TITUS
Homer, Odyssee
Part No. 8
Previous part

Chapter: 8    
ΟΔΥΣΣΕΙΑΣ Θ


Verse: 1       ῎Ημος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
Verse: 2    
ὤρνυτ' ἄρ' ἐξ εὐνῆς ἱερὸν μένος ᾽Αλκινόοιο,
Verse: 3    
ἂν δ' ἄρα Διογενὴς ὦρτο πτολίπορθος ᾽Οδυσσεύς.
Verse: 4    
τοῖσιν δ' ἡγεμόνευ' ἱερὸν μένος ᾽Αλκινόοιο
Verse: 5    
Φαιήκων ἀγορήν δ', σϕιν παρὰ νηυσὶ τέτυκτο.
Verse: 6    
ἐλθόντες δὲ κάθιζον ἐπὶ ξεστοῖσι λίθοισι
Verse: 7    
πλησίον· δ' ἀνὰ ἄστυ μετῴχετο Παλλὰς ᾽Αθήνη
Verse: 8    
εἰδομένη κήρυκι δαί:ϕρονος ᾽Αλκινόοιο,
Verse: 9    
νόστον ᾽Οδυσσῆιὴ μεγαλήτορι μητιόωσα,
Verse: 10    
καί ῥα ἑκάστῳ ϕωτὶ παρισταμένη ϕάτο μῦθον·

Verse: 11       
"δεῦτ' ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
Verse: 12    
εἰς ἀγορὴν ἰέναι, ὄϕρα ξείνοιο πύθησθε,
Verse: 13    
ὃς νέον ᾽Αλκινόοιο δαί:ϕρονος ἵκετο δῶμα
Verse: 14    
πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος."

Verse: 15       
ὣς εἰποῦσ' ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.
Verse: 16    
καρπαλίμως δ' ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι
Verse: 17    
ἀγρομένων· πολλοὶ δ' ἄρ' ἐθηήσαντο ἰδόντες
Verse: 18    
υἱὸν Λαέρταο δαί:ϕρονα. τῷ δ' ἄρ' ᾽Αθήνη
Verse: 19    
θεσπεσίην κατέχευε χάριν κεϕαλῇ τε καὶ ὤμοις
Verse: 20    
καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι,
Verse: 21    
ὥς κεν Φαιήκεσσι ϕίλος πάντεσσι γένοιτο
Verse: 22    
δεινός τ' αἰδοῖός τε, καὶ ἐκτελέσειεν ἀέθλους
Verse: 23    
πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντ' ᾽Οδυσῆος.
Verse: 24    
αὐτὰρ ἐπεί ' ἤγερθεν ὁμηγερέες τ' ἐγένοντο,
Verse: 25    
τοῖσιν δ' ᾽Αλκίνοος ἀγορήσατο καὶ μετέειπε·

Verse: 26       
"κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
Verse: 27    
ὄϕρ' εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
Verse: 28    
ξεῖνος ὅδ', οὐκ οἶδ' ὅς τις, ἀλώμενος ἵκετ' ἐμὸν δῶ,
Verse: 29    
ἠὲ πρὸς ἠοίων ἑσπερίων ἀνθρώπων·
Verse: 30    
πομπὴν δ' ὀτρύνει καὶ λίσσεται ἔμπεδον εἶναι.
Verse: 31    
ἡμεῖς δ', ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν·
Verse: 32    
οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κ' ἐμὰ δώμαθ' ἵκηται,
Verse: 33    
ἐνθάδ' ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς.
Verse: 34    
ἀλλ' ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν
Verse: 35    
πρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα
Verse: 36    
κρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι.
Verse: 37    
δησάμενοι δ' εὖ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ
Verse: 38    
ἔκβηταὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα
Verse: 39    
ἡμέτερόνδ' ἐλθόντες: ἐγὼ δ' ἐὺ: πᾶσι παρέξω.
Verse: 40    
κούροισιν μὲν ταῦτ' ἐπιτέλλομαι· αὐτὰρ οἱ ἄλλοι
Verse: 41    
σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ
Verse: 42    
ἔρχεσθ', ὄϕρα ξεῖνον ἐνὶ μεγάροισι ϕιλέωμεν·
Verse: 43    
μηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδόν,
Verse: 44    
Δημόδοκον· τῷ γάρ ῥα θεὸς περὶ δῶκεν ἀοιδὴν
Verse: 45    
τέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν."

Verse: 46       
ὣς ἄρα ϕωνήσας ἡγήσατο, τοὶ δ' ἅμ' ἕποντο
Verse: 47    
σκηπτοῦχοι· κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν.
Verse: 48    
κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα
Verse: 49    
βήτην, ὡς ἐκέλευσ', ἐπὶ θῖν' ἁλὸς ἀτρυγέτοιο.
Verse: 50    
αὐτὰρ ἐπεί ' ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
Verse: 51    
νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν,
Verse: 52    
ἐν δ' ἱστόν τ' ἐτίθεντο καὶ ἱστία νηὶ: μελαίνῃ,
Verse: 53    
ἠρτύναντο δ' ἐρετμὰ τροποῖσ' ἐν δερματίνοισι
Verse: 54    
πάντα κατὰ μοῖραν· ἀνὰ δ' ἱστία λευκὰ πέτασσαν.
Verse: 55    
ὑψοῦ δ' ἐν νοτίῳ τήν γ' ὥρμισαν· αὐτὰρ ἔπειτα
Verse: 56    
βάν ' ἴμεν ᾽Αλκινόοιο δαί:ϕρονος ἐς μέγα δῶμα.
Verse: 57    
πλῆντο δ' ἄρ' αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν
Verse: 59    
τοῖσιν δ' ᾽Αλκίνοος δυοκαίδεκα μῆλ' ἱέρευσεν,
Verse: 60    
ὀκτὼ δ' ἀργιόδοντας ὕας, δύο δ' εἰλίποδας βοῦς:
Verse: 61    
τοὺς δέρον ἀμϕί θ' ἕπον, τετύκοντό τε δαῖτ' ἐρατεινήν.

Verse: 62       
κῆρυξ δ' ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
Verse: 63    
τὸν περὶ Μοῦσ' ἐϕίλησε, δίδου δ' ἀγαθόν τε κακόν τε·
Verse: 64    
ὀϕθαλμῶν μὲν ἄμερσε, δίδου δ' ἡδεῖαν ἀοιδήν.
Verse: 65    
τῷ δ' ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλον
Verse: 66    
μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας:
Verse: 67    
κὰδ δ' ἐκ πασσαλόϕι κρέμασεν ϕόρμιγγα λίγειαν
Verse: 68    
αὐτοῦ ὑπὲρ κεϕαλῆς καὶ ἐπέϕραδε χερσὶν ἑλέσθαι
Verse: 69    
κῆρυξ· πὰρ δ' ἐτίθει κάνεον καλήν τε τράπεζαν,
Verse: 70    
πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι.
Verse: 71    
οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
Verse: 72    
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
Verse: 73    
Μοῦσ' ἄρ' ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,
Verse: 74    
οἴμης, τῆς τότ' ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε,
Verse: 75    
νεῖκος ᾽Οδυσσῆος καὶ Πηλεί:δεω ᾽Αχιλῆος,
Verse: 76    
ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ
Verse: 77    
ἐκπάγλοισ' ἐπέεσσιν, ἄναξ δ' ἀνδρῶν ᾽Αγαμέμνων
Verse: 78    
χαῖρε νόῳ, τ' ἄριστοι ᾽Αχαιῶν δηριόωντο.
Verse: 79    
ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος ᾽Απόλλων
Verse: 80    
Πυθοῖ ἐν ἠγαθέῃ, ὅθ' ὑπέρβη λάιὴνον οὐδὸν
Verse: 81    
χρησόμενος: τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ
Verse: 82    
Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς.

Verse: 83       
ταῦτ' ἄρ' ἀοιδὸς ἄειδε περικλυτός: αὐτὰρ ᾽Οδυσσεὺς
Verse: 84    
πορϕύρεον μέγα ϕᾶρος ἑλὼν χερσὶ στιβαρῇσι
Verse: 85    
κὰκ κεϕαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα·
Verse: 86    
αἴδετο γὰρ Φαίηκας ὑπ' ὀϕρύσι δάκρυα λείβων.
Verse: 87    
ἦτοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός,
Verse: 88    
δάκρυ' ὀμορξάμενος κεϕαλῆς ἄπο ϕᾶρος ἕλεσκε
Verse: 89    
καὶ δέπας ἀμϕικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν·
Verse: 90    
αὐτὰρ ὅτ' ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν
Verse: 91    
Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντ' ἐπέεσσιν,
Verse: 92    
ἂψ ᾽Οδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.
Verse: 93    
ἔνθ' ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
Verse: 94    
᾽Αλκίνοος δέ μιν οἶος ἐπεϕράσατ' ἠδὲ νόησεν
Verse: 95    
ἥμενος ἄγχ' αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
Verse: 96    
αἶψα δὲ Φαιήκεσσι ϕιληρέτμοισι μετηύδα·

Verse: 97       
"κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες:
Verse: 98    
ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐί:σης
Verse: 99    
ϕόρμιγγός θ', δαιτὶ συνήορός ἐστι θαλείη
Verse: 100    
νῦν δ' ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν
Verse: 101    
πάντων, ὥς χ' ξεῖνος ἐνίσπῃ οἷσι ϕίλοισιν,
Verse: 102    
οἴκαδε νοστήσας, ὅσσον περιγινόμεθ' ἄλλων
Verse: 103    
πύξ τε παλαισμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν."

Verse: 104       
ὣς ἄρα ϕωνήσας ἡγήσατο, τοὶ δ' ἅμ' ἕποντο.
Verse: 105    
κὰδ δ' ἐκ πασσαλόϕι κρέμασεν ϕόρμιγγα λίγειαν,
Verse: 106    
Δημοδόκου δ' ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο
Verse: 107    
κῆρυξ· ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι
Verse: 108    
Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες.
Verse: 109    
βὰν δ' ἴμεν εἰς ἀγορήν, ἅμα δ' ἕσπετο πουλὺς ὅμιλος
Verse: 110    
μυρίοι· ἂν δ' ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.
Verse: 111    
ὦρτο μὲν ᾽Ακρόνεώς τε καὶ ᾽Ωκύαλος καὶ ᾽Ελατρεὺς
Verse: 112    
Ναυτεύς τε Πρυμνεύς τε καὶ ᾽Αγχίαλος καὶ ᾽Ερετμεὺς
Verse: 113    
Ποντεύς τε Πρῳρεύς τε, Θόων ᾽Αναβησίνεώς τε
Verse: 114    
᾽Αμϕίαλός θ', υἱὸς Πολυνήου Τεκτονίδαο·
Verse: 115    
ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος ῎Αρηιὴ,
Verse: 116    
Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
Verse: 117    
πάντων Φαιήκων μετ' ἀμύμονα Λαοδάμαντα.
Verse: 118    
ἂν δ' ἔσταν τρεῖς παῖδες ἀμύμονος ᾽Αλκινόοιο,
Verse: 119    
Λαοδάμας θ' ῞Αλιός τε καὶ ἀντίθεος Κλυτόνηος.
Verse: 120    
οἱ δ' ἤτοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι·
Verse: 121    
τοῖσι δ' ἀπὸ νύσσης τέτατο δρόμος: οἱ δ' ἅμα πάντες
Verse: 122    
καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο.
Verse: 123    
τῶν δὲ θέειν ὄχ' ἄριστος ἔην Κλυτόνηος ἀμύμων·
Verse: 124    
ὅσσον τ' ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιὴν,
Verse: 125    
τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθ', οἱ δ' ἐλίποντο.
Verse: 126    
οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο·
Verse: 127    
τῇ δ' αὖτ' Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.
Verse: 128    
ἅλματι δ' ᾽Αμϕίαλος πάντων προϕερέστατος ἦεν·
Verse: 129    
δίσκῳ δ' αὖ πάντων πολὺ ϕέρτατος ἦεν ᾽Ελατρεύς,
Verse: 130    
πὺξ δ' αὖ Λαοδάμας, ἀγαθὸς πάιὴς ᾽Αλκινόοιο.

Verse: 131       
αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρϕθησαν ϕρέν' ἀέθλοις,
Verse: 132    
τοῖσ' ἄρα Λαοδάμας μετέϕη, πάιὴς ᾽Αλκινόοιο·

Verse: 133       
"δεῦτε, ϕίλοι, τὸν ξεῖνον ἐρώμεθα, εἴ τιν' ἄεθλον
Verse: 134    
οἶδέ τε καὶ δεδάηκε· ϕυήν γε μὲν οὐ κακός ἐστι,
Verse: 135    
μηρούς τε κνήμας τε καὶ ἄμϕω χεῖρας ὕπερθεν
Verse: 136    
αὐχένα τε στιβαρὸν μέγα τε σθένος: οὐδέ τι ἥβης
Verse: 137    
δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν.
Verse: 138    
οὐ γὰρ ἔγωγέ τί ϕημι κακώτερον ἄλλο θαλάσσης
Verse: 139    
ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη."

Verse: 140       
τὸν δ' αὖτ' Εὐρύαλος ἀπαμείβετο ϕώνησέν τε·

Verse: 141       
"Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.
Verse: 142    
αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέϕραδε μῦθον."

Verse: 143       
αὐτὰρ ἐπεὶ τό γ' ἄκουσ' ἀγαθὸς πάιὴς ᾽Αλκινόοιο,
Verse: 144    
στῆ ' ἐς μέσσον ἰὼν καὶ ᾽Οδυσσῆα προσέειπε·

Verse: 145       
"δεῦρ' ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων,
Verse: 146    
εἴ τινά που δεδάηκας: ἔοικε δέ σ' ἴδμεν ἀέθλους.
Verse: 147    
οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος, ὄϕρα κεν ᾖσιν,
Verse: 148    
τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.
Verse: 149    
ἀλλ' ἄγε πείρησαι, σκέδασον δ' ἀπὸ κήδεα θυμοῦ·
Verse: 150    
σοὶ δ' ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη
Verse: 151    
νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι."

Verse: 152       
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:

Verse: 153       
"Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες...
Verse: 154    
κήδεά μοι καὶ μᾶλλον ἐνὶ ϕρεσὶν περ ἄεθλοι,
Verse: 155    
ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
Verse: 156    
νῦν δὲ μεθ' ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων
Verse: 157    
ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον."

Verse: 158       
τὸν δ' αὖτ' Εὐρύαλος ἀπαμείβετο νείκεσέ τ' ἄντην·

Verse: 159       
"οὐ γάρ σ' οὐδέ, ξεῖνε, δαήμονι ϕωτὶ ἐί:σκω
Verse: 160    
ἄθλων, οἷά τε πολλὰ μετ' ἀνθρώποισι πέλονται,
Verse: 161    
ἀλλὰ τῷ, ὅς θ' ἅμα νηὶ: πολυκλήιὴδι θαμίζων,
Verse: 162    
ἀρχὸς ναυτάων, οἵ τε πρηκτῆρες ἔασι,
Verse: 163    
ϕόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων
Verse: 164    
κερδέων θ' ἁρπαλέων· οὐδ' ἀθλητῆρι ἔοικας."

Verse: 165       
τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέϕη πολύμητις ᾽Οδυσσεύς:

Verse: 166       
"ξεῖν', οὐ καλὸν ἔειπες: ἀτασθάλῳ ἀνδρὶ ἔοικας.
Verse: 167    
οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν
Verse: 168    
ἀνδράσιν, οὔτε ϕυὴν οὔτ' ἂρ ϕρένας οὔτ' ἀγορητύν.
Verse: 169    
ἄλλος μὲν γὰρ εἶδος ἀκιδνότερος πέλει ἀνήρ,
Verse: 170    
ἀλλὰ θεὸς μορϕὴν ἔπεσι στέϕει, οἱ δέ τ' ἐς αὐτὸν
Verse: 171    
τερπόμενοι λεύσσουσιν· δ' ἀσϕαλέως ἀγορεύει
Verse: 172    
αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν,
Verse: 173    
ἐρχόμενον δ' ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.
Verse: 174    
ἄλλος δ' αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,
Verse: 175    
ἀλλ' οὔ οἱ χάρις ἀμϕὶ περιστέϕεται ἐπέεσσιν,
Verse: 176    
ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως
Verse: 177    
οὐδὲ θεὸς τεύξειε, νόον δ' ἀποϕώλιός ἐσσι.
Verse: 178    
ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι ϕίλοισιν
Verse: 179    
εἰπὼν οὐ κατὰ κόσμον· ἐγὼ δ' οὐ νῆιὴς ἀέθλων,
Verse: 180    
ὡς σύγε μυθεῖαι, ἀλλ' ἐν πρώτοισιν ὀί:ω
Verse: 181    
ἔμμεναι, ὄϕρ' ἥβῃ τε πεποίθεα χερσί τ' ἐμῇσι.
Verse: 182    
νῦν δ' ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην,
Verse: 183    
ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.
Verse: 184    
ἀλλὰ καὶ ὧς, κακὰ πολλὰ παθών, πειρήσομ' ἀέθλων·
Verse: 185    
θυμοδακὴς γὰρ μῦθος: ἐπώτρυνας δέ με εἰπών."

Verse: 186       
ῥα, καὶ αὐτῷ ϕάρει ἀναί:ξας λάβε δίσκον
Verse: 187    
μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ
Verse: 188    
οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.
Verse: 189    
τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός:
Verse: 190    
βόμβησεν δὲ λίθος: κατὰ δὲ πτῆξαν ποτὶ γαίῃ
Verse: 191    
Φαίηκες δολιχήρετμοι, ναυσικλυτοὶ ἄνδρες,
Verse: 192    
λᾶος ὑπὸ ῥιπῆς: δ' ὑπέρπτατο σήματα πάντων
Verse: 193    
ῥίμϕα θέων ἀπὸ χειρός. ἔθηκε δὲ τέρματ' ᾽Αθήνη
Verse: 194    
ἀνδρὶ δέμας εἰκυῖα, ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζε·

Verse: 195       
"καί κ' ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα
Verse: 196    
ἀμϕαϕόων· ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,
Verse: 197    
ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γ' ἄεθλον·
Verse: 198    
οὔ τις Φαιήκων τόν γ' ἵξεται οὐδ' ὑπερήσει."

Verse: 199       
ὣς ϕάτο, γήθησεν δὲ πολύτλας δῖος ᾽Οδυσσεύς,
Verse: 200    
χαίρων οὕνεχ' ἑταῖρον ἐνηέα λεῦσσ' ἐν ἀγῶνι.
Verse: 201    
καὶ τότε κουϕότερον μετεϕώνεε Φαιήκεσσι·

Verse: 202       
"τοῦτον νῦν ἀϕίκεσθε, νέοι· τάχα δ' ὕστερον ἄλλον
Verse: 203    
ἥσειν τοσσοῦτον ὀί:ομαι ἔτι μάσσον.
Verse: 204    
τῶν δ' ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,
Verse: 205    
δεῦρ' ἄγε πειρηθήτω, ἐπεί μ' ἐχολώσατε λίην,
Verse: 206    
πὺξ ἠὲ πάλῃ καὶ ποσίν, οὔ τι μεγαίρω,
Verse: 207    
πάντων Φαιήκων πλήν γ' αὐτοῦ Λαοδάμαντος.
Verse: 208    
ξεῖνος γάρ μοι ὅδ' ἐστί· τίς ἂν ϕιλέοντι μάχοιτο;
Verse: 209    
ἄϕρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,
Verse: 210    
ὅς τις ξεινοδόκῳ ἔριδα προϕέρηται ἀέθλων
Verse: 211    
δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δ' αὐτοῦ πάντα κολούει.
Verse: 212    
τῶν δ' ἄλλων οὔ πέρ τιν' ἀναίνομαι οὐδ' ἀθερίζω,
Verse: 213    
ἀλλ' ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.
Verse: 214    
πάντα γὰρ οὐ κακός εἰμι, μετ' ἀνδράσιν ὅσσοι ἄεθλοι·
Verse: 215    
εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμϕαϕάασθαι·
Verse: 216    
πρῶτός κ' ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ
Verse: 217    
ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι
Verse: 218    
ἄγχι παρασταῖεν καὶ τοξαζοίατο ϕωτῶν.
Verse: 219    
οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ
Verse: 220    
δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθ' ᾽Αχαιοί.
Verse: 221    
τῶν δ' ἄλλων ἐμέ ϕημι πολὺ προϕερέστερον εἶναι,
Verse: 222    
ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.
Verse: 223    
ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,
Verse: 224    
οὔθ' ῾Ηρακλῆιὴ οὔτ' Εὐρύτῳ Οἰχαλιῆιὴ,
Verse: 225    
οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.
Verse: 226    
τῶ ῥα καὶ αἶψ' ἔθανεν μέγας Εὔρυτος, οὐδ' ἐπὶ γῆρας
Verse: 227    
ἵκετ' ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ ᾽Απόλλων
Verse: 228    
ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.
Verse: 229    
δουρὶ δ' ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.
Verse: 230    
οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ
Verse: 231    
Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην
Verse: 232    
κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα
Verse: 233    
ἦεν ἐπηετανός: τῶ μοι ϕίλα γυῖα λέλυνται."

Verse: 234       
ὣς ἔϕαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
Verse: 235    
᾽Αλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε·

Verse: 236       
"ξεῖν', ἐπεὶ οὐκ ἀχάριστα μεθ' ἡμῖν ταῦτ' ἀγορεύεις,
Verse: 237    
ἀλλ' ἐθέλεις ἀρετὴν σὴν ϕαινέμεν, τοι ὀπηδεῖ,
Verse: 238    
χωόμενος, ὅτι σ' οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς
Verse: 239    
νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο
Verse: 240    
ὅς τις ἐπίσταιτο ᾗσι ϕρεσὶν ἄρτια βάζειν·
Verse: 241    
ἀλλ' ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄϕρα καὶ ἄλλῳ
Verse: 242    
εἴπῃς ἡρώων, ὅτε κεν σοῖσ' ἐν μεγάροισι
Verse: 243    
δαινύῃ παρὰ σῇ τ' ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,
Verse: 244    
ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν
Verse: 245    
Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν.
Verse: 246    
οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,
Verse: 247    
ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι,
Verse: 248    
αἰεὶ δ' ἡμῖν δαίς τε ϕίλη κίθαρίς τε χοροί τε
Verse: 249    
εἵματά τ' ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.
Verse: 250    
ἀλλ' ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,
Verse: 251    
παίσατε, ὥς χ' ξεῖνος ἐνίσπῃ οἷσι ϕίλοισιν,
Verse: 252    
οἴκαδε νοστήσας, ὅσσον περιγινόμεθ' ἄλλων
Verse: 253    
ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.
Verse: 254    
Δημοδόκῳ δέ τις αἶψα κιὼν ϕόρμιγγα λίγειαν
Verse: 255    
οἰσέτω, που κεῖται ἐν ἡμετέροισι δόμοισιν."

Verse: 256       
ὣς ἔϕατ' ᾽Αλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ
Verse: 257    
οἴσων ϕόρμιγγα γλαϕυρὴν δόμου ἐκ βασιλῆος.
Verse: 258    
αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν,
Verse: 259    
δήμιοι, οἳ κατ' ἀγῶνα ἐὺ: πρήσσεσκον ἕκαστα,
Verse: 260    
λείηναν δὲ χορόν, καλὸν δ' εὔρυναν ἀγῶνα.
Verse: 261    
κῆρυξ δ' ἐγγύθεν ἦλθε ϕέρων ϕόρμιγγα λίγειαν
Verse: 262    
Δημοδόκῳ· δ' ἔπειτα κί' ἐς μέσον· ἀμϕὶ δὲ κοῦροι
Verse: 263    
πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο,
Verse: 264    
πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ ᾽Οδυσσεὺς
Verse: 265    
μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ.

Verse: 266       
αὐτὰρ ϕορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν
Verse: 267    
ἀμϕ' ῎Αρεος ϕιλότητος ἐυὴστεϕάνου τ' ᾽Αϕροδίτης,
Verse: 268    
ὡς τὰ πρῶτ' ἐμίγησαν ἐν ῾Ηϕαίστοιο δόμοισι
Verse: 269    
λάθρῃ· πολλὰ δ' ἔδωκε, λέχος δ' ᾔσχυνε καὶ εὐνὴν
Verse: 270    
῾Ηϕαίστοιο ἄνακτος: ἄϕαρ δέ οἱ ἄγγελος ἦλθεν
Verse: 271    
῞Ηλιος, σϕ' ἐνόησε μιγαζομένους ϕιλότητι.
Verse: 272    
῞Ηϕαιστος δ' ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,
Verse: 273    
βῆ ' ἴμεν ἐς χαλκεῶνα, κακὰ ϕρεσὶ βυσσοδομεύων·
Verse: 274    
ἐν δ' ἔθετ' ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς
Verse: 275    
ἀρρήκτους ἀλύτους, ὄϕρ' ἔμπεδον αὖθι μένοιεν.
Verse: 276    
αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος ῎Αρει,
Verse: 277    
βῆ ' ἴμεν ἐς θάλαμον, ὅθι οἱ ϕίλα δέμνι' ἔκειτο,
Verse: 278    
ἀμϕὶ δ' ἄρ' ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ·
Verse: 279    
πολλὰ δὲ καὶ καθύπερθε μελαθρόϕιν ἐξεκέχυντο,
Verse: 280    
ἠύτ' ἀράχνια λεπτά· τά γ' οὔ κέ τις οὐδὲ ἴδοιτο,
Verse: 281    
οὐδὲ θεῶν μακάρων· περὶ γὰρ δολόεντα τέτυκτο.
Verse: 282    
αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,
Verse: 283    
εἴσατ' ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον,
Verse: 284    
οἱ γαιάων πολὺ ϕιλτάτη ἐστὶν ἁπασέων.
Verse: 285    
οὐδ' ἀλαὸς σκοπιὴν εἶχε χρυσήνιος ῎Αρης,
Verse: 286    
ὡς ἴδεν ῞Ηϕαιστον κλυτοτέχνην νόσϕι κιόντα·
Verse: 287    
βῆ δ' ἴμεναι πρὸς δῶμα περικλυτοῦ ῾Ηϕαίστοιο,
Verse: 288    
ἰσχανόων ϕιλότητος ἐυστεϕάνου Κυθερείης.
Verse: 289    
δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος
Verse: 290    
ἐρχομένη κατ' ἄρ' ἕζεθ δ' εἴσω δώματος ᾔει,
Verse: 291    
ἔν τ' ἄρα οἱ ϕῦ χειρὶ ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζε·

Verse: 292       
"δεῦρο, ϕίλη, λέκτρον δέ· τραπείομεν εὐνηθέντε·
Verse: 293    
οὐ γὰρ ἔθ' ῞Ηϕαιστος μεταδήμιος, ἀλλά που ἤδη
Verse: 294    
οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοϕώνους."

Verse: 295       
ὣς ϕάτο, τῇ δ' ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
Verse: 296    
τὼ δ' ἐς δέμνια βάντε κατέδραθον· ἀμϕὶ δὲ δεσμοὶ
Verse: 297    
τεχνήεντες ἔχυντο πολύϕρονος ῾Ηϕαίστοιο,
Verse: 298    
οὐδέ τι κινῆσαι μελέων ἦν οὐδ' ἀναεῖραι.
Verse: 299    
καὶ τότε δὴ γίνωσκον, τ' οὐκέτι ϕυκτὰ πέλοντο.
Verse: 300    
ἀγχίμολον δέ σϕ' ἦλθε περικλυτὸς ἀμϕιγυήεις,
Verse: 301    
αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι·
Verse: 302    
᾽Ηέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.
Verse: 304    
ἔστη δ' ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει·
Verse: 305    
σμερδαλέον δ' ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσι·

Verse: 306       
"Ζεῦ πάτερ ἠδ' ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
Verse: 307    
δεῦθ', ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,
Verse: 308    
ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ ᾽Αϕροδίτη
Verse: 309    
αἰὲν ἀτιμάζει, ϕιλέει δ' ἀίδηλον ῎Αρηα,
Verse: 310    
οὕνεχ' μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἔγωγε
Verse: 311    
ἠπεδανὸς γενόμην· ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,
Verse: 312    
ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄϕελλον.
Verse: 313    
ἀλλ' ὄψεσθ' ἵνα τώ γε καθεύδετον ἐν ϕιλότητι,
Verse: 314    
εἰς ἐμὰ δέμνια βάντες: ἐγὼ δ' ὁρόων ἀκάχημαι.
Verse: 315    
οὐ μέν σϕεας ἔτ' ἔολπα μίνυνθά γε κειέμεν οὕτω,
Verse: 316    
καὶ μάλα περ ϕιλέοντε· τάχ' οὐκ ἐθελήσετον ἄμϕω
Verse: 317    
εὕδειν· ἀλλά σϕωε δόλος καὶ δεσμὸς ἐρύξει,
Verse: 318    
εἰς κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,
Verse: 319    
ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,
Verse: 320    
οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος."

Verse: 321       
ὣς ἔϕαθ', οἱ δ' ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ·
Verse: 322    
ἦλθε Ποσειδάων γαιήοχος, ἦλθ' ἐριούνης
Verse: 323    
῾Ερμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος ᾽Απόλλων.
Verse: 324    
θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.
Verse: 325    
ἔσταν δ' ἐν προθύροισι θεοί, δωτῆρες ἑάων·
Verse: 326    
ἄσβεστος δ' ἄρ' ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι
Verse: 327    
τέχνας εἰσορόωσι πολύϕρονος ῾Ηϕαίστοιο.
Verse: 328    
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·

Verse: 329       
"οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν,
Verse: 330    
ὡς καὶ νῦν ῞Ηϕαιστος ἐὼν βραδὺς εἷλεν ῎Αρηα,
Verse: 331    
ὠκύτατόν περ ἐόντα θεῶν, οἳ ῎Ολυμπον ἔχουσι,
Verse: 332    
χωλὸς ἐών, τέχνῃσι· τὸ καὶ μοιχάγρι' ὀϕέλλει."

Verse: 333       
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
Verse: 334    
῾Ερμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς, ᾽Απόλλων·

Verse: 335       
"῾Ερμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων,
Verse: 336    
ῥά κεν ἐν δεσμοῖσ' ἐθέλοις κρατεροῖσι πιεσθεὶς
Verse: 337    
εὕδειν ἐν λέκτροισι παρὰ χρυσῇ ᾽Αϕροδίτῃ;"

Verse: 338       
τὸν δ' ἠμείβετ' ἔπειτα διάκτορος ᾽Αργειὴϕόντης:

Verse: 339       
"αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλ' ῎Απολλον.
Verse: 340    
δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμϕὶς ἔχοιεν,
Verse: 341    
ὑμεῖς δ' εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι,
Verse: 342    
αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσῇ ᾽Αϕροδίτῃ."

Verse: 343       
ὣς ἔϕατ', ἐν δὲ γέλως ὦρτ' ἀθανάτοισι θεοῖσιν.
Verse: 344    
οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δ' αἰεὶ
Verse: 345    
῞Ηϕαιστον κλυτοεργόν, ὅπως λύσειεν ῎Αρηα·
Verse: 346    
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδα·

Verse: 347       
"λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις,
Verse: 348    
τίσειν αἴσιμα πάντα μετ' ἀθανάτοισι θεοῖσι·"

Verse: 349       
τὸν δ' αὖτε προσέειπε περικλυτὸς ἀμϕιγυήεις:

Verse: 350       
"μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε·
Verse: 351    
δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.
Verse: 352    
πῶς ἂν ἐγώ σε δέοιμι μετ' ἀθανάτοισι θεοῖσιν,
Verse: 353    
εἴ κεν ῎Αρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας..."

Verse: 354       
τὸν δ' αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·

Verse: 355       
"῞Ηϕαιστ', εἴ περ γάρ κεν ῎Αρης χρεῖος ὑπαλύξας
Verse: 356    
οἴχηται ϕεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω."

Verse: 357       
τὸν δ' ἠμείβετ' ἔπειτα περικλυτὸς ἀμϕιγυήεις:

Verse: 358       
"οὐκ ἔστ' οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι."

Verse: 359       
ὣς εἰπὼν δεσμὸν ἀνίει μένος ῾Ηϕαίστοιο.
Verse: 360    
τὼ δ' ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος,
Verse: 361    
αὐτίκ' ἀναί:ξαντε μὲν Θρῄκην δὲ βεβήκει,
Verse: 362    
δ' ἄρα Κύπρον ἵκανε ϕιλομμειδὴς ᾽Αϕροδίτη,
Verse: 363    
ἐς Πάϕον, ἔνθα τέ οἱ τέμενος βωμός τε θυήεις.
Verse: 364    
ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
Verse: 365    
ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,
Verse: 366    
ἀμϕὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.

Verse: 367       
ταῦτ' ἄρ' ἀοιδὸς ἄειδε περικλυτός: αὐτὰρ ᾽Οδυσσεὺς
Verse: 368    
τέρπετ' ἐνὶ ϕρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι
Verse: 369    
Φαίηκες δολιχήρετμοι, ναυσικλυτοὶ ἄνδρες.

Verse: 370       
᾽Αλκίνοος δ' ῞Αλιον καὶ Λαοδάμαντα κέλευσε
Verse: 371    
μουνὰξ ὀρχήσασθαι, ἐπεί σϕισιν οὔ τις ἔριζεν.
Verse: 372    
οἱ δ' ἐπεὶ οὖν σϕαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,
Verse: 373    
πορϕυρέην, τήν σϕιν Πόλυβος ποίησε δαί:ϕρων,
Verse: 374    
τὴν ἕτερος ῥίπτασκε ποτὶ νέϕεα σκιόεντα
Verse: 375    
ἰδνωθεὶς ὀπίσω· δ' ἀπὸ χθονὸς ὑψόσ' ἀερθεὶς
Verse: 376    
ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι.
Verse: 377    
αὐτὰρ ἐπεὶ δὴ σϕαίρῃ ἀν' ἰθὺν πειρήσαντο,
Verse: 378    
ὀρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ
Verse: 379    
ταρϕέ' ἀμειβομένω· κοῦροι δ' ἐπελήκεον ἄλλοι
Verse: 380    
ἑστεῶτες κατ' ἀγῶνα, πολὺς δ' ὑπὸ κόμπος ὀρώρει.
Verse: 381    
δὴ τότ' ἄρ' ᾽Αλκίνοον προσεϕώνεε δῖος ᾽Οδυσσεύς:

Verse: 382       
"᾽Αλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
Verse: 383    
ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους,
Verse: 384    
ἠδ' ἄρ' ἑτοῖμα τέτυκτο· σέβας μ' ἔχει εἰσορόωντα."

Verse: 385       
ὣς ϕάτο, γήθησεν δ' ἱερὸν μένος ᾽Αλκινόοιο,
Verse: 386    
αἶψα δὲ Φαιήκεσσι ϕιληρέτμοισι μετηύδα·

Verse: 387       
"κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες:
Verse: 388    
ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι.
Verse: 389    
ἀλλ' ἄγε οἱ δῶμεν ξεινήιον, ὡς ἐπιεικές.
Verse: 390    
δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες
Verse: 391    
ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δ' ἐγὼ αὐτός:
Verse: 392    
τῶν οἱ ἕκαστος ϕᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα
Verse: 393    
καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος.
Verse: 394    
αἶψα δὲ πάντα ϕέρωμεν ἀολλέα, ὄϕρ' ἐνὶ χερσὶ
Verse: 395    
ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ.
Verse: 396    
Εὐρύαλος δέ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι
Verse: 397    
καὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν."

Verse: 398       
ὣς ἔϕαθ', οἱ δ' ἄρα πάντες ἐπῄνεον ἠδ' ἐκέλευον,
Verse: 399    
δῶρα δ' ἄρ' οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
Verse: 400    
τὸν δ' αὖτ' Εὐρύαλος ἀπαμείβετο ϕώνησέν τε·

Verse: 401       
"᾽Αλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
Verse: 402    
τοὶ γὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις.
Verse: 403    
δώσω οἱ τόδ' ἄορ παγχάλκεον, ἔπι κώπη
Verse: 404    
ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέϕαντος
Verse: 405    
ἀμϕιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται."

Verse: 406       
ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίϕος ἀργυρόηλον,
Verse: 407    
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδα·

Verse: 408       
"χαῖρε, πάτερ ξεῖνε· ἔπος δ' εἴ περ τι βέβακται
Verse: 409    
δεινόν, ἄϕαρ τὸ ϕέροιεν ἀναρπάξασαι ἄελλαι.
Verse: 410    
σοὶ δὲ θεοὶ ἄλοχόν τ' ἰδέειν καὶ πατρίδ' ἱκέσθαι
Verse: 411    
δοῖεν, ἐπεὶ δὴ δηθὰ ϕίλων ἄπο πήματα πάσχεις."

Verse: 412       
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:

Verse: 413       
"καὶ σύ, ϕίλος, μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν·
Verse: 414    
μηδέ τί τοι ξίϕεός γε ποθὴ μετόπισθε γένοιτο
Verse: 415    
τούτου, δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν."

Verse: 416       
ῥα, καὶ ἀμϕ' ὤμοισι θέτο ξίϕος ἀργυρόηλον.
Verse: 417    
δύσετό τ' ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν.
Verse: 418    
καὶ τά γ' ἐς ᾽Αλκινόοιο ϕέρον κήρυκες ἀγαυοί·
Verse: 419    
δεξάμενοι δ' ἄρα παῖδες ἀμύμονος ᾽Αλκινόοιο
Verse: 420    
μητρὶ παρ' αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα.
Verse: 421    
τοῖσιν δ' ἡγεμόνευ' ἱερὸν μένος ᾽Αλκινόοιο,
Verse: 422    
ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι.
Verse: 423    
δή ῥα τότ' ᾽Αρήτην προσέϕη μένος ᾽Αλκινόοιο·

Verse: 424       
"δεῦρο, γύναι, ϕέρε χηλὸν ἀριπρεπέ', τις ἀρίστη·
Verse: 425    
ἐν δ' αὐτὴ θὲς ϕᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα.
Verse: 426    
ἀμϕὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δ' ὕδωρ,
Verse: 427    
ὄϕρα λοεσσάμενός τε ἰδών τ' εὖ κείμενα πάντα
Verse: 428    
δῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδ' ἔνεικαν,
Verse: 429    
δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων.
Verse: 430    
καί οἱ ἐγὼ τόδ' ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω,
Verse: 431    
χρύσεον, ὄϕρ' ἐμέθεν μεμνημένος ἤματα πάντα
Verse: 432    
σπένδῃ ἐνὶ μεγάρῳ Διί τ' ἄλλοισίν τε θεοῖσιν."

Verse: 433       
ὣς ἔϕατ', ᾽Αρήτη δὲ μετὰ δμῳῇσιν ἔειπεν
Verse: 434    
ἀμϕὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα.
Verse: 435    
αἱ δὲ λοετροχόον τρίποδ' ἵστασαν ἐν πυρὶ κηλέῳ,
Verse: 436    
ἐν δ' ἄρ' ὕδωρ ἔχεον, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι.
Verse: 437    
γάστρην μὲν τρίποδος πῦρ ἄμϕεπε, θέρμετο δ' ὕδωρ·
Verse: 438    
τόϕρα δ' ἄρ' ᾽Αρήτη ξείνῳ περικαλλέα χηλὸν
Verse: 439    
ἐξέϕερεν θαλάμοιο, τίθει δ' ἐνὶ κάλλιμα δῶρα,
Verse: 440    
ἐσθῆτα χρυσόν τε, τά οἱ Φαίηκες ἔδωκαν·
Verse: 441    
ἐν δ' αὐτὴ ϕᾶρος θῆκεν καλόν τε χιτῶνα,
Verse: 442    
καί μιν ϕωνήσασ' ἔπεα πτερόεντα προσηύδα·

Verse: 443       
"αὐτὸς νῦν ἴδε πῶμα, θοῶς δ' ἐπὶ δεσμὸν ἴηλον,
Verse: 444    
μή τίς τοι καθ' ὁδὸν δηλήσεται, ὁππότ' ἂν αὖτε
Verse: 445    
εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ: μελαίνῃ."

Verse: 446       
αὐτὰρ ἐπεὶ τό γ' ἄκουσε πολύτλας δῖος ᾽Οδυσσεύς,
Verse: 447    
αὐτίκ' ἐπήρτυε πῶμα, θοῶς δ' ἐπὶ δεσμὸν ἴηλε
Verse: 448    
ποικίλον, ὅν ποτέ μιν δέδαε ϕρεσὶ πότνια Κίρκη.
Verse: 449    
αὐτόδιον δ' ἄρα μιν ταμίη λούσασθαι ἀνώγει
Verse: 450    
ἔς ' ἀσάμινθον βάνθ δ' ἄρ' ἀσπασίως ἴδε θυμῷ
Verse: 451    
θερμὰ λοέτρ', ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν,
Verse: 452    
ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο·
Verse: 453    
τόϕρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν.
Verse: 454    
τὸν δ' ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
Verse: 455    
ἀμϕὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα,
Verse: 456    
ἔκ ' ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆρας
Verse: 457    
ἤιε. Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα
Verse: 458    
στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
Verse: 459    
θαύμαζεν δ' ᾽Οδυσῆα ἐν ὀϕθαλμοῖσιν ὁρῶσα,
Verse: 460    
καί μιν ϕωνήσασ' ἔπεα πτερόεντα προσηύδα·

Verse: 461       
"χαῖρε, ξεῖν', ἵνα καί ποτ' ἐὼν ἐν πατρίδι γαίῃ
Verse: 462    
μνήσῃ ἐμεῦ, ὅτι μοι πρώτῃ ζωάγρι' ὀϕέλλεις."

Verse: 463       
τὴν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:

Verse: 464       
"Ναυσικάα, θύγατερ μεγαλήτορος ᾽Αλκινόοιο,
Verse: 465    
οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις ῞Ηρης,
Verse: 466    
οἴκαδέ τ' ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι.
Verse: 467    
τῶ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην
Verse: 468    
αἰεὶ ἤματα πάντα· σὺ γάρ μ' ἐβιώσαο, κούρη."

Verse: 469       
ῥα καὶ ἐς θρόνον ἷζε παρ' ᾽Αλκίνοον βασιλῆα.
Verse: 470    
οἱ δ' ἤδη μοίρας τε νέμον κερόωντό τε οἶνον.
Verse: 471    
κῆρυξ δ' ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
Verse: 472    
Δημόδοκον λαοῖσι τετιμένον· εἷσε δ' ἄρ' αὐτὸν
Verse: 473    
μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.
Verse: 474    
δὴ τότε κήρυκα προσέϕη πολύμητις ᾽Οδυσσεύς,
Verse: 475    
νώτου ἀπὸ πρὸ ταμών ἐπὶ δὲ πλεῖον ἐλέλειπτο
Verse: 476    
ἀργιόδοντος ὑός, θαλερὴ δ' ἦν ἀμϕὶς ἀλοιϕή·

Verse: 477       
"κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄϕρα ϕάγῃσι,
Verse: 478    
Δημοδόκῳ, καί μιν προσπτύξομαι, ἀχνύμενός περ·
Verse: 479    
πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ
Verse: 480    
τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκ' ἄρα σϕέας
Verse: 481    
οἴμας Μοῦσ' ἐδίδαξε, ϕίλησε δὲ ϕῦλον ἀοιδῶν."

Verse: 482       
ὣς ἄρ' ἔϕη, κῆρυξ δὲ ϕέρων ἐν χερσὶν ἔθηκεν
Verse: 483    
ἥρῳ Δημοδόκῳ· δ' ἐδέξατο, χαῖρε δὲ θυμῷ.
Verse: 484    
οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
Verse: 485    
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
Verse: 486    
δὴ τότε Δημόδοκον προσέϕη πολύμητις ᾽Οδυσσεύς:

Verse: 487       
"Δημόδοκ', ἔξοχα δή σε βροτῶν αἰνίζομ' ἁπάντων.
Verse: 488    
σέγε Μοῦσ' ἐδίδαξε, Διὸς παῖς, σέγ' ᾽Απόλλων·
Verse: 489    
λίην γὰρ κατὰ κόσμον ᾽Αχαιῶν οἶτον ἀείδεις,
Verse: 490    
ὅσσ' ἕρξαν τ' ἔπαθόν τε καὶ ὅσσ' ἐμόγησαν ᾽Αχαιοί,
Verse: 491    
ὥς τέ που αὐτὸς παρεὼν ἄλλου ἀκούσας.
Verse: 492    
ἀλλ' ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον
Verse: 493    
δουρατέου, τὸν ᾽Επειὸς ἐποίησεν σὺν ᾽Αθήνῃ,
Verse: 494    
ὅν ποτ' ἐς ἀκρόπολιν δόλῳ ἤγαγε δῖος ᾽Οδυσσεὺς,
Verse: 495    
ἀνδρῶν ἐμπλήσας οἳ ' ῎Ιλιον ἐξαλάπαξαν.
Verse: 496    
αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,
Verse: 497    
αὐτίκ' ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν
Verse: 498    
ὡς ἄρα τοι πρόϕρων θεὸς ὤπασε θέσπιν ἀοιδήν."

Verse: 499       
ὣς ϕάθ', δ' ὁρμηθεὶς θεοῦ ἤρχετο, ϕαῖνε δ' ἀοιδήν,
Verse: 500    
ἔνθεν ἑλών ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν
Verse: 501    
βάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες,
Verse: 502    
᾽Αργεῖοι, τοὶ δ' ἤδη ἀγακλυτὸν ἀμϕ' ᾽Οδυσῆα
Verse: 503    
εἵατ' ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ·
Verse: 504    
αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.
Verse: 505    
ὣς μὲν ἑστήκει, τοὶ δ' ἄκριτα πόλλ' ἀγόρευον
Verse: 506    
ἥμενοι ἀμϕ' αὐτόν· τρίχα δέ σϕισιν ἥνδανε βουλή,
Verse: 507    
ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ,
Verse: 508    
κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπ' ἄκρης,
Verse: 509    
ἐάαν μέγ' ἄγαλμα θεῶν θελκτήριον εἶναι,
Verse: 510    
τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν·
Verse: 511    
αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμϕικαλύψῃ
Verse: 512    
δουράτεον μέγαν ἵππον, ὅθ' εἵατο πάντες ἄριστοι
Verse: 513    
᾽Αργεῖοι Τρώεσσι ϕόνον καὶ κῆρα ϕέροντες.
Verse: 514    
ἤειδεν δ' ὡς ἄστυ διέπραθον υἷες ᾽Αχαιῶν
Verse: 515    
ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες.
Verse: 516    
ἄλλον δ' ἄλλῃ ἄειδε πόλιν κεραιὴζέμεν αἰπήν,
Verse: 517    
αὐτὰρ ᾽Οδυσσῆα προτὶ δώματα Δηιὴϕόβοιο
Verse: 518    
βήμεναι, ἠυ' ῎Αρηα, σὺν ἀντιθέῳ Μενελάῳ.
Verse: 519    
κεῖθι δὴ αἰνότατον πόλεμον ϕάτο τολμήσαντα
Verse: 520    
νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον ᾽Αθήνην.

Verse: 521       
ταῦτ' ἄρ' ἀοιδὸς ἄειδε περικλυτός: αὐτὰρ ᾽Οδυσσεὺς
Verse: 522    
τήκετο, δάκρυ δ' ἔδευεν ὑπὸ βλεϕάροισι παρειάς.
Verse: 523    
ὡς δὲ γυνὴ κλαίῃσι ϕίλον πόσιν ἀμϕιπεσοῦσα,
Verse: 524    
ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,
Verse: 525    
ἄστειὴ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ·
Verse: 526    
μὲν τὸν θνῄσκοντα καὶ ἀσπαίροντ' ἐσιδοῦσα
Verse: 527    
ἀμϕ' αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τ' ὄπισθε
Verse: 528    
κόπτοντες δούρεσσι μετάϕρενον ἠδὲ καὶ ὤμους
Verse: 529    
εἴρερον εἰσανάγουσι, πόνον τ' ἐχέμεν καὶ ὀιζύν·
Verse: 530    
τῆς δ' ἐλεεινοτάτῳ ἄχειὴ ϕθινύθουσι παρειαί·
Verse: 531    
ὣς ᾽Οδυσεὺς ἐλεεινὸν ὑπ' ὀϕρύσι δάκρυον εἶβεν.
Verse: 532    
ἔνθ' ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
Verse: 533    
᾽Αλκίνοος δέ μιν οἶος ἐπεϕράσατ' ἠδ' ἐνόησεν
Verse: 534    
ἥμενος ἄγχ' αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
Verse: 535    
αἶψα δὲ Φαιήκεσσι ϕιληρέτμοισι μετηύδα·

Verse: 536       
"κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
Verse: 537    
Δημόδοκος δ' ἤδη σχεθέτω ϕόρμιγγα λίγειαν·
Verse: 538    
οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδ' ἀείδει.
Verse: 539    
ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός,
Verse: 540    
ἐκ τοῦδ' οὔ πω παύσατ' ὀιζυροῖο γόοιο
Verse: 541    
ξεῖνος: μάλα πού μιν ἄχος ϕρένας ἀμϕιβέβηκεν.
Verse: 542    
ἀλλ' ἄγ' μὲν σχεθέτω, ἵν' ὁμῶς τερπώμεθα πάντες,
Verse: 543    
ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτω῎·
Verse: 544    
εἵνεκα γὰρ ξείνοιο τάδ' αἰδοίοιο τέτυκται,
Verse: 545    
πομπὴ καὶ ϕίλα δῶρα, τὰ οἱ δίδομεν ϕιλέοντες.
Verse: 546    
ἀντὶ κασιγνήτου ξεῖνός θ' ἱκέτης τε τέτυκται
Verse: 547    
ἀνέρι, ὅς τ' ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.
Verse: 548    
τῶ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν
Verse: 549    
ὅττι κέ σ' εἴρωμαι· ϕάσθαι δέ σε κάλλιόν ἐστιν.
Verse: 550    
εἴπ' ὄνομ' ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε,
Verse: 551    
ἄλλοι θ' οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.
Verse: 552    
οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστ' ἀνθρώπων,
Verse: 553    
οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,
Verse: 554    
ἀλλ' ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.
Verse: 555    
εἰπὲ δέ μοι γαῖάν τε τεὴν δῆμόν τε πόλιν τε,
Verse: 556    
ὄϕρα σε τῇ πέμπωσι τιτυσκόμεναι ϕρεσὶ νῆες.
Verse: 557    
οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,
Verse: 558    
οὐδέ τι πηδάλι' ἐστί, τά τ' ἄλλαι νῆες ἔχουσιν·
Verse: 559    
ἀλλ' αὐταὶ ἴσασι νοήματα καὶ ϕρένας ἀνδρῶν,
Verse: 560    
καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς
Verse: 561    
ἀνθρώπων, καὶ λαῖτμα τάχισθ' ἁλὸς ἐκπερόωσιν
Verse: 562    
ἠέρι καὶ νεϕέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σϕιν
Verse: 563    
οὔτε τι πημανθῆναι ἔπι δέος οὔτ' ἀπολέσθαι.
Verse: 564    
ἀλλὰ τόδ' ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα
Verse: 565    
Ναυσιθόου, ὃς ἔϕασκε Ποσειδάων' ἀγάσεσθαι
Verse: 566    
ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
Verse: 567    
ϕῆ ποτε Φαιήκων ἀνδρῶν εὐεργέα νῆα
Verse: 568    
ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ
Verse: 569    
ῥαισέσθαι, μέγα δ' ἧμιν ὄρος πόλει ἀμϕικαλύψειν.
Verse: 570    
ὣς ἀγόρευ' γέρων· τὰ δέ κεν θεὸς τελέσειεν,
Verse: 571    
κ' ἀτέλεστ' εἴη, ὥς οἱ ϕίλον ἔπλετο θυμῷ.
Verse: 572    
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
Verse: 573    
ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας
Verse: 574    
ἀνθρώπων, αὐτούς τε πόλιάς τ' ἐυναιεταώσας,
Verse: 575    
ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
Verse: 576    
οἵ τε ϕιλόξεινοι καί σϕιν νόος ἐστὶ θεουδής.
Verse: 577    
εἰπὲ δ' τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ
Verse: 578    
᾽Αργείων Δαναῶν ἠδ' ᾽Ιλίου οἶτον ἀκούων.
Verse: 579    
τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δ' ὄλεθρον
Verse: 580    
ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή.
Verse: 581    
τίς τοι καὶ πηὸς ἀπέϕθιτο ᾽Ιλιόθι πρό
Verse: 582    
ἐσθλὸς ἐών, γαμβρὸς πενθερός... οἵ τε μάλιστα
Verse: 583    
κήδιστοι τελέθουσι μεθ' αἷμά τε καὶ γένος αὐτῶν.
Verse: 584    
τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς,
Verse: 585    
ἐσθλός... ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων
Verse: 586    
γίνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ."



Next part



This text is part of the TITUS edition of Homer, Odyssee.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.