TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 852
Chapter: 1
Verse: 1
Πᾶσα
σοϕία
παρὰ
κυρίου
καὶ
μετ
'
αὐτοῦ
ἐστιν
εἰς
τὸν
αἰῶνα
.
Verse: 2
ἄμμον
θαλασσῶν
καὶ
σταγόνας
ὑετοῦ
καὶ
ἡμέρας
αἰῶνος
τίς
ἐξαριθμήσει
;
Verse: 3
ὕψος
οὐρανοῦ
καὶ
πλάτος
γῆς
καὶ
ἄβυσσον
καὶ
σοϕίαν
τίς
ἐξιχνιάσει
;
Verse: 4
προτέρα
πάντων
ἔκτισται
σοϕία
καὶ
σύνεσις
ϕρονήσεως
ἐξ
αἰῶνος
.
Verse: 6
ῥίζα
σοϕίας
τίνι
ἀπεκαλύϕθη
;
καὶ
τὰ
πανουργεύματα
αὐτῆς
τίς
ἔγνω
;
Verse: 8
εἷς
ἐστιν
σοϕός
,
ϕοβερὸς
σϕόδρα
,
καθήμενος
ἐπὶ
τοῦ
θρόνου
αὐτοῦ
.
Verse: 9
κύριος
αὐτὸς
ἔκτισεν
αὐτὴν
καὶ
εἶδεν
καὶ
ἐξηρίθμησεν
αὐτὴν
καὶ
ἐξέχεεν
αὐτὴν
ἐπὶ
πάντα
τὰ
ἔργα
αὐτοῦ
,
Verse: 10
μετὰ
πάσης
σαρκὸς
κατὰ
τὴν
δόσιν
αὐτοῦ
,
καὶ
ἐχορήγησεν
αὐτὴν
τοῖς
ἀγαπῶσιν
αὐτόν
.
Verse: 11
Φόβος
κυρίου
δόξα
καὶ
καύχημα
καὶ
εὐϕροσύνη
καὶ
στέϕανος
ἀγαλλιάματος
.
Verse: 12
ϕόβος
κυρίου
τέρψει
καρδίαν
καὶ
δώσει
εὐϕροσύνην
καὶ
χαρὰν
καὶ
μακροημέρευσιν
.
Verse: 13
τῷ
ϕοβουμένῳ
τὸν
κύριον
εὖ
ἔσται
ἐπ
'
ἐσχάτων
,
καὶ
ἐν
ἡμέρᾳ
τελευτῆς
αὐτοῦ
εὐλογηθήσεται
.
Verse: 14
᾽Αρχὴ
σοϕίας
ϕοβεῖσθαι
τὸν
κύριον
,
καὶ
μετὰ
πιστῶν
ἐν
μήτρᾳ
συνεκτίσθη
αὐτοῖς
.
Verse: 15
μετὰ
ἀνθρώπων
θεμέλιον
αἰῶνος
ἐνόσσευσεν
καὶ
μετὰ
τοῦ
σπέρματος
αὐτῶν
ἐμπιστευθήσεται
.
Verse: 16
πλησμονὴ
σοϕίας
ϕοβεῖσθαι
τὸν
κύριον
καὶ
μεθύσκει
αὐτοὺς
ἀπὸ
τῶν
καρπῶν
αὐτῆς
·
Verse: 17
πάντα
τὸν
οἶκον
αὐτῶν
ἐμπλήσει
ἐπιθυμημάτων
καὶ
τὰ
ἀποδοχεῖα
ἀπὸ
τῶν
γενημάτων
αὐτῆς
.
Verse: 18
στέϕανος
σοϕίας
ϕόβος
κυρίου
ἀναθάλλων
εἰρήνην
καὶ
ὑγίειαν
ἰάσεως
.
Verse: 19
καὶ
εἶδεν
καὶ
ἐξηρίθμησεν
αὐτήν
,
ἐπιστήμην
καὶ
γνῶσιν
συνέσεως
ἐξώμβρησεν
καὶ
δόξαν
κρατούντων
αὐτῆς
ἀνύψωσεν
.
Verse: 20
ῥίζα
σοϕίας
ϕοβεῖσθαι
τὸν
κύριον
,
καὶ
οἱ
κλάδοι
αὐτῆς
μακροημέρευσις
.
Verse: 22
Οὐ
δυνήσεται
θυμὸς
ἄδικος
δικαιωθῆναι
·
ἡ
γὰρ
ῥοπὴ
τοῦ
θυμοῦ
αὐτοῦ
πτῶσις
αὐτῷ
.
Verse: 23
ἕως
καιροῦ
ἀνθέξεται
μακρόθυμος
,
καὶ
ὕστερον
αὐτῷ
ἀναδώσει
εὐϕροσύνη
·
Verse: 24
ἕως
καιροῦ
κρύψει
τοὺς
λόγους
αὐτοῦ
,
καὶ
χείλη
πολλῶν
ἐκδιηγήσεται
σύνεσιν
αὐτοῦ
.
Verse: 25
᾽Εν
θησαυροῖς
σοϕίας
παραβολαὶ
ἐπιστήμης
,
βδέλυγμα
δὲ
ἁμαρτωλῷ
θεοσέβεια
.
Verse: 26
ἐπιθυμήσας
σοϕίαν
διατήρησον
ἐντολάς
,
καὶ
κύριος
χορηγήσει
σοι
αὐτήν
.
Verse: 27
σοϕία
γὰρ
καὶ
παιδεία
ϕόβος
κυρίου
,
καὶ
ἡ
εὐδοκία
αὐτοῦ
πίστις
καὶ
πραότης
.
Verse: 28
μὴ
ἀπειθήσῃς
ϕόβῳ
κυρίου
καὶ
μὴ
προσέλθῃς
αὐτῷ
ἐν
καρδίᾳ
δισσῇ
.
Verse: 29
μὴ
ὑποκριθῇς
ἐν
στόμασιν
ἀνθρώπων
καὶ
ἐν
τοῖς
χείλεσίν
σου
πρόσεχε
.
Verse: 30
μὴ
ἐξύψου
σεαυτόν
,
ἵνα
μὴ
πέσῃς
καὶ
ἐπαγάγῃς
τῇ
ψυχῇ
σου
ἀτιμίαν
,
καὶ
ἀποκαλύψει
κύριος
τὰ
κρυπτά
σου
καὶ
ἐν
μέσῳ
συναγωγῆς
καταβαλεῖ
σε
,
ὅτι
οὐ
προσῆλθες
ϕόβῳ
κυρίου
καὶ
ἡ
καρδία
σου
πλήρης
δόλου
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.