TITUS
Homer, Odyssee
Part No. 10
Previous part

Chapter: 10    
ΟΔΥΣΣΕΙΑΣ Κ


Verse: 1       Αἰολίην δ' ἐς νῆσον ἀϕικόμεθἔνθα δ' ἔναιεν
Verse: 2    
Αἰόλος ῾Ιπποτάδης, ϕίλος ἀθανάτοισι θεοῖσι,
Verse: 3    
πλωτῇ ἐνὶ νήσῳ· πᾶσαν δέ τέ μιν πέρι τεῖχος
Verse: 4    
χάλκεον ἄρρηκτον, λισσὴ δ' ἀναδέδρομε πέτρη.
Verse: 5    
τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν,
Verse: 6    
ἓξ μὲν θυγατέρες, ἓξ δ' υἱέες ἡβώοντες.
Verse: 7    
ἔνθ' γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις.
Verse: 8    
οἱ δ' αἰεὶ παρὰ πατρὶ ϕίλῳ καὶ μητέρι κεδνῇ
Verse: 9    
δαίνυνται παρὰ δέ σϕιν ὀνείατα μυρία κεῖται,
Verse: 10    
κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῆ
Verse: 11    
ἤματα· νύκτας δ' αὖτε παρ' αἰδοίῃσ' ἀλόχοισιν
Verse: 12    
εὕδουσ' ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι.
Verse: 13    
καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά.
Verse: 14    
μῆνα δὲ πάντα ϕίλει με καὶ ἐξερέεινεν ἕκαστα,
Verse: 15    
῎Ιλιον ᾽Αργείων τε νέας καὶ νόστον ᾽Αχαιῶν·
Verse: 16    
καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα.
Verse: 17    
ἀλλ' ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδὲ κέλευον
Verse: 18    
πεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν.
Verse: 19    
δῶκε δέ μ' ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο,
Verse: 20    
ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα·
Verse: 21    
κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων,
Verse: 22    
ἠμὲν παυέμεναι ἠδ' ὀρνύμεν ὅν κ' ἐθέλῃσι.
Verse: 23    
νηὶ δ' ἐνὶ γλαϕυρῇ κατέδει μέρμιθι ϕαεινῇ
Verse: 24    
ἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ·
Verse: 25    
αὐτὰρ ἐμοὶ πνοιὴν Ζεϕύρου προέηκεν ἀῆναι,
Verse: 26    
ὄϕρα ϕέροι νῆάς τε καὶ αὐτούς. Ου ' ἄρ' ἔμελλεν
Verse: 27    
ἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεθ' ἀϕραδίῃσιν.

Verse: 28       
ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,
Verse: 29    
τῇ δεκάτῃ δ' ἤδη ἀνεϕαίνετο πατρὶς ἄρουρα,
Verse: 30    
καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντας.
Verse: 31    
ἔνθ' ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα·
Verse: 32    
αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳ
Verse: 33    
δῶχ' ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν.
Verse: 34    
οἱ δ' ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον
Verse: 35    
καί μ' ἔϕασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδ' ἄγεσθαι,
Verse: 36    
δῶρα παρ' Αἰόλου μεγαλήτορος ῾Ιπποτάδαο.
Verse: 37    
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·

Verse: 38       
'ὢ πόποι, ὡς ὅδε πᾶσι ϕίλος καὶ τίμιός ἐστιν
Verse: 39    
ἀνθρώποις, ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται.
Verse: 40    
πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ
Verse: 41    
ληίδος, ἡμεῖς δ' αὖτε ὁμὴν ὁδὸν ἐκτελέσαντες
Verse: 42    
οἴκαδε νισσόμεθα κενεὰς σὺν χεῖρας ἔχοντες.
Verse: 43    
καὶ νῦν οἱ τάδ' ἔδωκε χαριζόμενος ϕιλότητι
Verse: 44    
Αἰόλος. ἀλλ' ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδ' ἐστίν,
Verse: 45    
ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν.'

Verse: 46       
ὣς ἔϕασαν, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων·
Verse: 47    
ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δ' ἐκ πάντες ὄρουσαν,
Verse: 48    
τοὺς δ' αἶψ' ἁρπάξασα ϕέρεν πόντονδε θύελλα
Verse: 49    
κλαίοντας, γαίης ἄπο πατρίδος. αὐτὰρ ἔγωγε
Verse: 50    
ἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα,
Verse: 51    
ἠὲ πεσὼν ἐκ νηὸς ἀποϕθίμην ἐνὶ πόντῳ,
Verse: 52    
ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην.
Verse: 53    
ἀλλ' ἔτλην καὶ ἔμεινα, καλυψάμενος δ' ἐνὶ νηὶ
Verse: 54    
κείμην. αἱ δ' ἐϕέροντο κακῇ ἀνέμοιο θυέλλη
Verse: 55    
αὖτις ἐπ' Αἰολίην νῆσον, στενάχοντο δ' ἑταῖροι.

Verse: 56       
ἔνθα δ' ἐπ' ἠπείρου βῆμεν καὶ ἀϕυσσάμεθ' ὕδωρ,
Verse: 57    
αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.
Verse: 58    
αὐτὰρ ἐπεὶ σίτοιό τ' ἐπασσάμεθ' ἠδὲ ποτῆτος,
Verse: 59    
δὴ τότ' ἐγὼ κήρυκά τ' ὀπασσάμενος καὶ ἑταῖρον
Verse: 60    
βῆν εἰς Αἰόλου κλυτὰ δώματα· τὸν δὲ κίχανον
Verse: 61    
δαινύμενον παρὰ τ' ἀλόχῳ καὶ οἷσι τέκεσσιν.
Verse: 62    
ἐλθόντες δ' ἐς δῶμα παρὰ σταθμοῖσιν ἐπ' οὐδοῦ
Verse: 63    
ἑζόμεθοἱ δ' ἀνὰ θυμὸν ἐθάμβεον ἔκ τ' ἐρέοντο·

Verse: 64       
'πῶς ἦλθες, ᾽Οδυσεῦ; τίς τοι κακὸς ἔχραε δαίμων;
Verse: 65    
μέν σ' ἐνδυκέως ἀπεπέμπομεν, ὄϕρα ἵκοιο
Verse: 66    
πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι ϕίλον ἐστίν.'

Verse: 67       
ὣς ἔϕαν, αὐτὰρ ἐγὼ μετεϕώνεον ἀχνύμενος κῆρ·

Verse: 68       
'ἄασάν μ' ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνος
Verse: 69    
σχέτλιος. ἀλλ' ἀκέσασθε, ϕίλοι· δύναμις γὰρ ἐν ὑμῖν.'

Verse: 70       
ὣς ἐϕάμην μαλακοῖσι καθαπτόμενος ἐπέεσσιν·
Verse: 71    
οἱ δ' ἄνεω ἐγένοντο· πατὴρ δ' ἠμείβετο μύθῳ·

Verse: 72       
'ἔρρ' ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων·
Verse: 73    
οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδ' ἀποπέμπειν
Verse: 74    
ἄνδρα τόν ὅς τε θεοῖσιν ἀπέχθηται μακάρεσσιν.
Verse: 75    
ἔρρ', ἐπεὶ ἀθανάτοισιν ἀπεχθόμενος τόδ' ἱκάνεις.'

Verse: 76       
ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα.
Verse: 77    
ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ.
Verse: 78    
τείρετο δ' ἀνδρῶν θυμὸς ὑπ' εἰρεσίης ἀλεγεινῆς
Verse: 79    
ἡμετέρῃ ματίῃ, ἐπεὶ οὐκέτι ϕαίνετο πομπή.

Verse: 80       
ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ·
Verse: 81    
ἑβδομάτῃ δ' ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον,
Verse: 82    
Τηλέπυλον Λαιστρυγονίην, ὅθι ποιμένα ποιμὴν
Verse: 83    
ἠπύει εἰσελάων, δέ τ' ἐξελάων ὑπακούει.
Verse: 84    
ἔνθα κ' ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς,
Verse: 85    
τὸν μὲν βουκολέων, τὸν δ' ἄργυϕα μῆλα νομεύων·
Verse: 86    
ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι.
Verse: 87    
ἔνθ' ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν πέρι πέτρη
Verse: 88    
ἠλίβατος τετύχηκε διαμπερὲς ἀμϕοτέρωθεν,
Verse: 89    
ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσιν
Verse: 90    
ἐν στόματι προύχουσιν, ἀραιὴ δ' εἴσοδός ἐστιν,
Verse: 91    
ἔνθ' οἵ γ' εἴσω πάντες ἔχον νέας ἀμϕιελίσσας.
Verse: 92    
αἱ μὲν ἄρ' ἔντοσθεν λιμένος κοίλοιο δέδεντο
Verse: 93    
πλησίαι· οὐ μὲν γάρ ποτ' ἀέξετο κῦμά γ' ἐν αὐτῷ,
Verse: 94    
οὔτε μέγ' οὔτ' ὀλίγον, λευκὴ δ' ἦν ἀμϕὶ γαλήνη.
Verse: 95    
αὐτὰρ ἐγὼν οἶος σχέθον ἔξω νῆα μέλαιναν,
Verse: 96    
αὐτοῦ ἐπ' ἐσχατιῇ, πέτρης ἐκ πείσματα δήσας:
Verse: 97    
ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών.
Verse: 98    
ἔνθα μὲν οὔτε βοῶν οὔτ' ἀνδρῶν ϕαίνετο ἔργα,
Verse: 99    
καπνὸν δ' οἶον ὁρῶμεν ἀπὸ χθονὸς ἀίσσοντα.
Verse: 100    
δὴ τότ' ἐγὼν ἑτάρους προί:ειν πεύθεσθαι ἰόντας
Verse: 101    
οἵτινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες,
Verse: 102    
ἄνδρε δύω κρίνας, τρίτατον κήρυχ' ἅμ' ὀπάσσας.
Verse: 103    
οἱ δ' ἴσαν ἐκβάντες λείην ὁδόν, περ ἄμαξαι
Verse: 104    
ἄστυ δ' ἀϕ' ὑψηλῶν ὀρέων καταγίνεον ὕλην.
Verse: 105    
κούρῃ δὲ ξύμβληντο πρὸ ἄστεος ὑδρευούσῃ,
Verse: 106    
θυγατέρ' ἰϕθίμῃ Λαιστρυγόνος ᾽Αντιϕάταο.
Verse: 107    
μὲν ἄρ' ἐς κρήνην κατεβήσετο καλλιρέεθρον
Verse: 108    
᾽Αρτακίην· ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ ϕέρεσκον·
Verse: 109    
οἱ δὲ παριστάμενοι προσεϕώνεον, ἔκ τ' ἐρέοντο
Verse: 110    
ὅς τις τῶνδ' εἴη βασιλεὺς καὶ τοῖσιν ἀνάσσοι.
Verse: 111    
δὲ μάλ' αὐτίκα πατρὸς ἐπέϕραδεν ὑψερεϕὲς δῶ.
Verse: 112    
οἱ δ' ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα, τὴν δὲ γυναῖκα
Verse: 113    
εὗρον ὅσην τ' ὄρεος κορυϕήν, κατὰ δ' ἔστυγον αὐτήν.
Verse: 114    
δ' αἶψ' ἐξ ἀγορῆς ἐκάλει κλυτὸν ᾽Αντιϕατῆα,
Verse: 115    
ὃν πόσιν, ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον.
Verse: 116    
αὐτίχ' ἕνα μάρψας ἑτάρων ὁπλίσσατο δεῖπνον·
Verse: 117    
τὼ δὲ δύ' ἀίξαντε ϕυγῇ ἐπὶ νῆας ἱκέσθην.
Verse: 118    
αὐτὰρ τεῦχε βοὴν διὰ ἄστεος: οἱ δ' ἀίοντες
Verse: 119    
ϕοίτων ἴϕθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος,
Verse: 120    
μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν.
Verse: 121    
οἵ ' ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισι
Verse: 122    
βάλλον· ἄϕαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρει
Verse: 123    
ἀνδρῶν τ' ὀλλυμένων νηῶν θ' ἅμα ἀγνυμενάων·
Verse: 124    
ἰχθῦς δ' ὣς πείροντες ἀτερπέα δαῖτα ϕέροντο.

Verse: 125       
ὄϕρ' οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός,
Verse: 126    
τόϕρα δ' ἐγὼ ξίϕος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
Verse: 127    
τῷ ἀπὸ πείσματ' ἔκοψα νεὸς κυανοπρῴροιο.
Verse: 128    
αἶψα δ' ἐμοῖς ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
Verse: 129    
ἐμβαλέειν κώπῃς, ἵν' ὑπ' ἐκ κακότητα ϕύγοιμεν·
Verse: 130    
οἱ δ' ἅμα πάντες ἀνέρριψαν, δείσαντες ὄλεθρον.
Verse: 131    
ἀσπασίως δ' ἐς πόντον ἐπηρεϕέας ϕύγε πέτρας
Verse: 132    
νηῦς ἐμή· αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθ' ὄλοντο.

Verse: 133       
ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
Verse: 134    
ἄσμενοι ἐκ θανάτοιο, ϕίλους ὀλέσαντες ἑταίρους.
Verse: 135    
Αἰαίην δ' ἐς νῆσον ἀϕικόμεθἔνθα δ' ἔναιε
Verse: 136    
Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,
Verse: 137    
αὐτοκασιγνήτη ὀλοόϕρονος Αἰήταο·
Verse: 138    
ἄμϕω δ' ἐκγεγάτην ϕαεσιμβρότου ᾽Ηελίοιο
Verse: 139    
μητρός τ' ἐκ Πέρσης, τὴν ᾽Ωκεανὸς τέκε παῖδα.
Verse: 140    
ἔνθα δ' ἐπ' ἀκτῆς νηὶ κατηγαγόμεσθα σιωπῇ
Verse: 141    
ναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν.
Verse: 142    
ἔνθα τότ' ἐκβάντες δύο τ' ἤματα καὶ δύο νύκτας
Verse: 143    
κείμεθ', ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.

Verse: 144       
ἀλλ' ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσ' ᾽Ηώς,
Verse: 145    
καὶ τότ' ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ ϕάσγανον ὀξὺ
Verse: 146    
καρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν,
Verse: 147    
εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην.
Verse: 148    
ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών,
Verse: 149    
καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης,
Verse: 150    
Κίρκης ἐν μεγάροισι, διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.
Verse: 151    
μερμήριξα δ' ἔπειτα κατὰ ϕρένα καὶ κατὰ θυμὸν
Verse: 152    
ἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδον αἴθοπα καπνόν.
Verse: 153    
ὧδε δέ μοι ϕρονέοντι δοάσσατο κέρδιον εἶναι,
Verse: 154    
πρῶτ' ἐλθόντ' ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης
Verse: 155    
δεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι.

Verse: 156       
ἀλλ' ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμϕιελίσσης,
Verse: 157    
καὶ τότε τίς με θεῶν ὀλοϕύρατο μοῦνον ἐόντα,
Verse: 158    
ὅς ῥά μοι ὑψίκερων ἔλαϕον μέγαν εἰς ὁδὸν αὐτὴν
Verse: 159    
ἧκεν· μὲν ποταμὸν δὲ κατήιεν ἐκ νομοῦ ὕλης
Verse: 160    
πιόμενος: δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.
Verse: 161    
τὸν δ' ἐγὼ ἐκβαίνοντα κατ' ἄκνηστιν μέσα νῶτα
Verse: 162    
πλῆξα· τὸ δ' ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε,
Verse: 163    
κὰδ δ' ἔπεσ' ἐν κονίῃσι μακών, ἀπὸ δ' ἔπτατο θυμός.
Verse: 164    
τῷ δ' ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆς
Verse: 165    
εἰρυσάμην. τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ
Verse: 166    
εἴασαὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε,
Verse: 167    
πεῖσμα δ', ὅσον τ' ὄργυιαν, ἐυστρεϕὲς ἀμϕοτέρωθεν
Verse: 168    
πλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου,
Verse: 169    
βῆν δὲ καταλοϕάδεια ϕέρων ἐπὶ νῆα μέλαιναν,
Verse: 170    
ἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦεν ἐπ' ὤμου
Verse: 171    
χειρὶ ϕέρειν ἑτέρῃ· μάλα γὰρ μέγα θηρίον ἦεν.
Verse: 172    
κὰδ δ' ἔβαλον προπάροιθε νεός, ἀνέγειρα δ' ἑταίρους
Verse: 173    
μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·

Verse: 174       
'ὦ ϕίλοι, οὐ γάρ πω καταδυσόμεθ' ἀχνύμενοι περ
Verse: 175    
εἰς ᾽Αίδαο δόμους, πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ.
Verse: 176    
ἀλλ' ἄγετ', ὄϕρ' ἐν νηὶ θοῇ βρῶσίς τε πόσις τε,
Verse: 177    
μνησόμεθα βρώμης μηδὲ τρυχώμεθα λιμῷ.'

Verse: 178       
ὣς ἐϕάμην, οἱ δ' ὦκα ἐμοῖσ' ἐπέεσσι πίθοντο·
Verse: 179    
ἐκ δὲ καλυψάμενοι παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο
Verse: 180    
θηήσαντ' ἔλαϕον· μάλα γὰρ μέγα θηρίον ἦεν.
Verse: 181    
αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀϕθαλμοῖσι,
Verse: 182    
χεῖρας νιψάμενοι τεύχοντ' ἐρικυδέα δαῖτα.

Verse: 183       
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
Verse: 184    
ἥμεθα δαινύμενοι κρέα τ' ἄσπετα καὶ μέθυ ἡδύ·
Verse: 185    
ἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέϕας ἦλθε,
Verse: 186    
δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
Verse: 187    
ἦμος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
Verse: 188    
καὶ τότ' ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·

Verse: 189       
'κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι.
Verse: 190    
ϕίλοι, οὐ γὰρ τ' ἴδμεν ὅπῃ ζόϕος οὐδ' ὅπῃ ἠώς,
Verse: 191    
οὐδ' ὅπῃ ἠέλιος ϕαεσίμβροτος εἶσ' ὑπὸ γαῖαν
Verse: 192    
οὐδ' ὅπῃ ἀννεῖται· ἀλλὰ ϕραζώμεθα θᾶσσον,
Verse: 193    
εἴ τις ἔτ' ἔσται μῆτις. ἐγὼ δ' οὐκ οἴομαι εἶναι.
Verse: 194    
εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼν
Verse: 195    
νῆσον, τὴν πέρι πόντος ἀπείριτος ἐστεϕάνωται·
Verse: 196    
αὐτὴ δὲ χθαμαλὴ κεῖται· καπνὸν δ' ἐνὶ μέσσῃ
Verse: 197    
ἔδρακον ὀϕθαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.'

Verse: 198       
ὣς ἐϕάμην, τοῖσιν δὲ κατεκλάσθη ϕίλον ἦτορ
Verse: 199    
μνησαμένοις ἔργων Λαιστρυγόνος ᾽Αντιϕάταο
Verse: 200    
Κύκλωπός τε βίης μεγαλήτορος ἀνδροϕάγοιο.
Verse: 201    
κλαῖον δὲ λιγέως, θαλερὸν κατὰ δάκρυ χέοντες:
Verse: 202    
ἀλλ' οὐ γάρ τις πρῆξις ἐγίνετο μυρομένοισιν.
Verse: 203    
αὐτὰρ ἐγὼ δίχα πάντας ἐυκνήμιδας ἑταίρους
Verse: 204    
ἠρίθμεον, ἀρχὸν δὲ μετ' ἀμϕοτέροισιν ὄπασσα·
Verse: 205    
τῶν μὲν ἐγὼν ἦρχον, τῶν δ' Εὐρύλοχος θεοειδής.
Verse: 206    
κλήρους δ' ἐν κυνέῃ χαλκήρει πάλλομεν ὦκα·
Verse: 207    
ἐκ δ' ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο.
Verse: 208    
βῆ δ' ἰέναι, ἅμα τῷ γε δύω καὶ εἴκοσ' ἑταῖροι
Verse: 209    
κλαίοντες: κατὰ δ' ἄμμε λίπον γοόωντας ὄπισθεν.

Verse: 210       
εὗρον δ' ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκης
Verse: 211    
ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ.
Verse: 212    
ἀμϕὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες,
Verse: 213    
τοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ ϕάρμακ' ἔδωκεν.
Verse: 214    
οὐ δ' οἵ γ' ὡρμήθησαν ἐπ' ἀνδράσιν, ἀλλ' ἄρα τοί γε
Verse: 215    
οὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν.
Verse: 216    
ὡς δ' ὅτ' ἂν ἀμϕὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα
Verse: 217    
σαίνωσαἰεὶ γάρ τε ϕέρει μειλίγματα θυμοῦ·
Verse: 218    
ὣς τοὺς ἀμϕὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες
Verse: 219    
σαῖνον· τοὶ δ' ἔδδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα.
Verse: 220    
ἔσταν δ' ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο,
Verse: 221    
Κίρκης δ' ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ,
Verse: 222    
ἱστὸν ἐποιχομένης μέγαν, ἄμβροτον, οἷα θεάων
Verse: 223    
λεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται.
Verse: 224    
τοῖσι δὲ μύθων ἦρχε Πολίτης, ὄρχαμος ἀνδρῶν,
Verse: 225    
ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε·

Verse: 226       
'ὦ ϕίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν ἱστὸν
Verse: 227    
καλὸν ἀοιδιάει δάπεδον δ' ἅπαν ἀμϕιμέμυκεν
Verse: 228    
θεὸς ἠὲ γυνή· ἀλλὰ ϕθεγγώμεθα θᾶσσον.'

Verse: 229       
ὣς ἄρ' ἐϕώνησεν, τοὶ δὲ ϕθέγγοντο καλεῦντες.
Verse: 230    
δ' αἶψ' ἐξελθοῦσα θύρας ὤιξε ϕαεινὰς
Verse: 231    
καὶ κάλει· οἱ δ' ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·
Verse: 232    
Εὐρύλοχος δ' ὑπέμεινεν, ὀισάμενος δόλον εἶναι.
Verse: 233    
εἷσεν δ' εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε,
Verse: 234    
ἐν δέ σϕιν τυρόν τε καὶ ἄλϕιτα καὶ μέλι χλωρὸν
Verse: 235    
οἴνῳ Πραμνείῳ ἐκύκα· ἀνέμισγε δὲ σίτῳ
Verse: 236    
ϕάρμακα λύγρ', ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης.
Verse: 237    
αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, αὐτίκ' ἔπειτα
Verse: 238    
ῥάβδῳ πεπληγυῖα κατὰ συϕεοῖσιν ἐέργνυ.
Verse: 239    
οἱ δὲ συῶν μὲν ἔχον κεϕαλὰς ϕωνήν τε τρίχας τε
Verse: 240    
καὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος ὡς τὸ πάρος περ.

Verse: 241       
ὣς οἱ μὲν κλαίοντες ἐέρχατο· τοῖσι δὲ Κίρκη
Verse: 242    
πὰρ ' ἄκυλον βάλανόν τε βάλεν καρπόν τε κρανείης,
Verse: 243    
ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν.

Verse: 244       
Εὐρύλοχος δ' ἂψ ἦλθε θοὴν ἐπὶ νῆα μέλαιναν,
Verse: 245    
ἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον.
Verse: 246    
οὐ δέ τι ἐκϕάσθαι δύνατο ἔπος ἱέμενός περ,
Verse: 247    
κῆρ ἄχειὴ μεγάλῳ βεβολημένος: ἐν δέ οἱ ὄσσε
Verse: 248    
δακρυόϕιν πίμπλαντο, γόον δ' ὠίετο θυμός.
Verse: 249    
ἀλλ' ὅτε δή μιν πάντες ἀγασσάμεθ' ἐξερέοντες,
Verse: 250    
καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον·

Verse: 251       
'ᾔομεν, ὡς ἐκέλευες, ἀνὰ δρυμά, ϕαίδιμ' ᾽Οδυσσεῦ·
Verse: 252    
εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλὰ.
Verse: 254    
ἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγ' ἄειδεν
Verse: 255    
θεὸς ἠὲ γυνή· τοὶ δὲ ϕθέγγοντο καλεῦντες.
Verse: 256    
δ' αἶψ' ἐξελθοῦσα θύρας ὤιξε ϕαεινὰς
Verse: 257    
καὶ κάλει· οἱ δ' ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·
Verse: 258    
αὐτὰρ ἐγὼν ὑπέμεινα, ὀισάμενος δόλον εἶναι.
Verse: 259    
οἱ δ' ἅμ' ἀιστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶν
Verse: 260    
ἐξεϕάνη· δηρὸν δὲ καθήμενος ἐσκοπίαζον.'

Verse: 261       
ὣς ἔϕατ', αὐτὰρ ἐγὼ περὶ μὲν ξίϕος ἀργυρόηλον
Verse: 262    
ὤμοιιν βαλόμην, μέγα, χάλκεον, ἀμϕὶ δὲ τόξα·
Verse: 263    
τὸν δ' ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι.
Verse: 264    
αὐτὰρ γ' ἀμϕοτέρῃσι λαβὼν ἐλλίσσετο γούνων·

Verse: 266       
'μή μ' ἄγε κεῖσ' ἀέκοντα, Διοτρεϕές, ἀλλὰ λίπ' αὐτοῦ·
Verse: 267    
οἶδα γὰρ ὡς οὔτ' αὐτὸς ἐλεύσεαι οὔτε τιν' ἄλλον
Verse: 268    
ἄξεις σῶν ἑτάρων. ἀλλὰ ξὺν τοίσδεσι θᾶσσον
Verse: 269    
ϕεύγωμεν· ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ.'

Verse: 270       
ὣς ἔϕατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

Verse: 271       
'Εὐρύλοχ', ἤτοι μὲν σὺ μέν' αὐτοῦ τῷδ' ἐνὶ χώρῳ
Verse: 272    
ἔσθων καὶ πίνων, κοίλῃ παρὰ νηὶ μελαίνῃ·
Verse: 273    
αὐτὰρ ἐγὼν εἶμι· κρατερὴ δέ μοι ἔπλετ' ἀνάγκη.'

Verse: 274       
ὣς εἰπὼν παρὰ νηὸς ἀπήιον ἠδὲ θαλάσσης.
Verse: 275    
ἀλλ' ὅτε δὴ ἄρ' ἔμελλον, ἰὼν ἱερὰς ἀνὰ βήσσας,
Verse: 276    
Κίρκης ἵξεσθαι πολυϕαρμάκου ἐς μέγα δῶμα,
Verse: 277    
ἔνθά μοι ῾Ερμείας χρυσόρραπις ἀντεβόλησεν
Verse: 278    
ἐρχομένῳ πρὸς δῶμα, νεηνίῃ ἀνδρὶ ἐοικώς,
Verse: 279    
πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη·
Verse: 280    
ἔν τ' ἄρα μοι ϕῦ χειρὶ ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζε·

Verse: 281       
'πῇ δ' αὖτ', δύστηνε, δι' ἄκριας ἔρχεαι οἶος,
Verse: 282    
χώρου ἄιδρις ἐών; ἕταροι δέ τοι οἵδ' ἐνὶ Κίρκης
Verse: 283    
ἔρχαται, ὥς τε σύες πυκινοὺς κευθμῶνας ἔχοντες.
Verse: 284    
τοὺς λυσόμενος δεῦρ' ἔρχεαι; οὐδὲ σέ ϕημι
Verse: 285    
αὐτὸν νοστήσειν, μενέεις δὲ σύγ' ἔνθά περ ἄλλοι.
Verse: 286    
ἀλλ' ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω·
Verse: 287    
τῆ, τόδε ϕάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκης
Verse: 288    
ἔρχευ, κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ.
Verse: 289    
πάντα δέ τοι ἐρέω ὀλοϕώια δήνεα Κίρκης.
Verse: 290    
τεύξει τοι κυκεῶ, βαλέει δ' ἐν ϕάρμακα σίτῳ·
Verse: 291    
ἀλλ' οὐδ' ὧς θέλξαί σε δυνήσεται· οὐ γὰρ ἐάσει
Verse: 292    
ϕάρμακον ἐσθλόν, τοι δώσω, ἐρέω δὲ ἕκαστα.
Verse: 293    
ὁππότε κεν Κίρκη σ' ἐλάσῃ περιμήκειὴ ῥάβδῳ,
Verse: 294    
δὴ τότε σὺ ξίϕος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
Verse: 295    
Κίρκῃ ἐπαί:ξαι ὥς τε κτάμεναι μενεαίνων.
Verse: 296    
δέ σ' ὑποδείσασα κελήσεται εὐνηθῆναι·
Verse: 297    
ἔνθα σὺ μηκέτ' ἔπειτ' ἀπανήνασθαι θεοῦ εὐνήν,
Verse: 298    
ὄϕρα κέ τοι λύσῃ θ' ἑτάρους αὐτόν τε κομίσσῃ·
Verse: 299    
ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι
Verse: 300    
μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο,
Verse: 301    
μή σ' ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃ.'

Verse: 302       
ὣς ἄρα ϕωνήσας πόρε ϕάρμακον ᾽Αργειϕόντης
Verse: 303    
ἐκ γαίης ἐρύσας, καί μοι ϕύσιν αὐτοῦ ἔδειξε.
Verse: 304    
ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος:
Verse: 305    
μῶλυ δέ μιν καλέουσι θεοί. χαλεπὸν δέ τ' ὀρύσσειν
Verse: 306    
ἀνδράσι γε θνητοῖσι· θεοὶ δέ τε πάντα δύνανται.

Verse: 307       
῾Ερμείας μὲν ἔπειτ' ἀπέβη πρὸς μακρὸν ῎Ολυμπον
Verse: 308    
νῆσον ἀν' ὑλήεσσαν, ἐγὼ δ' ἐς δώματα Κίρκης
Verse: 309    
ἤια· πολλὰ δέ μοι κραδίη πόρϕυρε κιόντι.
Verse: 310    
ἔστην δ' ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο·
Verse: 311    
ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς.
Verse: 312    
δ' αἶψ' ἐξελθοῦσα θύρας ὤιξε ϕαεινὰς
Verse: 313    
καὶ κάλει· αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ.
Verse: 314    
εἷσε δέ μ' εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου,
Verse: 315    
καλοῦ, δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·
Verse: 316    
τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπᾳ, ὄϕρα πίοιμι,
Verse: 317    
ἐν δέ τε ϕάρμακον ἧκε, κακὰ ϕρονέουσ' ἐνὶ θυμῷ.
Verse: 318    
αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, οὐ δέ μ' ἔθελξε,
Verse: 319    
ῥάβδῳ πεπληγυῖα ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζεν·

Verse: 320       
'ἔρχεο νῦν συϕεόν δέ· μετ' ἄλλων λέξο ἑταίρων.'

Verse: 321       
ὣς ϕάτ', ἐγὼ δ' ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
Verse: 322    
Κίρκῃ ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων.
Verse: 323    
δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων,
Verse: 324    
καί μ' ὀλοϕυρομένη ἔπεα πτερόεντα προσηύδα·

Verse: 325       
'τίς, πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες...
Verse: 326    
θαῦμά μ' ἔχει, ὡς οὔ τι πιὼν τάδε ϕάρμακ' ἐθέλχθης:
Verse: 327    
οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε ϕάρμακ' ἀνέτλη,
Verse: 328    
ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων.
Verse: 329    
σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν.
Verse: 330    
σύγ' ᾽Οδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶ
Verse: 331    
ϕάσκεν ἐλεύσεσθαι χρυσόρραπις ᾽Αργειὴϕόντης,
Verse: 332    
ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηὶ μελαίνῃ.
Verse: 333    
ἀλλ' ἄγε δὴ κολεῷ μὲν ἄορ θέο, νῶι δ' ἔπειτα
Verse: 334    
εὐνῆς ἡμετέρης ἐπιβήομεν, ὄϕρα μιγέντε
Verse: 335    
εὐνῇ καὶ ϕιλότητι πεποίθομεν ἀλλήλοισιν.'

Verse: 336       
ὣς ἔϕατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

Verse: 337       
'ὦ Κίρκη, πῶς γάρ με κέλῃ σοὶ ἤπιον εἶναι;
Verse: 338    
μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους,
Verse: 339    
αὐτὸν δ' ἐνθάδ' ἔχουσα δολοϕρονέουσα κελεύεις
Verse: 340    
ἐς θάλαμόν τ' ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς,
Verse: 341    
ὄϕρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃς.
Verse: 342    
οὐ δ' ἂν ἔγωγ' ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς,
Verse: 343    
εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι
Verse: 344    
μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.'

Verse: 345       
ὣς ἐϕάμην, δ' αὐτίκ' ἀπώμνυεν ὡς ἐκέλευον.
Verse: 346    
αὐτὰρ ἐπεί ' ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
Verse: 347    
καὶ τότ' ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς.

Verse: 348       
ἀμϕίπολοι δ' ἄρα τέως μὲν ἐνὶ μεγάροισι πένοντο
Verse: 349    
τέσσαρες, αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι.
Verse: 350    
γίνονται δ' ἄρα ταί γ' ἔκ τε κρηνέων ἀπό τ' ἀλσέων
Verse: 351    
ἔκ θ' ἱερῶν ποταμῶν, οἵ τ' εἰς ἅλα δὲ προρέουσι.
Verse: 352    
τάων μὲν ἔβαλλε θρόνοις ἔνι ῥήγεα καλὰ,
Verse: 353    
πορϕύρεα καθύπερθ', ὑπένερθε δὲ λῖθ' ὑπέβαλλεν·
Verse: 354    
δ' ἑτέρη προπάροιθε θρόνων ἐτίταινε τραπέζας
Verse: 355    
ἀργυρέας, ἐπὶ δέ σϕι τίθει χρύσεια κάνεια·
Verse: 356    
δὲ τρίτη κρητῆρι μελίϕρονα οἶνον ἐκίρνα
Verse: 357    
ἡδὺν ἐν ἀργυρέῳ, νέμε δὲ χρύσεια κύπελλα·
Verse: 358    
δὲ τετάρτη ὕδωρ ἐϕόρει καὶ πῦρ ἀνέκαιε
Verse: 359    
πολλὸν ὑπὸ τρίποδι μεγάλῳ· ἰαίνετο δ' ὕδωρ.
Verse: 360    
αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,
Verse: 361    
ἔς ' ἀσάμινθον ἕσασα λό' ἐκ τρίποδος μεγάλοιο,
Verse: 362    
θυμῆρες κεράσασα, κατὰ κρατός τε καὶ ὤμων,
Verse: 363    
ὄϕρα μοι ἐκ κάματον θυμοϕθόρον εἵλετο γυίων.
Verse: 364    
αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπ' ἐλαίῳ,
Verse: 365    
ἀμϕὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα,
Verse: 366    
εἷσε δέ μ' εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου,
Verse: 367    
καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·
Verse: 368    
χέρνιβα δ' ἀμϕίπολος προχόῳ ἐπέχευε ϕέρουσα
Verse: 369    
καλῇ, χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
Verse: 370    
νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
Verse: 371    
σῖτον δ' αἰδοίη ταμίη παρέθηκε ϕέρουσα,
Verse: 372    
εἴδατα πόλλ' ἐπιθεῖσα, χαριζομένη παρεόντων·
Verse: 373    
ἐσθέμεναι δ' ἐκέλευεν. ἐμῷ δ' οὐχ ἥνδανε θυμῷ,
Verse: 374    
ἀλλ' ἥμην ἀλλοϕρονέων, κακὰ δ' ὄσσετο θυμός.

Verse: 375       
Κίρκη δ' ὡς ἐνόησεν ἔμ' ἥμενον οὐδ' ἐπὶ σίτῳ
Verse: 376    
χεῖρας ἰάλλοντα, στυγερὸν δέ με πένθος ἔχοντα,
Verse: 377    
ἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα·

Verse: 378       
'τίϕθ' οὕτως, ᾽Οδυσεῦ, κατ' ἄρ' ἕζεαι ἶσος ἀναύδῳ,
Verse: 379    
θυμὸν ἔδων, βρώμης δ' οὐχ ἅπτεαι οὐδὲ ποτῆτος...
Verse: 380    
τινά που δόλον ἄλλον ὀίεαι· οὐδέ τί σε χρὴ
Verse: 381    
δειδίμεν· ἤδη γάρ τοι ἀπώμοσα καρτερὸν ὅρκον.'

Verse: 382       
ὣς ἔϕατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

Verse: 383       
'ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη,
Verse: 384    
πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος,
Verse: 385    
πρὶν λύσασθ' ἑτάρους καὶ ἐν ὀϕθαλμοῖσιν ἰδέσθαι;
Verse: 386    
ἀλλ' εἰ δὴ πρόϕρασσα πιεῖν ϕαγέμεν τε κελεύεις,
Verse: 387    
λῦσον, ἵν' ὀϕθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους.'

Verse: 388       
ὣς ἐϕάμην, Κίρκη δὲ δι' ἐκ μεγάροιο βεβήκει
Verse: 389    
ῥάβδον ἔχουσ' ἐν χειρί, θύρας δ' ἀνέῳξε συϕειοῦ,
Verse: 390    
ἐκ δ' ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν.
Verse: 391    
οἱ μὲν ἔπειτ' ἔστησαν ἐναντίοι, δὲ δι' αὐτῶν
Verse: 392    
ἐρχομένη προσάλειϕεν ἑκάστῳ ϕάρμακον ἄλλο.
Verse: 393    
τῶν δ' ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔϕυσε
Verse: 394    
ϕάρμακον οὐλόμενον, τό σϕιν πόρε πότνια Κίρκη·
Verse: 395    
ἄνδρες δ' ἂψ ἐγένοντο νεώτεροι πάρος ἦσαν
Verse: 396    
καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι.
Verse: 397    
ἔγνωσαν δέ με κεῖνοι, ἔϕυν τ' ἐν χερσὶν ἕκαστος
Verse: 398    
πᾶσιν δ' ἱμερόεις ὑπέδυ γόος, ἀμϕὶ δὲ δῶμα
Verse: 399    
σμερδαλέον κονάβιζε· θεὰ δ' ἐλέαιρε καὶ αὐτή.
Verse: 400    
δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·

Verse: 401       
'Διογενὲς Λαερτιάδη, πολυμήχαν' ᾽Οδυσσεῦ,
Verse: 402    
ἔρχεο νῦν ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
Verse: 403    
νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσατε ἤπειρον δέ,
Verse: 404    
κτήματα δ' ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα·
Verse: 405    
αὐτὸς δ' ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους.'

Verse: 406       
ὣς ἔϕατ', αὐτὰρ ἔμοιγ' ἐπεπείθετο θυμὸς ἀγήνωρ,
Verse: 407    
βῆν δ' ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
Verse: 408    
εὗρον ἔπειτ' ἐπὶ νηὶ θοῇ ἐρίηρας ἑταίρους
Verse: 409    
οἴκτρ' ὀλοϕυρομένους, θαλερὸν κατὰ δάκρυ χέοντας.
Verse: 410    
ὡς δ' ὅτ' ἄν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας,
Verse: 411    
ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται,
Verse: 412    
πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι· οὐδ' ἔτι σηκοὶ
Verse: 413    
ἴσχουσ', ἀλλ' ἁδινὸν μυκώμεναι ἀμϕιθέουσι
Verse: 414    
μητέρας: ὣς ἐμὲ κεῖνοι, ἐπεὶ ἴδον ὀϕθαλμοῖσι,
Verse: 415    
δακρυόεντες ἔχυντο· δόκησε δ' ἄρα σϕίσι θυμὸς
Verse: 416    
ὣς ἔμεν, ὡς εἰ πατρίδ' ἱκοίατο καὶ πόλιν αὐτὴν
Verse: 417    
τρηχείης ᾽Ιθάκης, ἵνα τε τράϕεν ἠδὲ γένοντο.
Verse: 418    
καί μ' ὀλοϕυρόμενοι ἔπεα πτερόεντα προσηύδων·

Verse: 419       
'σοὶ μὲν νοστήσαντι, Διοτρεϕές, ὣς ἐχάρημεν,
Verse: 420    
ὡς εἴ τ' εἰς ᾽Ιθάκην ἀϕικοίμεθα πατρίδα γαῖαν·
Verse: 421    
ἀλλ' ἄγε, τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον.'

Verse: 422       
ὣς ἔϕαν, αὐτὰρ ἐγὼ προσέϕην μαλακοῖς ἐπέεσσι·

Verse: 423       
'νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρον δέ,
Verse: 424    
κτήματα δ' ἐν σπήεσσι πελάσσομεν ὅπλά τε πάντα·
Verse: 425    
αὐτοὶ δ' ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι,
Verse: 426    
ὄϕρα ἴδηθ' ἑτάρους ἱεροῖσ' ἐν δώμασι Κίρκης
Verse: 427    
πίνοντας καὶ ἔδοντας: ἐπηετανὸν γὰρ ἔχουσιν.'

Verse: 428       
ὣς ἐϕάμην, οἱ δ' ὦκα ἐμοῖσ' ἐπέεσσι πίθοντο.
Verse: 429    
Εὐρύλοχος δέ μοι οἶος ἐρύκακε πάντας ἑταίρους:
Verse: 430    
καί σϕεας ϕωνήσας ἔπεα πτερόεντα προσηύδα·

Verse: 431       
'ἆ δειλοί, πόσ' ἴμεν; τί κακῶν ἱμείρετε τούτων,
Verse: 432    
Κίρκης ἐς μέγαρον καταβήμεναι, κεν ἅπαντας
Verse: 433    
σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας,
Verse: 434    
οἵ κέν οἱ μέγα δῶμα ϕυλάσσοιμεν καὶ ἀνάγκῃ,
Verse: 435    
ὥς περ Κύκλωψ ἕρξ', ὅτε οἱ μέσσαυλον ἵκοντο
Verse: 436    
ἡμέτεροι ἕταροι, σὺν δ' θρασὺς εἵπετ' ᾽Οδυσσεύς:
Verse: 437    
τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο.'

Verse: 438       
ὣς ἔϕατ', αὐτὰρ ἔγωγε μετὰ ϕρεσὶ μερμήριξα,
Verse: 439    
σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,
Verse: 440    
τῷ οἱ ἀποπλήξας κεϕαλὴν οὖδάς δὲ πελάσσαι,
Verse: 441    
καὶ πηῷ περ ἐόντι μάλα σχεδόν· ἀλλά μ' ἑταῖροι
Verse: 442    
μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος:

Verse: 443       
'Διογενές, τοῦτον μὲν ἐάσομεν, εἰ σὺ κελεύεις,
Verse: 444    
αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι·
Verse: 445    
ἡμῖν δ' ἡγεμόνευ' ἱερὰ πρὸς δώματα Κίρκης.'

Verse: 446       
ὣς ϕάμενοι παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.
Verse: 447    
οὐδὲ μὲν Εὐρύλοχος κοίλῃ παρὰ νηὶ λέλειπτο,
Verse: 448    
ἀλλ' ἔπετἔδδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν.

Verse: 449       
τόϕρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκη
Verse: 450    
ἐνδυκέως λοῦσέν τε καὶ ἔχρισεν λίπ' ἐλαίῳ,
Verse: 451    
ἀμϕὶ δ' ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας:
Verse: 452    
δαινυμένους δ' εὖ πάντας ἐϕεύρομεν ἐν μεγάροισιν.
Verse: 453    
οἱ δ' ἐπεὶ ἀλλήλους εἶδον ϕράσσαντό τ' ἐς ἄντα,
Verse: 454    
κλαῖον ὀδυρόμενοι, περὶ δὲ στεναχίζετο δῶμα.
Verse: 455    
δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·

Verse: 457       
'μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε· οἶδα καὶ αὐτή
Verse: 458    
ἠμὲν ὅσ' ἐν πόντῳ πάθετ' ἄλγεα ἰχθυόεντι,
Verse: 459    
ἠδ' ὅσ' ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ' ἐπὶ χέρσου.
Verse: 460    
ἀλλ' ἄγετ' ἐσθίετε βρώμην καὶ πίνετε οἶνον,
Verse: 461    
εἰς κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε,
Verse: 462    
οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαν
Verse: 463    
τρηχείης ᾽Ιθάκης. νῦν δ' ἀσκελέες καὶ ἄθυμοι,
Verse: 464    
αἰὲν ἄλης χαλεπῆς μεμνημένοι· οὐδέ ποθ' ὕμιν
Verse: 465    
θυμὸς ἐν εὐϕροσύνῃ, ἐπεὶ μάλα πολλὰ πέποσθε.'

Verse: 466       
ὣς ἔϕαθ', ἡμῖν δ' αὖτ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.
Verse: 467    
ἔνθα μὲν ἤματα πάντα τελεσϕόρον εἰς ἐνιαυτὸν
Verse: 468    
ἥμεθα, δαινύμενοι κρέα τ' ἄσπετα καὶ μέθυ ἡδύ·
Verse: 469    
ἀλλ' ὅτε δή ' ἐνιαυτὸς ἔην, περὶ δ' ἔτραπον ὧραι,
Verse: 470    
μηνῶν ϕθινόντων, περὶ δ' ἤματα μακρὰ τελέσθη,
Verse: 471    
καὶ τότε μ' ἐκκαλέσαντες ἔϕαν ἐρίηρες ἑταῖροι·

Verse: 472       
'δαιμόνι', ἤδη νῦν μιμνήσκεο πατρίδος αἴης,
Verse: 473    
εἴ τοι θέσϕατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαι
Verse: 474    
οἶκον ἐς ὑψόροϕον καὶ σὴν ἐς πατρίδα γαῖαν.'

Verse: 475       
ὣς ἔϕαν, αὐτὰρ ἔμοιγ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.
Verse: 476    
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
Verse: 477    
ἥμεθα δαινύμενοι κρέα τ' ἄσπετα καὶ μέθυ ἡδύ·
Verse: 478    
ἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέϕας ἦλθεν,
Verse: 479    
οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα.
Verse: 480    
αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆς
Verse: 481    
γούνων ἐλλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς:
Verse: 482    
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδων·

Verse: 483       
'ὦ Κίρκη, τέλεσόν μοι ὑπόσχεσιν ἥν περ ὑπέστης,
Verse: 484    
οἴκαδε πεμψέμεναι· θυμὸς δέ μοι ἔσσυται ἤδη
Verse: 485    
ἠδ' ἄλλων ἑτάρων, οἵ μευ ϕθινύθουσι ϕίλον κῆρ
Verse: 486    
ἀμϕ' ἔμ' ὀδυρόμενοι, ὅτε που σύγε νόσϕι γένηαι.'

Verse: 487       
ὣς ἐϕάμην, δ' αὐτίκ' ἀμείβετο δῖα θεάων·

Verse: 488       
'Διογενὲς Λαερτιάδη, πολυμήχαν' ᾽Οδυσσεῦ,
Verse: 489    
μηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ.
Verse: 490    
ἀλλ' ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι
Verse: 491    
εἰς ᾽Αίδαο δόμους καὶ ἐπαινῆς Περσεϕονείης,
Verse: 492    
ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο,
Verse: 493    
μάντηος ἀλαοῦ, τοῦ τε ϕρένες ἔμπεδοί εἰσι·
Verse: 494    
τῷ καὶ τεθνηῶτι νόον πόρε Περσεϕόνεια
Verse: 495    
οἴῳ πεπνῦσθαι· τοὶ δὲ σκιαὶ ἀίσσουσιν.'

Verse: 496       
ὣς ἔϕατ', αὐτὰρ ἔμοιγε κατεκλάσθη ϕίλον ἦτορ·
Verse: 497    
κλαῖον δ' ἐν λεχέεσσι καθήμενος, οὐδέ νύ μοι κῆρ
Verse: 498    
ἤθελ' ἔτι ζώειν καὶ ὁρᾶν ϕάος ἠελίοιο.
Verse: 499    
αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,
Verse: 500    
καὶ μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδων·

Verse: 501       
'ὦ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει;
Verse: 502    
εἰς ῎Αιδος δ' οὔ πώ τις ἀϕίκετο νηὶ μελαίνῃ.'

Verse: 503       
ὣς ἐϕάμην, δ' αὐτίκ' ἀμείβετο δῖα θεάων·

Verse: 505       
'μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ μελέσθω,
Verse: 506    
ἱστὸν δὲ στήσας ἀνά θ' ἱστία λευκὰ πετάσσας
Verse: 507    
ἧσθαι· τὴν δέ κέ τοι πνοιὴ βορέαο ϕέρῃσιν.
Verse: 508    
ἀλλ' ὁπότ' ἂν δὴ νηὶ δι' ᾽Ωκεανοῖο περήσῃς,
Verse: 509    
ἔνθ' ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεϕονείης,
Verse: 510    
μακραί τ' αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι,
Verse: 511    
νῆα μὲν αὐτοῦ κέλσαι ἐπ' ᾽Ωκεανῷ βαθυδίνῃ,
Verse: 512    
αὐτὸς δ' εἰς ᾽Αίδεω ἰέναι δόμον εὐρώεντα.
Verse: 513    
ἔνθα μὲν εἰς ᾽Αχέροντα Πυριϕλεγέθων τε ῥέουσι
Verse: 514    
Κώκυτός θ', ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ,
Verse: 515    
πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων·
Verse: 516    
ἔνθα δ' ἔπειθ', ἥρως, χριμϕθεὶς πέλας, ὥς σε κελεύω,
Verse: 517    
βόθρον ὀρύξαι ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,
Verse: 518    
ἀμϕ' αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσι,
Verse: 519    
πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,
Verse: 520    
τὸ τρίτον αὖθ' ὕδατι· ἐπὶ δ' ἄλϕιτα λευκὰ παλύνειν.
Verse: 521    
πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα,
Verse: 522    
ἐλθὼν εἰς ᾽Ιθάκην στεῖραν βοῦν, τις ἀρίστη,
Verse: 523    
ῥέξειν ἐν μεγάροισι πυρήν τ' ἐμπλησέμεν ἐσθλῶν,
Verse: 524    
Τειρεσίῃ δ' ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴω
Verse: 525    
παμμέλαν', ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν.
Verse: 526    
αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν,
Verse: 527    
ἔνθ' ὄιν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν
Verse: 528    
εἰς ῎Ερεβος στρέψας, αὐτὸς δ' ἀπὸ νόσϕι τραπέσθαι
Verse: 529    
ἱέμενος ποταμοῖο ῥοάων· ἔνθα δὲ πολλαὶ
Verse: 530    
ψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων.
Verse: 531    
δὴ τότ' ἔπειθ' ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαι
Verse: 532    
μῆλα, τὰ δὴ κατάκειτ' ἐσϕαγμένα νηλέι χαλκῷ,
Verse: 533    
δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,
Verse: 534    
ἰϕθίμῳ τ' ᾽Αίδῃ καὶ ἐπαινῇ Περσεϕονείῃ·
Verse: 535    
αὐτὸς δὲ ξίϕος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
Verse: 536    
ἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνα
Verse: 537    
αἵματος ἄσσον ἴμεν πρὶν Τειρεσίαο πυθέσθαι.
Verse: 538    
ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται, ὄρχαμε λαῶν,
Verse: 539    
ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου
Verse: 540    
νόστον θ', ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.'

Verse: 541       
ὣς ἔϕατ', αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν ᾽Ηώς.
Verse: 542    
ἀμϕὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν·
Verse: 543    
αὐτὴ δ' ἀργύϕεον ϕᾶρος μέγα ἕννυτο Νύμϕη,
Verse: 544    
λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετ' ἰξυι
Verse: 545    
καλὴν, χρυσείην, κεϕαλῇ δ' ἐπέθηκε καλύπτρην.
Verse: 546    
αὐτὰρ ἐγὼ διὰ δῶμα κιὼν ὤτρυνον ἑταίρους
Verse: 547    
μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·

Verse: 548       
'μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον,
Verse: 549    
ἀλλ' ἴομεν· δὴ γάρ μοι ἐπέϕραδε πότνια Κίρκη.'

Verse: 550       
ὣς ἐϕάμην, τοῖσιν δ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.
Verse: 551    
οὐ δὲ μὲν οὐδ' ἔνθέν περ ἀπήμονας ἦγον ἑταίρους.
Verse: 552    
᾽Ελπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τι λίην
Verse: 553    
ἄλκιμος ἐν πολέμῳ οὔτε ϕρεσὶν ᾗσιν ἀρηρώς,
Verse: 554    
ὅς μοι ἄνευθ' ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης,
Verse: 555    
ψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων·
Verse: 556    
κινυμένων δ' ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας
Verse: 557    
ἐξαπίνης ἀνόρουσε, καὶ ἐκλάθετο ϕρεσὶν ᾗσιν
Verse: 558    
ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,
Verse: 559    
ἀλλὰ κατ' ἀντικρὺ τέγεος πέσεν· ἐκ δέ οἱ αὐχὴν
Verse: 560    
ἀστραγάλων ἐάγη, ψυχὴ δ' ῎Αιδός δὲ κατῆλθεν.
Verse: 561    
ἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦθον ἔειπον·

Verse: 562       
'ϕάσθε νύ που οἶκον δὲ ϕίλην ἐς πατρίδα γαῖαν
Verse: 563    
ἔρχεσθἄλλην δ' ἧμιν ὁδὸν τεκμήρατο Κίρκη
Verse: 564    
εἰς ᾽Αίδαο δόμους καὶ ἐπαινῆς Περσεϕονείης,
Verse: 565    
ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο.'

Verse: 566       
ὣς ἐϕάμην, τοῖσιν δὲ κατεκλάσθη ϕίλον ἦτορ,
Verse: 567    
ἑζόμενοι δὲ κατ' αὖθι γόων τίλλοντό τε χαίτας:
Verse: 568    
ἀλλ' οὐ γάρ τις πρῆξις ἐγίνετο μυρομένοισιν.

Verse: 569       
ἀλλ' ὅτε δή ' ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης
Verse: 570    
ᾔομεν ἀχνύμενοι, θαλερὸν κατὰ δάκρυ χέοντες,
Verse: 571    
τόϕρα δ' ἄρ' οἰχομένη Κίρκη παρὰ νηὶ: μελαίνῃ
Verse: 572    
ἀρνειὸν κατέδησεν ὄιν θῆλύν τε μέλαιναν,
Verse: 573    
ῥεῖα παρ' ἐξ ἐλθοῦσα· τίς ἂν θεὸν οὐκ ἐθέλοντα
Verse: 574    
ὀϕθαλμοῖσιν ἴδοιτ' ἔνθ' ἔνθα κιόντα;



Next part



This text is part of the TITUS edition of Homer, Odyssee.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.