TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 855
Previous part

Chapter: 4 
Verse: 1    Τέκνον, τὴν ζωὴν τοῦ πτωχοῦ μὴ ἀποστερήσῃς
   
καὶ μὴ παρελκύσῃς ὀϕθαλμοὺς ἐπιδεεῖς.
Verse: 2    
ψυχὴν πεινῶσαν μὴ λυπήσῃς
   
καὶ μὴ παροργίσῃς ἄνδρα ἐν ἀπορίᾳ αὐτοῦ.
Verse: 3    
καρδίαν παρωργισμένην μὴ προσταράξῃς
   
καὶ μὴ παρελκύσῃς δόσιν προσδεομένου.
Verse: 4    
ἱκέτην θλιβόμενον μὴ ἀπαναίνου
   
καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ πτωχοῦ.
Verse: 5    
ἀπὸ δεομένου μὴ ἀποστρέψῃς ὀϕθαλμὸν
   
καὶ μὴ δῷς τόπον ἀνθρώπῳ καταράσασθαί σε·
Verse: 6    
καταρωμένου γάρ σε ἐν πικρίᾳ ψυχῆς αὐτοῦ
   
τῆς δεήσεως αὐτοῦ ἐπακούσεται ποιήσας αὐτόν.
Verse: 7    
προσϕιλῆ συναγωγῇ σεαυτὸν ποίει
   
καὶ μεγιστᾶνι ταπείνου τὴν κεϕαλήν σου.
Verse: 8    
κλῖνον πτωχῷ τὸ οὖς σου
   
καὶ ἀποκρίθητι αὐτῷ εἰρηνικὰ ἐν πραύτητι.
Verse: 9    
ἐξελοῦ ἀδικούμενον ἐκ χειρὸς ἀδικοῦντος
   
καὶ μὴ ὀλιγοψυχήσῃς ἐν τῷ κρίνειν σε.
Verse: 10    
γίνου ὀρϕανοῖς ὡς πατὴρ
   
καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν·
   
καὶ ἔσῃ ὡς υἱὸς ὑψίστου,
   
καὶ ἀγαπήσει σε μᾶλλον μήτηρ σου.
Verse: 11    
῾Η σοϕία υἱοὺς αὐτῆς ἀνύψωσεν
   
καὶ ἐπιλαμβάνεται τῶν ζητοῦντων αὐτήν.
Verse: 12    
ἀγαπῶν αὐτὴν ἀγαπᾷ ζωήν,
   
καὶ οἱ ὀρθρίζοντες πρὸς αὐτὴν ἐμπλησθήσονται εὐϕροσύνης.
Verse: 13    
κρατῶν αὐτῆς κληρονομήσει δόξαν,
   
καὶ οὗ εἰσπορεύεται, εὐλογεῖ κύριος.
Verse: 14    
οἱ λατρεύοντες αὐτῇ λειτουργήσουσιν ἁγίῳ,
   
καὶ τοὺς ἀγαπῶντας αὐτὴν ἀγαπᾷ κύριος.
Verse: 15    
ὑπακούων αὐτῆς κρινεῖ ἔθνη,
   
καὶ προσέχων αὐτῇ κατασκηνώσει πεποιθώς.
Verse: 16    
ἐὰν ἐμπιστεύσῃ, κατακληρονομήσει αὐτήν,
   
καὶ ἐν κατασχέσει ἔσονται αἱ γενεαὶ αὐτοῦ·
Verse: 17    
ὅτι διεστραμμένως πορεύσεται μετ' αὐτοῦ ἐν πρώτοις,
   
ϕόβον καὶ δειλίαν ἐπάξει ἐπ' αὐτὸν
   
καὶ βασανίσει αὐτὸν ἐν παιδείᾳ αὐτῆς,
   
ἕως οὗ ἐμπιστεύσῃ τῇ ψυχῇ αὐτοῦ,
   
καὶ πειράσει αὐτὸν ἐν τοῖς δικαιώμασιν αὐτῆς·
Verse: 18    
καὶ πάλιν ἐπανήξει κατ' εὐθεῖαν πρὸς αὐτὸν καὶ εὐϕρανεῖ αὐτὸν
   
καὶ ἀποκαλύψει αὐτῷ τὰ κρυπτὰ αὐτῆς.
Verse: 19    
ἐὰν ἀποπλανηθῇ, ἐγκαταλείψει αὐτὸν
   
καὶ παραδώσει αὐτὸν εἰς χεῖρας πτώσεως αὐτοῦ.
Verse: 20    
Συντήρησον καιρὸν καὶ ϕύλαξαι ἀπὸ πονηροῦ
   
καὶ περὶ τῆς ψυχῆς σου μὴ αἰσχυνθῇς·
Verse: 21    
ἔστιν γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν,
   
καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις.
Verse: 22    
μὴ λάβῃς πρόσωπον κατὰ τῆς ψυχῆς σου
   
καὶ μὴ ἐντραπῇς εἰς πτῶσίν σου.
Verse: 23    
μὴ κωλύσῃς λόγον ἐν καιρῷ χρείας·
Verse: 24    
ἐν γὰρ λόγῳ γνωσθήσεται σοϕία
   
καὶ παιδεία ἐν ῥήματι γλώσσης.
Verse: 25    
μὴ ἀντίλεγε τῇ ἀληθείᾳ
   
καὶ περὶ τῆς ἀπαιδευσίας σου ἐντράπηθι.
Verse: 26    
μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐϕ' ἁμαρτίαις σου
   
καὶ μὴ βιάζου ῥοῦν ποταμοῦ.
Verse: 27    
καὶ μὴ ὑποστρώσῃς ἀνθρώπῳ μωρῷ σεαυτὸν
   
καὶ μὴ λάβῃς πρόσωπον δυνάστου.
Verse: 28    
ἕως θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας,
   
καὶ κύριος θεὸς πολεμήσει ὑπὲρ σοῦ.
Verse: 29    
μὴ γίνου θρασὺς ἐν γλώσσῃ σου
   
καὶ νωθρὸς καὶ παρειμένος ἐν τοῖς ἔργοις σου.
Verse: 30    
μὴ ἴσθι ὡς λέων ἐν τῷ οἴκῳ σου
   
καὶ ϕαντασιοκοπῶν ἐν τοῖς οἰκέταις σου.
Verse: 31    
μὴ ἔστω χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν
   
καὶ ἐν τῷ ἀποδιδόναι συνεσταλμένη.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.