TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 819
Previous part

Chapter: 30 
Verse: 1  νυνὶ δὲ κατεγέλασάν μου,
ἐλάχιστοι νῦν νουθετοῦσίν με ἐν μέρει,
ὧν ἐξουδένουν πατέρας αὐτῶν,S
οὓς οὐχ ἡγησάμην εἶναι ἀξίους κυνῶν τῶν ἐμῶν νομάδων.
Verse: 2 
καί γε ἰσχὺς χειρῶν αὐτῶν ἵνα τί μοι;
ἐπ' αὐτοὺς ἀπώλετο συντέλεια
Verse: 3 
ἐν ἐνδείᾳ καὶ λιμῷ ἄγονος·
οἱ ϕεύγοντες ἄνυδρον ἐχθὲς συνοχὴν καὶ ταλαιπωρίαν,
Verse: 4 
οἱ περικλῶντες ἅλιμα ἐπὶ ἠχοῦντι,S
οἵτινες ἅλιμα ἦν αὐτῶν τὰ σῖτα,
ἄτιμοι δὲ καὶ πεϕαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ,
οἳ καὶ ῥίζας ξύλων ἐμασῶντο ὑπὸ λιμοῦ μεγάλου.
Verse: 5 
ἐπανέστησάν μοι κλέπται,
Verse: 6 
ὧν οἱ οἶκοι αὐτῶν ἦσαν τρῶγλαι πετρῶν·
Verse: 7 
ἀνὰ μέσον εὐήχων βοήσονται·S
οἳ ὑπὸ ϕρύγανα ἄγρια διῃτῶντο,
Verse: 8 
ἀϕρόνων υἱοὶ καὶ ἀτίμων ὄνομα
καὶ κλέος ἐσβεσμένον ἀπὸ γῆς.
Verse: 9 
νυνὶ δὲ κιθάρα ἐγώ εἰμι αὐτῶν,
καὶ ἐμὲ θρύλημα ἔχουσιν·
Verse: 10 
ἐβδελύξαντο δέ με ἀποστάντες μακράν,
ἀπὸ δὲ προσώπου μου οὐκ ἐϕείσαντο πτύελον.
Verse: 11 
ἀνοίξας γὰρ ϕαρέτραν αὐτοῦ ἐκάκωσέν με,
καὶ χαλινὸν τοῦ προσώπου μου ἐξαπέστειλαν.
Verse: 12 
ἐπὶ δεξιῶν βλαστοῦ ἐπανέστησαν,
πόδα αὐτῶν ἐξέτειναν καὶ ὡδοποίησαν ἐπ' ἐμὲ τρίβους ἀπωλείας αὐτῶν.
Verse: 13 
ἐξετρίβησαν τρίβοι μου,S
ἐξέδυσεν γάρ μου τὴν στολήν·
Verse: 14 
βέλεσιν αὐτοῦ κατηκόντισέν με,
κέχρηταί μοι ὡς βούλεται, ἐν ὀδύναις πέϕυρμαι.
Verse: 15 
ἐπιστρέϕονται δέ μου αἱ ὀδύναι,
ᾤχετό μου ἡ ἐλπὶς ὥσπερ πνεῦμα
καὶ ὥσπερ νέϕος ἡ σωτηρία μου.
Verse: 16 
καὶ νῦν ἐπ' ἐμὲ ἐκχυθήσεται ἡ ψυχή μου,S
ἔχουσιν δέ με ἡμέραι ὀδυνῶν·
Verse: 17 
νυκτὶ δέ μου τὰ ὀστᾶ συγκέκαυται,
τὰ δὲ νεῦρά μου διαλέλυται.
Verse: 18 
ἐν πολλῇ ἰσχύι ἐπελάβετό μου τῆς στολῆς,
ὥσπερ τὸ περιστόμιον τοῦ χιτῶνός μου περιέσχεν με.S
Verse: 19 
ἥγησαι δέ με ἴσα πηλῷ,
ἐν γῇ καὶ σποδῷ μου ἡ μερίς·
Verse: 20 
κέκραγα δὲ πρὸς σὲ καὶ οὐκ εἰσακούεις μου,
ἔστησαν καὶ κατενόησάν με·S
Verse: 21 
ἐπέβης δέ μοι ἀνελεημόνως,
χειρὶ κραταιᾷ με ἐμαστίγωσας·
Verse: 22 
ἔταξας δέ με ἐν ὀδύναις
καὶ ἀπέρριψάς με ἀπὸ σωτηρίας.S
Verse: 23 
οἶδα γὰρ ὅτι θάνατός με ἐκτρίψει·
οἰκία γὰρ παντὶ θνητῷ γῆ.
Verse: 24 
εἰ γὰρ ὄϕελον δυναίμην ἐμαυτὸν χειρώσασθαι,
ἢ δεηθείς γε ἑτέρου, καὶ ποιήσει μοι τοῦτο.
Verse: 25 
ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα,
ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις.
Verse: 26 
ἐγὼ δὲ ἐπέχων ἀγαθοῖς,
ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι κακῶν.
Verse: 27 
ἡ κοιλία μου ἐξέζεσεν καὶ οὐ σιωπήσεται,
προέϕθασάν με ἡμέραι πτωχείας.S
Verse: 28 
στένων πεπόρευμαι ἄνευ ϕιμοῦ,
ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς.
Verse: 29 
ἀδελϕὸς γέγονα σειρήνων,
ἑταῖρος δὲ στρουθῶν.
Verse: 30 
τὸ δὲ δέρμα μου ἐσκότωται μεγάλως,
τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος.
Verse: 31 
ἀπέβη δὲ εἰς πάθος μου ἡ κιθάρα,
ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.