TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 820
Chapter: 31
Verse: 1
διαθήκην
ἐθέμην
τοῖς
ὀϕθαλμοῖς
μου
καὶ
οὐ
συνήσω
ἐπὶ
παρθένον
.
Verse: 2
καὶ
τί
ἐμέρισεν
ὁ
θεὸς
ἀπάνωθεν
καὶ
κληρονομία
ἱκανοῦ
ἐξ
ὑψίστων
;
Verse: 3
οὐχὶ
ἀπώλεια
τῷ
ἀδίκῳ
καὶ
ἀπαλλοτρίωσις
τοῖς
ποιοῦσιν
ἀνομίαν
;
Verse: 4
οὐχὶ
αὐτὸς
ὄψεται
ὁδόν
μου
καὶ
πάντα
τὰ
διαβήματά
μου
ἐξαριθμήσεται
;S
Verse: 5
εἰ
δὲ
ἤμην
πεπορευμένος
μετὰ
γελοιαστῶν
,
εἰ
δὲ
καὶ
ἐσπούδασεν
ὁ
πούς
μου
εἰς
δόλον
,
Verse: 6
ἱσταίη
με
ἄρα
ἐν
ζυγῷ
δικαίῳ
,
οἶδεν
δὲ
ὁ
κύριος
τὴν
ἀκακίαν
μου
.
Verse: 7
εἰ
ἐξέκλινεν
ὁ
πούς
μου
ἐκ
τῆς
ὁδοῦ
,
εἰ
δὲ
καὶ
τῷ
ὀϕθαλμῷ
ἐπηκολούθησεν
ἡ
καρδία
μου
,
εἰ
δὲ
καὶ
ταῖς
χερσίν
μου
ἡψάμην
δώρων
,
Verse: 8
σπείραιμι
ἄρα
καὶ
ἄλλοι
ϕάγοισαν
,
ἄρριζος
δὲ
γενοίμην
ἐπὶ
γῆς
.
Verse: 9
εἰ
ἐξηκολούθησεν
ἡ
καρδία
μου
γυναικὶ
ἀνδρὸς
ἑτέρου
,
εἰ
καὶ
ἐγκάθετος
ἐγενόμην
ἐπὶ
θύραις
αὐτῆς
,
Verse: 10
ἀρέσαι
ἄρα
καὶ
ἡ
γυνή
μου
ἑτέρῳ
,
τὰ
δὲ
νήπιά
μου
ταπεινωθείη
·
Verse: 11
θυμὸς
γὰρ
ὀργῆς
ἀκατάσχετος
τὸ
μιᾶναι
ἀνδρὸς
γυναῖκα
·
Verse: 12
πῦρ
γάρ
ἐστιν
καιόμενον
ἐπὶ
πάντων
τῶν
μερῶν
,
οὗ
δ
'
ἂν
ἐπέλθῃ
,
ἐκ
ῥιζῶν
ἀπώλεσεν
.
Verse: 13
εἰ
δὲ
καὶ
ἐϕαύλισα
κρίμα
θεράποντός
μου
ἢ
θεραπαίνης
κρινομένων
αὐτῶν
πρός
με
,
Verse: 14
τί
γὰρ
ποιήσω
,
ἐὰν
ἔτασίν
μου
ποιήσηται
ὁ
κύριος
;
ἐὰν
δὲ
καὶ
ἐπισκοπήν
,
τίνα
ἀπόκρισιν
ποιήσομαι
;
Verse: 15
πότερον
οὐχ
ὡς
καὶ
ἐγὼ
ἐγενόμην
ἐν
γαστρί
,
καὶ
ἐκεῖνοι
γεγόνασιν
;
γεγόναμεν
δὲ
ἐν
τῇ
αὐτῇ
κοιλίᾳ
.
Verse: 16
ἀδύνατοι
δὲ
χρείαν
,
ἥν
ποτ
'
εἶχον
,
οὐκ
ἀπέτυχον
,
χήρας
δὲ
τὸν
ὀϕθαλμὸν
οὐκ
ἐξέτηξα
.
Verse: 17
εἰ
δὲ
καὶ
τὸν
ψωμόν
μου
ἔϕαγον
μόνος
καὶ
οὐχὶ
ὀρϕανῷ
μετέδωκα
·
Verse: 18
ὅτι
ἐκ
νεότητός
μου
ἐξέτρεϕον
ὡς
πατὴρ
καὶ
ἐκ
γαστρὸς
μητρός
μου
ὡδήγησα
·S
Verse: 19
εἰ
δὲ
καὶ
ὑπερεῖδον
γυμνὸν
ἀπολλύμενον
καὶ
οὐκ
ἠμϕίασα
,
Verse: 20
ἀδύνατοι
δὲ
εἰ
μὴ
εὐλόγησάν
με
,
ἀπὸ
δὲ
κουρᾶς
ἀμνῶν
μου
ἐθερμάνθησαν
οἱ
ὦμοι
αὐτῶν
,
Verse: 21
εἰ
ἐπῆρα
ὀρϕανῷ
χεῖρα
πεποιθὼς
ὅτι
πολλή
μοι
βοήθεια
περίεστιν
,
Verse: 22
ἀποσταίη
ἄρα
ὁ
ὦμός
μου
ἀπὸ
τῆς
κλειδός
,
ὁ
δὲ
βραχίων
μου
ἀπὸ
τοῦ
ἀγκῶνός
μου
συντριβείη
.
Verse: 23
ϕόβος
γὰρ
κυρίου
συνέσχεν
με
,
καὶ
ἀπὸ
τοῦ
λήμματος
αὐτοῦ
οὐχ
ὑποίσω
.
Verse: 24
εἰ
ἔταξα
χρυσίον
ἰσχύν
μου
,S
εἰ
δὲ
καὶ
λίθῳ
πολυτελεῖ
ἐπεποίθησα
,
Verse: 25
εἰ
δὲ
καὶ
εὐϕράνθην
πολλοῦ
πλούτου
μοι
γενομένου
,
εἰ
δὲ
καὶ
ἐπ
'
ἀναριθμήτοις
ἐθέμην
χεῖρά
μου
,
Verse: 26
ἦ
οὐχ
ὁρῶ
μὲν
ἥλιον
τὸν
ἐπιϕαύσκοντα
ἐκλείποντα
,
σελήνην
δὲ
ϕθίνουσαν
;
οὐ
γὰρ
ἐπ
'
αὐτοῖς
ἐστιν
.
Verse: 27
καὶ
εἰ
ἠπατήθη
λάθρᾳ
ἡ
καρδία
μου
,S
εἰ
δὲ
καὶ
χεῖρά
μου
ἐπιθεὶς
ἐπὶ
στόματί
μου
ἐϕίλησα
,
Verse: 28
καὶ
τοῦτό
μοι
ἄρα
ἀνομία
ἡ
μεγίστη
λογισθείη
,
ὅτι
ἐψευσάμην
ἐναντίον
κυρίου
τοῦ
ὑψίστου
.
Verse: 29
εἰ
δὲ
καὶ
ἐπιχαρὴς
ἐγενόμην
πτώματι
ἐχθρῶν
μου
καὶ
εἶπεν
ἡ
καρδία
μου
Εὖγε
,
Verse: 30
ἀκούσαι
ἄρα
τὸ
οὖς
μου
τὴν
κατάραν
μου
,
θρυληθείην
δὲ
ἄρα
ὑπὸ
λαοῦ
μου
κακούμενος
.
Verse: 31
εἰ
δὲ
καὶ
πολλάκις
εἶπον
αἱ
θεράπαιναί
μου
Τίς
ἂν
δῴη
ἡμῖν
τῶν
σαρκῶν
αὐτοῦ
πλησθῆναι
;
λίαν
μου
χρηστοῦ
ὄντος
·
Verse: 32
ἔξω
δὲ
οὐκ
ηὐλίζετο
ξένος
,
ἡ
δὲ
θύρα
μου
παντὶ
ἐλθόντι
ἀνέῳκτο
.
Verse: 33
εἰ
δὲ
καὶ
ἁμαρτὼν
ἀκουσίως
ἔκρυψα
τὴν
ἁμαρτίαν
μου
,
Verse: 34
οὐ
γὰρ
διετράπην
πολυοχλίαν
πλήθους
τοῦ
μὴ
ἐξαγορεῦσαι
ἐνώπιον
αὐτῶν
,
εἰ
δὲ
καὶ
εἴασα
ἀδύνατον
ἐξελθεῖν
θύραν
μου
κόλπῳ
κενῷ
,
Verse: 35
τίς
δῴη
ἀκούοντά
μου
;S
χεῖρα
δὲ
κυρίου
εἰ
μὴ
ἐδεδοίκειν
,
συγγραϕὴν
δέ
,
ἣν
εἶχον
κατά
τινος
,
Verse: 36
ἐπ
'
ὤμοις
ἂν
περιθέμενος
στέϕανον
ἀνεγίνωσκον
,
Verse: 37
καὶ
εἰ
μὴ
ῥήξας
αὐτὴν
ἀπέδωκα
οὐθὲν
λαβὼν
παρὰ
χρεοϕειλέτου
,
Verse: 38
εἰ
ἐπ
'
ἐμοί
ποτε
ἡ
γῆ
ἐστέναξεν
,
εἰ
δὲ
καὶ
οἱ
αὔλακες
αὐτῆς
ἔκλαυσαν
ὁμοθυμαδόν
,
Verse: 39
εἰ
δὲ
καὶ
τὴν
ἰσχὺν
αὐτῆς
ἔϕαγον
μόνος
ἄνευ
τιμῆς
,
εἰ
δὲ
καὶ
ψυχὴν
κυρίου
τῆς
γῆς
ἐκβαλὼν
ἐλύπησα
,
Verse: 40
ἀντὶ
πυροῦ
ἄρα
ἐξέλθοι
μοι
κνίδη
,
ἀντὶ
δὲ
κριθῆς
βάτος
.
Καὶ
ἐπαύσατο
Ιωβ
ῥήμασιν
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.