TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 876
Previous part

Chapter: 25 
Verse: 1    ᾽Εν τρισὶν ὡραίσθην καὶ ἀνέστην ὡραία
   
ἔναντι κυρίου καὶ ἀνθρώπων·
   
ὁμόνοια ἀδελϕῶν, καὶ ϕιλία τῶν πλησίον,
   
καὶ γυνὴ καὶ ἀνὴρ ἑαυτοῖς συμπεριϕερόμενοι.
Verse: 2    
τρία δὲ εἴδη ἐμίσησεν ψυχή μου
   
καὶ προσώχθισα σϕόδρα τῇ ζωῇ αὐτῶν·
   
πτωχὸν ὑπερήϕανον, καὶ πλούσιον ψεύστην,
   
γέροντα μοιχὸν ἐλαττούμενον συνέσει.
Verse: 3    
᾽Εν νεότητι οὐ συναγείοχας,
   
καὶ πῶς ἂν εὕροις ἐν τῷ γήρᾳ σου;
Verse: 4    
ὡς ὡραῖον πολιαῖς κρίσις
   
καὶ πρεσβυτέροις ἐπιγνῶναι βουλήν.
Verse: 5    
ὡς ὡραία γερόντων σοϕία
   
καὶ δεδοξασμένοις διανόημα καὶ βουλή.
Verse: 6    
στέϕανος γερόντων πολυπειρία,
   
καὶ τὸ καύχημα αὐτῶν ϕόβος κυρίου.
Verse: 7    
᾽Εννέα ὑπονοήματα ἐμακάρισα ἐν καρδίᾳ
   
καὶ τὸ δέκατον ἐρῶ ἐπὶ γλώσσης·
   
ἄνθρωπος εὐϕραινόμενος ἐπὶ τέκνοις,
   
ζῶν καὶ βλέπων ἐπὶ πτώσει ἐχθρῶν·
Verse: 8    
μακάριος συνοικῶν γυναικὶ συνετῇ,
   
καὶ ὃς ἐν γλώσσῃ οὐκ ὠλίσθησεν,
   
καὶ ὃς οὐκ ἐδούλευσεν ἀναξίῳ ἑαυτοῦ·
Verse: 9    
μακάριος ὃς εὗρεν ϕρόνησιν,
   
καὶ διηγούμενος εἰς ὦτα ἀκουόντων·
Verse: 10    
ὡς μέγας εὑρὼν σοϕίαν·
   
ἀλλ' οὐκ ἔστιν ὑπὲρ τὸν ϕοβούμενον τὸν κύριον·
Verse: 11    
ϕόβος κυρίου ὑπὲρ πᾶν ὑπερέβαλεν,
   
κρατῶν αὐτοῦ τίνι ὁμοιωθήσεται;
Verse: 13    
Πᾶσαν πληγὴν καὶ μὴ πληγὴν καρδίας,
   
καὶ πᾶσαν πονηρίαν καὶ μὴ πονηρίαν γυναικός·
Verse: 14    
πᾶσαν ἐπαγωγὴν καὶ μὴ ἐπαγωγὴν μισούντων,
   
καὶ πᾶσαν ἐκδίκησιν καὶ μὴ ἐκδίκησιν ἐχθρῶν.
Verse: 15    
οὐκ ἔστιν κεϕαλὴ ὑπὲρ κεϕαλὴν ὄϕεως,
   
καὶ οὐκ ἔστιν θυμὸς ὑπὲρ θυμὸν ἐχθροῦ.
Verse: 16    
συνοικῆσαι λέοντι καὶ δράκοντι εὐδοκήσω
   
συνοικῆσαι μετὰ γυναικὸς πονηρᾶς.
Verse: 17    
πονηρία γυναικὸς ἀλλοιοῖ τὴν ὅρασιν αὐτῆς
   
καὶ σκοτοῖ τὸ πρόσωπον αὐτῆς ὡς ἄρκος·
Verse: 18    
ἀνὰ μέσον τῶν πλησίον αὐτοῦ ἀναπεσεῖται ἀνηρ αὐτῆς
   
καὶ ἀκουσίως ἀνεστέναξεν πικρά.
Verse: 19    
μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός,
   
κλῆρος ἁμαρτωλοῦ ἐπιπέσοι αὐτῇ.
Verse: 20    
ἀνάβασις ἀμμώδης ἐν ποσὶν πρεσβυτέρου,
   
οὕτως γυνὴ γλωσσώδης ἀνδρὶ ἡσύχῳ.
Verse: 21    
μὴ προσπέσῃς ἐπὶ κάλλος γυναικὸς
   
καὶ γυναῖκα μὴ ἐπιποθήσῃς.
Verse: 22    
ὀργὴ καὶ ἀναίδεια καὶ αἰσχύνη μεγάλη
   
γυνὴ ἐὰν ἐπιχορηγῇ τῷ ἀνδρὶ αὐτῆς.
Verse: 23    
καρδία ταπεινὴ καὶ πρόσωπον σκυθρωπὸν
   
καὶ πληγὴ καρδίας γυνὴ πονηρά·
   
χεῖρες παρειμέναι καὶ γόνατα παραλελυμένα
   
ἥτις οὐ μακαριεῖ τὸν ἄνδρα αὐτῆς.
Verse: 24    
ἀπὸ γυναικὸς ἀρχὴ ἁμαρτίας,
   
καὶ δι' αὐτὴν ἀποθνῄσκομεν πάντες.
Verse: 25    
μὴ δῷς ὕδατι διέξοδον
   
μηδὲ γυναικὶ πονηρᾷ παρρησίαν·
Verse: 26    
εἰ μὴ πορεύεται κατὰ χεῖράς σου,
   
ἀπὸ τῶν σαρκῶν σου ἀπότεμε αὐτήν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.