 20    
τὸ γὰρ μνημόσυνόν μου ὑπὲρ τὸ μέλι γλυκύ,
   
καὶ κληρονομία μου ὑπὲρ μέλιτος κηρίον.
Verse: 21    
οἱ ἐσθίοντές με ἔτι πεινάσουσιν,
   
καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν.
Verse: 22    
ὑπακούων μου οὐκ αἰσχυνθήσεται,
   
καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσιν.
Verse: 23    
Ταῦτα πάντα βίβλος διαθήκης θεοῦ ὑψίστου,
   
νόμον ὃν ἐνετείλατο ἡμῖν Μωυσῆς
   
κληρονομίαν συναγωγαῖς Ιακωβ,
Verse: 25    
πιμπλῶν ὡς Φισων σοϕίαν
   
καὶ ὡς Τίγρις ἐν ἡμέραις νέων,
Verse: 26    
ἀναπληρῶν ὡς Εὐϕράτης σύνεσιν
   
καὶ ὡς Ιορδάνης ἐν ἡμέραις θερισμοῦ,
Verse: 27    
ἐκϕαίνων ὡς ϕῶς παιδείαν,
   
ὡς Γηων ἐν ἡμέραις τρυγήτου.
Verse: 28    
οὐ συνετέλεσεν πρῶτος γνῶναι αὐτήν,
   
καὶ οὕτως ἔσχατος οὐκ ἐξιχνίασεν αὐτήν·
Verse: 29    
ἀπὸ γὰρ θαλάσσης ἐπληθύνθη διανόημα αὐτῆς
   
καὶ βουλὴ αὐτῆς ἀπὸ ἀβύσσου μεγάλης.
Verse: 30    
Κἀγὼ ὡς διῶρυξ ἀπὸ ποταμοῦ
   
καὶ ὡς ὑδραγωγὸς ἐξῆλθον εἰς παράδεισον·
Verse: 31    
εἶπα Ποτιῶ μου τὸν κῆπον
   
καὶ μεθύσω μου τὴν πρασιάν·
   
καὶ ἰδοὺ ἐγένετό μοι διῶρυξ εἰς ποταμόν,
   
καὶ ποταμός μου ἐγένετο εἰς θάλασσαν.
Verse: 32    
ἔτι παιδείαν ὡς ὄρθρον ϕωτιῶ
   
καὶ ἐκϕανῶ αὐτὰ ἕως εἰς μακράν·
Verse: 33    
ἔτι διδασκαλίαν ὡς προϕητείαν ἐκχεῶ
   
καὶ καταλείψω αὐτὴν εἰς γενεὰς αἰώνων.
Verse: 34    
ἴδετε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα,
   
ἀλλ' ἅπασιν τοῖς ἐκζητοῦσιν αὐτήν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.