TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 853
Previous part

Chapter: 2 
Verse: 1    Τέκνον, εἰ προσέρχῃ δουλεύειν κυρίῳ,
   
ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν·
Verse: 2    
εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον
   
καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς·
Verse: 3    
κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς,
   
ἵνα αὐξηθῇς ἐπ' ἐσχάτων σου.
Verse: 4    
πᾶν, ἐὰν ἐπαχθῇ σοι, δέξαι
   
καὶ ἐν ἀλλάγμασιν ταπεινώσεώς σου μακροθύμησον·
Verse: 5    
ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς
   
καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως.
Verse: 6    
πίστευσον αὐτῷ, καὶ ἀντιλήμψεταί σου·
   
εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ' αὐτόν.
Verse: 7    
Οἱ ϕοβούμενοι τὸν κύριον, ἀναμείνατε τὸ ἔλεος αὐτοῦ
   
καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε.
Verse: 8    
οἱ ϕοβούμενοι κύριον, πιστεύσατε αὐτῷ,
   
καὶ οὐ μὴ πταίσῃ μισθὸς ὑμῶν.
Verse: 9    
οἱ ϕοβούμενοι κύριον, ἐλπίσατε εἰς ἀγαθὰ
   
καὶ εἰς εὐϕροσύνην αἰῶνος καὶ ἔλεος.
Verse: 10    
ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε·
   
τίς ἐνεπίστευσεν κυρίῳ καὶ κατῃσχύνθη;
   
τίς ἐνέμεινεν τῷ ϕόβῳ αὐτοῦ καὶ ἐγκατελείϕθη;
   
τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν;
Verse: 11    
διότι οἰκτίρμων καὶ ἐλεήμων κύριος
   
καὶ ἀϕίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.
Verse: 12    
Οὐαὶ καρδίαις δειλαῖς καὶ χερσὶν παρειμέναις
   
καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους.
Verse: 13    
οὐαὶ καρδίᾳ παρειμένῃ, ὅτι οὐ πιστεύει·
   
διὰ τοῦτο οὐ σκεπασθήσεται.
Verse: 14    
οὐαὶ ὑμῖν τοῖς ἀπολωλεκόσιν τὴν ὑπομονήν·
   
καὶ τί ποιήσετε ὅταν ἐπισκέπτηται κύριος;
Verse: 15    
οἱ ϕοβούμενοι κύριον οὐκ ἀπειθήσουσιν ῥημάτων αὐτοῦ,
   
καὶ οἱ ἀγαπῶντες αὐτὸν συντηρήσουσιν τὰς ὁδοὺς αὐτοῦ.
Verse: 16    
οἱ ϕοβούμενοι κύριον ζητήσουσιν εὐδοκίαν αὐτοῦ,
   
καὶ οἱ ἀγαπῶντες αὐτὸν ἐμπλησθήσονται τοῦ νόμου.
Verse: 17    
οἱ ϕοβούμενοι κύριον ἑτοιμάσουσιν καρδίας αὐτῶν
   
καὶ ἐνώπιον αὐτοῦ ταπεινώσουσιν τὰς ψυχὰς αὐτῶν.
Verse: 18    
ἐμπεσούμεθα εἰς χεῖρας κυρίου
   
καὶ οὐκ εἰς χεῖρας ἀνθρώπων·
   
ὡς γὰρ μεγαλωσύνη αὐτοῦ,
   
οὕτως καὶ τὸ ἔλεος αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.