TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 854
Chapter: 3
Verse: 1
᾽Εμοῦ
τοῦ
πατρὸς
ἀκούσατε
,
τέκνα
,
καὶ
οὕτως
ποιήσατε
,
ἵνα
σωθῆτε
·
Verse: 2
ὁ
γὰρ
κύριος
ἐδόξασεν
πατέρα
ἐπὶ
τέκνοις
καὶ
κρίσιν
μητρὸς
ἐστερέωσεν
ἐϕ
'
υἱοῖς
.
Verse: 3
ὁ
τιμῶν
πατέρα
ἐξιλάσκεται
ἁμαρτίας
,
Verse: 4
καὶ
ὡς
ὁ
ἀποθησαυρίζων
ὁ
δοξάζων
μητέρα
αὐτοῦ
.
Verse: 5
ὁ
τιμῶν
πατέρα
εὐϕρανθήσεται
ὑπὸ
τέκνων
καὶ
ἐν
ἡμέρᾳ
προσευχῆς
αὐτοῦ
εἰσακουσθήσεται
.
Verse: 6
ὁ
δοξάζων
πατέρα
μακροημερεύσει
,
καὶ
ὁ
εἰσακούων
κυρίου
ἀναπαύσει
μητέρα
αὐτοῦ
·
Verse: 7
καὶ
ὡς
δεσπόταις
δουλεύσει
ἐν
τοῖς
γεννήσασιν
αὐτόν
.
Verse: 8
ἐν
ἔργῳ
καὶ
λόγῳ
τίμα
τὸν
πατέρα
σου
,
ἵνα
ἐπέλθῃ
σοι
εὐλογία
παρ
'
αὐτοῦ
·
Verse: 9
εὐλογία
γὰρ
πατρὸς
στηρίζει
οἴκους
τέκνων
,
κατάρα
δὲ
μητρὸς
ἐκριζοῖ
θεμέλια
.
Verse: 10
μὴ
δοξάζου
ἐν
ἀτιμίᾳ
πατρός
σου
,
οὐ
γάρ
ἐστίν
σοι
δόξα
πατρὸς
ἀτιμία
·
Verse: 11
ἡ
γὰρ
δόξα
ἀνθρώπου
ἐκ
τιμῆς
πατρὸς
αὐτοῦ
,
καὶ
ὄνειδος
τέκνοις
μήτηρ
ἐν
ἀδοξίᾳ
.
Verse: 12
τέκνον
,
ἀντιλαβοῦ
ἐν
γήρᾳ
πατρός
σου
καὶ
μὴ
λυπήσῃς
αὐτὸν
ἐν
τῇ
ζωῇ
αὐτοῦ
·
Verse: 13
κἂν
ἀπολείπῃ
σύνεσιν
,
συγγνώμην
ἔχε
καὶ
μὴ
ἀτιμάσῃς
αὐτὸν
ἐν
πάσῃ
ἰσχύι
σου
.
Verse: 14
ἐλεημοσύνη
γὰρ
πατρὸς
οὐκ
ἐπιλησθήσεται
καὶ
ἀντὶ
ἁμαρτιῶν
προσανοικοδομηθήσεταί
σοι
.
Verse: 15
ἐν
ἡμέρᾳ
θλίψεώς
σου
ἀναμνησθήσεταί
σου
·
ὡς
εὐδία
ἐπὶ
παγετῷ
,
οὕτως
ἀναλυθήσονταί
σου
αἱ
ἁμαρτίαι
.
Verse: 16
ὡς
βλάσϕημος
ὁ
ἐγκαταλιπὼν
πατέρα
,
καὶ
κεκατηραμένος
ὑπὸ
κυρίου
ὁ
παροργίζων
μητέρα
αὐτοῦ
.
Verse: 17
Τέκνον
,
ἐν
πραύτητι
τὰ
ἔργα
σου
διέξαγε
,
καὶ
ὑπὸ
ἀνθρώπου
δεκτοῦ
ἀγαπηθήσῃ
.
Verse: 18
ὅσῳ
μέγας
εἶ
,
τοσούτῳ
ταπείνου
σεαυτόν
,
καὶ
ἔναντι
κυρίου
εὑρήσεις
χάριν
·
Verse: 20
ὅτι
μεγάλη
ἡ
δυναστεία
τοῦ
κυρίου
καὶ
ὑπὸ
τῶν
ταπεινῶν
δοξάζεται
.
Verse: 21
χαλεπώτερά
σου
μὴ
ζήτει
καὶ
ἰσχυρότερά
σου
μὴ
ἐξέταζε
·
Verse: 22
ἃ
προσετάγη
σοι
,
ταῦτα
διανοοῦ
,
οὐ
γάρ
ἐστίν
σοι
χρεία
τῶν
κρυπτῶν
.
Verse: 23
ἐν
τοῖς
περισσοῖς
τῶν
ἔργων
σου
μὴ
περιεργάζου
·
πλείονα
γὰρ
συνέσεως
ἀνθρώπων
ὑπεδείχθη
σοι
.
Verse: 24
πολλοὺς
γὰρ
ἐπλάνησεν
ἡ
ὑπόλημψις
αὐτῶν
,
καὶ
ὑπόνοια
πονηρὰ
ὠλίσθησεν
διανοίας
αὐτῶν
.
Verse: 26
καρδία
σκληρὰ
κακωθήσεται
ἐπ
'
ἐσχάτων
,
καὶ
ὁ
ἀγαπῶν
κίνδυνον
ἐν
αὐτῷ
ἀπολεῖται
.
Verse: 27
καρδία
σκληρὰ
βαρυνθήσεται
πόνοις
,
καὶ
ὁ
ἁμαρτωλὸς
προσθήσει
ἁμαρτίαν
ἐϕ
'
ἁμαρτίαις
.
Verse: 28
ἐπαγωγῇ
ὑπερηϕάνου
οὐκ
ἔστιν
ἴασις
·
ϕυτὸν
γὰρ
πονηρίας
ἐρρίζωκεν
ἐν
αὐτῷ
.
Verse: 29
καρδία
συνετοῦ
διανοηθήσεται
παραβολήν
,
καὶ
οὖς
ἀκροατοῦ
ἐπιθυμία
σοϕοῦ
.
Verse: 30
πῦρ
ϕλογιζόμενον
ἀποσβέσει
ὕδωρ
,
καὶ
ἐλεημοσύνη
ἐξιλάσεται
ἁμαρτίας
.
Verse: 31
ὁ
ἀνταποδιδοὺς
χάριτας
μέμνηται
εἰς
τὰ
μετὰ
ταῦτα
καὶ
ἐν
καιρῷ
πτώσεως
αὐτοῦ
εὑρήσει
στήριγμα
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.