TITUS
Homer, Odyssee
Part No. 7
Previous part

Chapter: 7    
ΟΔΥΣΣΕΙΑΣ Η


Verse: 1       ῝Ως μὲν ἔνθ' ἠρᾶτο πολύτλας δῖος ᾽Οδυσσεύς,
Verse: 2    
κούρην δὲ προτὶ ἄστυ ϕέρεν μένος ἡμιόνοιιν.
Verse: 3    
δ' ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθ' ἵκανε,
Verse: 4    
στῆσεν ἄρ' ἐν προθύροισι· κασίγνητοι δέ μιν ἀμϕὶς
Verse: 5    
ἵσταντ' ἀθανάτοις ἐναλίγκιοι, οἵ ' ὑπ' ἀπήνης
Verse: 6    
ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσϕερον εἴσω.
Verse: 7    
αὐτὴ δ' ἐς θάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦρ
Verse: 8    
γρηὺ:ς ᾽Απειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,
Verse: 9    
τήν ποτ' ᾽Απείρηθεν νέες ἤγαγον ἀμϕιέλισσαι·
Verse: 10    
᾽Αλκινόῳ δ' αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσι
Verse: 11    
Φαιήκεσσιν ἄνασσε, θεοῦ δ' ὣς δῆμος ἄκουεν·
Verse: 12    
τρέϕε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.
Verse: 13    
οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.

Verse: 14       
καὶ τότ' ᾽Οδυσσεὺς ὦρτο πόλιν δ' ἴμεν· ἀμϕὶ δ' ᾽Αθήνη
Verse: 15    
πολλὴν ἠέρα χεῦε ϕίλα ϕρονέουσ' ᾽Οδυσῆι,
Verse: 16    
μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας
Verse: 17    
κερτομέοι τ' ἐπέεσσι καὶ ἐξερέοιθ' ὅτις εἴη.
Verse: 18    
ἀλλ' ὅτε δὴ ἄρ' ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,
Verse: 19    
ἔνθά οἱ ἀντεβόλησε θεὰ γλαυκῶπις ᾽Αθήνη
Verse: 20    
παρθενικῇ εἰκυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.
Verse: 21    
στῆ δὲ πρόσθ' αὐτοῦ· δ' ἀνείρετο δῖος ᾽Οδυσσεύς:

Verse: 22       
"ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο
Verse: 23    
᾽Αλκινόου, ὃς τοῖσδε μετ' ἀνθρώποισιν ἀνάσσει;
Verse: 24    
καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδ' ἱκάνω
Verse: 25    
τηλόθεν ἐξ ἀπίης γαίης: τῶ οὔ τινα οἶδα
Verse: 26    
ἀνθρώπων, οἳ τῆνδε πόλιν καὶ γαῖαν ἔχουσι."

Verse: 27       
τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις ᾽Αθήνη·

Verse: 28       
"τοὶ γὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον ὅν με κελεύεις
Verse: 29    
δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.
Verse: 30    
ἀλλ' ἴθι σιγῇ τοῖον - ἐγὼ δ' ὁδὸν ἡγεμονεύσω -
Verse: 31    
μηδέ τιν' ἀνθρώπων προτιόσσεο μηδ' ἐρέεινε.
Verse: 32    
οὐ γὰρ ξείνους οἵ γε μάλ' ἀνθρώπους ἀνέχονται,
Verse: 33    
οὐδ' ἀγαπαζόμενοι ϕιλέουσ' ὅς κ' ἄλλοθεν ἔλθῃ.
Verse: 34    
νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι
Verse: 35    
λαῖτμα μέγ' ἐκπερόωσιν, ἐπεί σϕισι δῶκ' ἐνοσίχθων·
Verse: 36    
τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα."

Verse: 37       
ὣς ἄρα ϕωνήσασ' ἡγήσατο Παλλὰς ᾽Αθήνη
Verse: 38    
καρπαλίμως: δ' ἔπειτα μετ' ἴχνια βαῖνε θεοῖο.
Verse: 39    
τὸν δ' ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν
Verse: 40    
ἐρχόμενον κατὰ ἄστυ διὰ σϕέας: οὐ γὰρ ᾽Αθήνη
Verse: 41    
εἴα ἐυπλόκαμος, δεινὴ θεός, ῥά οἱ ἀχλὺν
Verse: 42    
θεσπεσίην κατέχευε ϕίλα ϕρονέουσ' ἐνὶ θυμῷ.
Verse: 43    
θαύμαζεν δ' ᾽Οδυσεὺς λιμένας καὶ νῆας ἐίσας
Verse: 44    
αὐτῶν θ' ἡρώων ἀγορὰς καὶ τείχεα μακρά
Verse: 45    
ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.
Verse: 46    
ἀλλ' ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθ' ἵκοντο,
Verse: 47    
τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις ᾽Αθήνη·

Verse: 48       
"οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις
Verse: 49    
πεϕραδέμεν· δήεις δὲ Διοτρεϕέας βασιλῆας
Verse: 50    
δαίτην δαινυμένους: σὺ δ' ἔσω κίε μηδέ τι θυμῷ
Verse: 51    
τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων
Verse: 52    
ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.
Verse: 53    
δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·
Verse: 54    
᾽Αρήτη δ' ὄνομ' ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων
Verse: 55    
τῶν αὐτῶν οἵ περ τέκον ᾽Αλκίνοον βασιλῆα.
Verse: 56    
Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων
Verse: 57    
γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,
Verse: 58    
ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,
Verse: 59    
ὅς ποθ' ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.
Verse: 60    
ἀλλ' μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δ' αὐτός,
Verse: 61    
τῇ δὲ Ποσειδάων ἐμίγη, καὶ ἐγείνατο παῖδα
Verse: 62    
Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·
Verse: 63    
Ναυσίθοος δ' ἔτεκεν ῾Ρηξήνορά τ' ᾽Αλκίνοόν τε.
Verse: 64    
τὸν μὲν ἄκουρον ἐόντα βάλ' ἀργυρότοξος ᾽Απόλλων
Verse: 65    
νυμϕίον, ἐν μεγάρῳ μίαν οἴην παῖδα λιπόντα
Verse: 66    
᾽Αρήτην· τὴν δ' ᾽Αλκίνοος ποιήσατ' ἄκοιτιν,
Verse: 67    
καί μιν ἔτισ' ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,
Verse: 68    
ὅσσαι νῦν γε γυναῖκες ὑπ' ἀνδράσιν οἶκον ἔχουσιν.
Verse: 69    
ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν
Verse: 70    
ἔκ τε ϕίλων παίδων ἔκ τ' αὐτοῦ ᾽Αλκινόοιο
Verse: 71    
καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες
Verse: 72    
δειδέχαται μύθοισιν, ὅτε στείχῃσ' ἀνὰ ἄστυ.
Verse: 73    
οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ·
Verse: 74    
οἷσί τ' ἔυ ϕρονέῃσι, καὶ ἀνδράσι νείκεα λύει.
Verse: 75    
εἴ κέν τοι κείνη γε ϕίλα ϕρονέῃσ' ἐνὶ θυμῷ,
Verse: 76    
ἐλπωρή τοι ἔπειτα ϕίλους τ' ἰδέειν καὶ ἱκέσθαι
Verse: 77    
οἶκον ἐς ὑψόροϕον καὶ σὴν ἐς πατρίδα γαῖαν."

Verse: 78       
ὣς ἄρα ϕωνήσασ' ἀπέβη γλαυκῶπις ᾽Αθήνη
Verse: 79    
πόντον ἐπ' ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,
Verse: 80    
ἵκετο δ' ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν ᾽Αθήνην,
Verse: 81    
δῦνε δ' ᾽Ερεχθῆος πυκινὸν δόμον. αὐτὰρ ᾽Οδυσσεὺς
Verse: 82    
᾽Αλκινόου πρὸς δώματ' ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ
Verse: 83    
ὥρμαιν' ἱσταμένῳ πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.
Verse: 84    
ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
Verse: 85    
δῶμα καθ' ὑψερεϕὲς μεγαλήτορος ᾽Αλκινόοιο.
Verse: 86    
χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατ' ἔνθα καὶ ἔνθα,
Verse: 87    
ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·
Verse: 88    
χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·
Verse: 89    
ἀργύρεοι δὲ σταθμοὶ ἐν οὐδῷ χαλκέῳ ἔσταν,
Verse: 90    
ἀργύρεον δ' ἐϕ' ὑπερθύριον, χρυσέη δὲ κορώνη.
Verse: 91    
χρύσειοι δ' ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,
Verse: 92    
ουἠς ῞Ηϕαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι
Verse: 93    
δῶμα ϕυλασσέμεναι μεγαλήτορος ᾽Αλκινόοιο,
Verse: 94    
ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.
Verse: 95    
ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατ' ἔνθα καὶ ἔνθα,
Verse: 96    
ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθ' ἐνὶ πέπλοι
Verse: 97    
λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν.
Verse: 98    
ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο
Verse: 99    
πίνοντες καὶ ἔδοντες: ἐπηετανὸν γὰρ ἔχεσκον.
Verse: 100    
χρύσειοι δ' ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν
Verse: 101    
ἕστασαν αἰθομένας δαί:δας μετὰ χερσὶν ἔχοντες,
Verse: 102    
ϕαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.
Verse: 103    
πεντήκοντα δέ οἱ δμῳαὶ κατὰ δῶμα γυναῖκες
Verse: 104    
αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν,
Verse: 105    
αἱ δ' ἱστοὺς ὑϕόωσι καὶ ἠλάκατα στρωϕῶσιν
Verse: 106    
ἥμεναι, οἷά τε ϕύλλα μακεδνῆς αἰγείροιο·
Verse: 107    
καιροσέων δ' ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.
Verse: 108    
ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν
Verse: 109    
νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες
Verse: 110    
ἱστὸν τεχνῆσσαι· περὶ γάρ σϕισι δῶκεν ᾽Αθήνη
Verse: 111    
ἔργά τ' ἐπίστασθαι περικαλλέα καὶ ϕρένας ἐσθλάς.
Verse: 112    
ἔκτοσθεν δ' αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων
Verse: 113    
τετράγυος: περὶ δ' ἕρκος ἐλήλαται ἀμϕοτέρωθεν.
Verse: 114    
ἔνθα δὲ δένδρεα μακρὰ πεϕύκασι τηλεθόωντα,
Verse: 115    
ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
Verse: 116    
συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.
Verse: 117    
τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδ' ἀπολείπει
Verse: 118    
χείματος οὐδὲ θέρευς, ἐπετήσιος: ἀλλὰ μάλ' αἰεὶ
Verse: 119    
ζεϕυρίη πνείουσα τὰ μὲν ϕύει, ἄλλα δὲ πέσσει.
Verse: 120    
ὄγχνη ἐπ' ὄγχνῃ γηράσκει, μῆλον δ' ἐπὶ μήλῳ,
Verse: 121    
αὐτὰρ ἐπὶ σταϕυλῇ σταϕυλή, σῦκον δ' ἐπὶ σύκῳ.
Verse: 122    
ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται,
Verse: 123    
τῆς ἕτερον μέν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ
Verse: 124    
τέρσεται ἠελίῳ, ἑτέρας δ' ἄρα τε τρυγόωσιν,
Verse: 125    
ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τ' ὄμϕακές εἰσιν
Verse: 126    
ἄνθος ἀϕιεῖσαι, ἕτεραι δ' ὑποπερκάζουσιν.
Verse: 127    
ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον
Verse: 128    
παντοῖαι πεϕύασιν, ἐπηετανὸν γανόωσαι.
Verse: 129    
ἐν δὲ δύω κρῆναι, μέν τ' ἀνὰ κῆπον ἅπαντα
Verse: 130    
σκίδναται, δ' ἑτέρωθεν ὑπ' αὐλῆς οὐδὸν ἵησι
Verse: 131    
πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.
Verse: 132    
τοῖ' ἄρ' ἐν ᾽Αλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.

Verse: 133       
ἔνθα στὰς θηεῖτο πολύτλας δῖος ᾽Οδυσσεύς.
Verse: 134    
αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
Verse: 135    
καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.
Verse: 136    
εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας
Verse: 137    
σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ᾽Αργειϕόντῃ,
Verse: 138    
πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.
Verse: 139    
αὐτὰρ βῆ διὰ δῶμα πολύτλας δῖος ᾽Οδυσσεὺς,
Verse: 140    
πολλὴν ἠέρ' ἔχων, ἥν οἱ περίχευεν ᾽Αθήνη,
Verse: 141    
ὄϕρ' ἵκετ' ᾽Αρήτην τε καὶ ᾽Αλκίνοον βασιλῆα.
Verse: 142    
ἀμϕὶ δ' ἄρ' ᾽Αρήτης βάλε γούνασι χεῖρας ᾽Οδυσσεύς,
Verse: 143    
καὶ τότε δή ' αὐτοῖο πάλιν χύτο θέσϕατος ἀήρ.
Verse: 144    
οἱ δ' ἄνεῳ ἐγένοντο δόμον κάτα ϕῶτα ἰδόντες,
Verse: 145    
θαύμαζον δ' ὁρόωντες: δὲ λιτάνευεν ᾽Οδυσσεύς:

Verse: 146       
"᾽Αρήτη, θύγατερ ῾Ρηξήνορος ἀντιθέοιο,
Verse: 147    
σόν τε πόσιν σά τε γούναθ' ἱκάνω πολλὰ μογήσας,
Verse: 148    
τοῦσδέ τε δαιτυμόνας, τοῖσιν θεοὶ ὄλβια δοῖεν,
Verse: 149    
ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος
Verse: 150    
κτήματ' ἐνὶ μεγάροισι γέρας θ' τι δῆμος ἔδωκεν.
Verse: 151    
αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδ' ἱκέσθαι
Verse: 152    
θᾶσσον, ἐπεὶ δὴ δηθὰ ϕίλων ἄπο πήματα πάσχω."

Verse: 153       
ὣς εἰπὼν κατ' ἄρ' ἕζετ' ἐπ' ἐσχάρῃ ἐν κονίῃσι
Verse: 154    
πὰρ πυρί· οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
Verse: 155    
ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως ᾽Εχένηος,
Verse: 156    
ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν
Verse: 157    
καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς:
Verse: 158    
σϕιν ἐυϕρονέων ἀγορήσατο καὶ μετέειπεν·

Verse: 159       
"᾽Αλκίνο', οὐ μέν τοι τόδε κάλλιον οὐδὲ ἔοικε,
Verse: 160    
ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπ' ἐσχάρῃ ἐν κονίῃσιν·
Verse: 161    
οἷδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.
Verse: 162    
ἀλλ' ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου
Verse: 163    
εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον
Verse: 164    
οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ
Verse: 165    
σπείσομεν, ὅς θ' ἱκέτῃσιν ἅμ' αἰδοίοισιν ὀπηδεῖ·
Verse: 166    
δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων."

Verse: 167       
αὐτὰρ ἐπεὶ τό γ' ἄκουσ' ἱερὸν μένος ᾽Αλκινόοιο,
Verse: 168    
χειρὸς ἑλὼν ᾽Οδυσῆα δαί:ϕρονα ποικιλομήτην
Verse: 169    
ὦρσεν ἀπ' ἐσχαρόϕιν καὶ ἐπὶ θρόνου εἷσε ϕαεινοῦ,
Verse: 170    
υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,
Verse: 171    
ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν ϕιλέεσκε.
Verse: 172    
χέρνιβα δ' ἀμϕίπολος προχόῳ ἐπέχευε ϕέρουσα
Verse: 173    
καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
Verse: 174    
νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
Verse: 175    
σῖτον δ' αἰδοίη ταμίη παρέθηκε ϕέρουσα,
Verse: 176    
εἴδατα πόλλ' ἐπιθεῖσα, χαριζομένη παρεόντων.
Verse: 177    
αὐτὰρ πῖνε καὶ ἦσθε πολύτλας δῖος ᾽Οδυσσεύς:
Verse: 178    
καὶ τότε κήρυκα προσέϕη μένος ᾽Αλκινόοιο·

Verse: 179       
"Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
Verse: 180    
πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ
Verse: 181    
σπείσομεν, ὅς θ' ἱκέτῃσιν ἅμ' αἰδοίοισιν ὀπηδεῖ."

Verse: 182       
ὣς ϕάτο, Ποντόνοος δὲ μελίϕρονα οἶνον ἐκίρνα,
Verse: 183    
νώμησεν δ' ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.
Verse: 184    
αὐτὰρ ἐπεὶ σπεῖσάν τε πίον θ' ὅσον ἤθελε θυμός,
Verse: 185    
τοῖσιν δ' ᾽Αλκίνοος ἀγορήσατο καὶ μετέειπε·

Verse: 186       
"κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
Verse: 187    
ὄϕρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
Verse: 188    
νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδ' ἰόντες:
Verse: 189    
ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες
Verse: 190    
ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσι
Verse: 191    
ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς
Verse: 192    
μνησόμεθ', ὥς χ' ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης
Verse: 193    
πομπῇ ὑϕ' ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται
Verse: 194    
χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,
Verse: 195    
μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι
Verse: 196    
πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δ' ἔπειτα
Verse: 197    
πείσεται ἅσσά οἱ Αἶσα κατὰ Κλῶθές τε βαρεῖαι
Verse: 198    
γεινομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.
Verse: 199    
εἰ δέ τις ἀθανάτων γε κατ' οὐρανοῦ εἰλήλουθεν,
Verse: 200    
ἄλλό τι δὴ τόδ' ἔπειτα θεοὶ περιμηχανόωνται.
Verse: 201    
αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ ϕαίνονται ἐναργεῖς
Verse: 202    
ἡμῖν, εὖθ' ἕρδωμεν ἀγακλειτὰς ἑκατόμβας,
Verse: 203    
δαίνυνταί τε παρ' ἄμμι καθήμενοι ἔνθά περ ἡμεῖς.
Verse: 204    
εἰ δ' ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,
Verse: 205    
οὔ τι κατακρύπτουσιν, ἐπεί σϕισιν ἐγγύθεν εἰμὲν
Verse: 206    
ὥς περ Κύκλωπές τε καὶ ἄγρια ϕῦλα Γιγάντων."

Verse: 207       
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:

Verse: 208       
"᾽Αλκίνο', ἄλλό τί τοι μελέτω ϕρεσίν· οὐ γὰρ ἔγωγε
Verse: 209    
ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
Verse: 210    
οὐ δέμας οὐδὲ ϕυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν·
Verse: 211    
οὕς τινας ὑμεῖς ἴστε μάλιστ' ὀχέοντας ὀιζὺν
Verse: 212    
ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην.
Verse: 213    
καὶ δ' ἔτι κεν καὶ πλείον' ἐγὼ κακὰ μυθησαίμην,
Verse: 214    
ὅσσά γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.
Verse: 215    
ἀλλ' ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ·
Verse: 216    
οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο
Verse: 217    
ἔπλετο, τ' ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ
Verse: 218    
καὶ μάλα τειρόμενον καὶ ἐνὶ ϕρεσὶ πένθος ἔχοντα,
Verse: 219    
ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω ϕρεσίν, δὲ μάλ' αἰεὶ
Verse: 220    
ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων
Verse: 221    
ληθάνει ὅσσ' ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.
Verse: 222    
ὑμεῖς δ' ὀτρύνεσθαι ἅμ' ἠοῖ ϕαινομένηϕιν,
Verse: 223    
ὥς κ' ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης
Verse: 224    
καί περ πολλὰ παθόντα· ἰδόντά με καὶ λίποι αἰὼν
Verse: 225    
κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεϕὲς μέγα δῶμα."

Verse: 226       
ὣς ἔϕαθ', οἱ δ' ἄρα πάντες ἐπῄνεον ἠδὲ κέλευον
Verse: 227    
πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
Verse: 228    
αὐτὰρ ἐπεὶ σπεῖσάν τε πίον θ' ὅσον ἤθελε θυμός,
Verse: 229    
οἱ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος,
Verse: 230    
αὐτὰρ ἐν μεγάρῳ ὑπελείπετο δῖος ᾽Οδυσσεύς,
Verse: 231    
πὰρ δέ οἱ ᾽Αρήτη τε καὶ ᾽Αλκίνοος θεοειδὴς
Verse: 232    
ἥσθην· ἀμϕίπολοι δ' ἀπεκόσμεον ἔντεα δαιτός.
Verse: 233    
τοῖσιν δ' ᾽Αρήτη λευκώλενος ἤρχετο μύθων·
Verse: 234    
ἔγνω γὰρ ϕᾶρός τε χιτῶνά τε εἵματ' ἰδοῦσα
Verse: 235    
καλά, τά ' αὐτὴ τεῦξε σὺν ἀμϕιπόλοισι γυναιξί·
Verse: 236    
καί μιν ϕωνήσασ' ἔπεα πτερόεντα προσηύδα·

Verse: 237       
"ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·
Verse: 238    
τίς, πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματ' ἔδωκεν;
Verse: 239    
οὐ δὴ ϕῂς ἐπὶ πόντον ἀλώμενος ἐνθάδ' ἱκέσθαι;"

Verse: 240       
τὴν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:

Verse: 241       
"ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι
Verse: 242    
κήδε', ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες:
Verse: 243    
τοῦτο δέ τοι ἐρέω μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς.
Verse: 244    
᾽Ωγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται,
Verse: 245    
ἔνθα μὲν ῎Ατλαντος θυγάτηρ, δολόεσσα Καλυψώ,
Verse: 246    
ναίει ἐυπλόκαμος, δεινὴ θεός: οὐδέ τις αὐτῇ
Verse: 247    
μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.
Verse: 248    
ἀλλ' ἐμὲ τὸν δύστηνον ἐϕέστιον ἤγαγε δαίμων
Verse: 249    
οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ
Verse: 250    
Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
Verse: 251    
ἔνθ' ἄλλοι μὲν πάντες ἀπέϕθιθεν ἐσθλοὶ ἑταῖροι,
Verse: 252    
αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμϕιελίσσης
Verse: 253    
ἐννῆμαρ ϕερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
Verse: 254    
νῆσον ἐς ᾽Ωγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ
Verse: 255    
ναίει ἐυπλόκαμος, δεινὴ θεός, με λαβοῦσα
Verse: 256    
ἐνδυκέως ἐϕίλει τε καὶ ἔτρεϕεν ἠδὲ ἔϕασκε
Verse: 257    
θήσειν ἀθάνατον καὶ ἀγήρων ἤματα πάντα·
Verse: 258    
ἀλλ' ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.
Verse: 259    
ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δ' αἰεὶ
Verse: 260    
δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·
Verse: 261    
ἀλλ' ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθε,
Verse: 262    
καὶ τότε δή μ' ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι
Verse: 263    
Ζηνὸς ὑπ' ἀγγελίης, καὶ νόος ἐτράπετ' αὐτῆς.
Verse: 264    
πέμπε δ' ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δ' ἔδωκε,
Verse: 265    
σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,
Verse: 266    
οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
Verse: 267    
ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,
Verse: 268    
ὀκτωκαιδεκάτῃ δὲ ϕάνη ὄρεα σκιόεντα
Verse: 269    
γαίης ὑμετέρης, γήθησε δέ μοι ϕίλον ἦτορ
Verse: 270    
δυσμόρῳ· γὰρ μέλλον ἔτι ξυνέσεσθαι ὀιζυῖ
Verse: 271    
πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,
Verse: 272    
ὅς μοι ἐϕορμήσας ἀνέμους κατέδησε κέλευθον,
Verse: 273    
ὤρινεν δὲ θάλασσαν ἀθέσϕατον, οὐδέ τι κῦμα
Verse: 274    
εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα ϕέρεσθαι.
Verse: 275    
τὴν μὲν ἔπειτα θύελλα διεσκέδασαὐτὰρ ἔγωγε
Verse: 276    
νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄϕρά με γαίῃ
Verse: 277    
ὑμετέρῃ ἐπέλασσε ϕέρων ἄνεμός τε καὶ ὕδωρ.
Verse: 278    
ἔνθά κέ μ' ἐκβαίνοντα βιήσατο κῦμ' ἐπὶ χέρσου,
Verse: 279    
πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ·
Verse: 280    
ἀλλ' ἀναχασσάμενος νῆχον πάλιν, εἷος ἐπῆλθον
Verse: 281    
ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,
Verse: 282    
λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.
Verse: 283    
ἐκ δ' ἔπεσον θυμηγερέων, ἐπὶ δ' ἀμβροσίη νὺξ
Verse: 284    
ἤλυθἐγὼ δ' ἀπάνευθε Διιπετέος ποταμοῖο
Verse: 285    
ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμϕὶ δὲ ϕύλλα
Verse: 286    
ἠϕυσάμην· ὕπνον δὲ θεὸς κατ' ἀπείρονα χεῦεν.
Verse: 287    
ἔνθα μὲν ἐν ϕύλλοισι, ϕίλον τετιημένος ἦτορ,
Verse: 288    
εὗδον παννύχιος καὶ ἐπ' ἠῶ καὶ μέσον ἦμαρ·
Verse: 289    
δείλετό τ' ἠέλιος, καί με γλυκὺς ὕπνος ἀνῆκεν.
Verse: 290    
ἀμϕιπόλους δ' ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς
Verse: 291    
παιζούσας, ἐν δ' αὐτὴ ἔην εἰκυῖα θεῇσι.
Verse: 292    
τὴν ἱκέτευσ δ' οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,
Verse: 293    
ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα
Verse: 294    
ἑρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀϕραδέουσιν.
Verse: 295    
μοι σῖτον δῶκεν ἅλις ἠδ' αἴθοπα οἶνον,
Verse: 296    
καὶ λοῦσ' ἐν ποταμῷ καί μοι τάδε εἵματ' ἔδωκε.
Verse: 297    
ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα."

Verse: 298       
τὸν δ' αὖτ' ᾽Αλκίνοος ἀπαμείβετο ϕώνησέν τε·

Verse: 299       
"ξεῖν', ἤτοι μὲν τοῦτό γ' ἐναίσιμον οὐκ ἐνόησε
Verse: 300    
παῖς ἐμή, οὕνεκά σ' οὔ τι μετ' ἀμϕιπόλοισι γυναιξὶν
Verse: 301    
ἦγεν ἐς ἡμετέρου· σὺ δ' ἄρα πρώτην ἱκέτευσας."

Verse: 302       
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:

Verse: 303       
"ἥρως, μή μοι τοὔνεκ' ἀμύμονα νείκεε κούρην·
Verse: 304    
μὲν γάρ μ' ἐκέλευε σὺν ἀμϕιπόλοισιν ἕπεσθαι,
Verse: 305    
ἀλλ' ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε,
Verse: 306    
μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι·
Verse: 307    
δύσζηλοι γάρ τ' εἰμὲν ἐπὶ χθονὶ ϕῦλ' ἀνθρώπων."

Verse: 308       
τὸν δ' αὖτ' ᾽Αλκίνοος ἀπαμείβετο ϕώνησέν τε·

Verse: 309       
"ξεῖν', οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι ϕίλον κῆρ
Verse: 310    
μαψιδίως κεχολῶσθαι· ἀμείνω δ' αἴσιμα πάντα.
Verse: 311    
αἲ γάρ, Ζεῦ τε πάτερ καὶ ᾽Αθηναίη καὶ ῎Απολλον,
Verse: 312    
τοῖος ἐὼν οἷός ἐσσι, τά τε ϕρονέων τ' ἐγώ περ,
Verse: 313    
παῖδά τ' ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι
Verse: 314    
αὖθι μένων· οἶκον δέ κ' ἐγὼ καὶ κτήματα δοίην,
Verse: 315    
εἴ κ' ἐθέλων γε μένοις: ἀέκοντα δέ σ' οὔ τις ἐρύξει
Verse: 316    
Φαιήκων· μὴ τοῦτο ϕίλον Διὶ πατρὶ γένοιτο.
Verse: 317    
πομπὴν δ' ἐς τόδ' ἐγὼ τεκμαίρομαι, ὄϕρ' ἔυ εἰδῇς,
Verse: 318    
αὔριον ἔς: τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ
Verse: 319    
λέξεαι, οἱ δ' ἐλόωσι γαλήνην, ὄϕρ' ἂν ἵκηαι
Verse: 320    
πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ που τοι ϕίλον ἐστίν,
Verse: 321    
εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστ' Εὐβοίης,
Verse: 322    
τὴν περ τηλοτάτω ϕάσ' ἔμμεναι οἵ μιν ἴδοντο
Verse: 323    
λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν ῾Ραδάμανθυν
Verse: 324    
ἦγον ἐποψόμενον Τιτυόν, Γαιήιον υἱόν.
Verse: 325    
καὶ μὲν οἱ ἔνθ' ἦλθον, καὶ ἄτερ καμάτοιο τέλεσσαν
Verse: 326    
ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδ' ὀπίσσω.
Verse: 327    
εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ ϕρεσίν, ὅσσον ἄρισται
Verse: 328    
νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ."

Verse: 329       
ὣς ϕάτο, γήθησεν δὲ πολύτλας δῖος ᾽Οδυσσεύς,
Verse: 330    
εὐχόμενος δ' ἄρα εἶπεν ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζε·

Verse: 331       
"Ζεῦ πάτερ, αἴθ' ὅσα εἶπε τελευτήσειεν ἅπαντα
Verse: 332    
᾽Αλκίνοος: τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν
Verse: 333    
ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδ' ἱκοίμην."

Verse: 334       
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
Verse: 335    
κέκλετο δ' ᾽Αρήτη λευκώλενος ἀμϕιπόλοισι
Verse: 336    
δέμνι' ὑπ' αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
Verse: 337    
πορϕύρε' ἐμβαλέειν στορέσαι τ' ἐϕύπερθε τάπητας,
Verse: 338    
χλαίνας τ' ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
Verse: 339    
αἱ δ' ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι·
Verse: 340    
αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
Verse: 341    
ὤτρυνον ᾽Οδυσῆα παριστάμεναι ἐπέεσσιν·

Verse: 342       
"ὄρσο κέων, ξεῖνε· πεποίηται δέ τοι εὐνή."

Verse: 343       
ὣς ϕάν· τῷ δ' ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
Verse: 344    
ὣς μὲν ἔνθα καθεῦδε πολύτλας δῖος ᾽Οδυσσεὺς
Verse: 345    
τρητοῖσ' ἐν λεχέεσσιν ὑπ' αἰθούσῃ ἐριδούπῳ·
Verse: 346    
᾽Αλκίνοος δ' ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,
Verse: 347    
πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.



Next part



This text is part of the TITUS edition of Homer, Odyssee.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.