TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 856
Previous part

Chapter: 5 
Verse: 1    Μὴ ἔπεχε ἐπὶ τοῖς χρήμασίν σου
   
καὶ μὴ εἴπῃς Αὐτάρκη μοί ἐστιν.
Verse: 2    
μὴ ἐξακολούθει τῇ ψυχῇ σου καὶ τῇ ἰσχύι σου
   
πορεύεσθαι ἐν ἐπιθυμίαις καρδίας σου·
Verse: 3    
καὶ μὴ εἴπῃς Τίς με δυναστεύσει;
   
ὁ γὰρ κύριος ἐκδικῶν ἐκδικήσει.
Verse: 4    
μὴ εἴπῃς ῞Ημαρτον, καὶ τί μοι ἐγένετο;
   
ὁ γὰρ κύριός ἐστιν μακρόθυμος.
Verse: 5    
περὶ ἐξιλασμοῦ μὴ ἄϕοβος γίνου
   
προσθεῖναι ἁμαρτίαν ἐϕ' ἁμαρτίαις·
Verse: 6    
καὶ μὴ εἴπῃς ῾Ο οἰκτιρμὸς αὐτοῦ πολύς,
   
τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται·
   
ἔλεος γὰρ καὶ ὀργὴ παρ' αὐτῷ,
   
καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ.
Verse: 7    
μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς κύριον
   
καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας·
   
ἐξάπινα γὰρ ἐξελεύσεται ὀργὴ κυρίου,
   
καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ.
Verse: 8    
Μὴ ἔπεχε ἐπὶ χρήμασιν ἀδίκοις·
   
οὐδὲν γὰρ ὠϕελήσει σε ἐν ἡμέρᾳ ἐπαγωγῆς.
Verse: 9    
μὴ λίκμα ἐν παντὶ ἀνέμῳ
   
καὶ μὴ πορεύου ἐν πάσῃ ἀτραπῷ·
   
οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος.
Verse: 10    
ἴσθι ἐστηριγμένος ἐν συνέσει σου,
   
καὶ εἷς ἔστω σου ὁ λόγος.
Verse: 11    
Γίνου ταχὺς ἐν ἀκροάσει σου
   
καὶ ἐν μακροθυμίᾳ ϕθέγγου ἀπόκρισιν.
Verse: 12    
εἰ ἔστιν σοι σύνεσις, ἀποκρίθητι τῷ πλησίον·
   
εἰ δὲ μή, ἡ χείρ σου ἔστω ἐπὶ τῷ στόματί σου.
Verse: 13    
δόξα καὶ ἀτιμία ἐν λαλιᾷ,
   
καὶ γλῶσσα ἀνθρώπου πτῶσις αὐτῷ.
Verse: 14    
Μὴ κληθῇς ψίθυρος
   
καὶ τῇ γλώσσῃ σου μὴ ἐνέδρευε
   
ἐπὶ γὰρ τῷ κλέπτῃ ἐστὶν αἰσχύνη
   
καὶ κατάγνωσις πονηρὰ ἐπὶ διγλώσσου.
Verse: 15    
ἐν μεγάλῳ καὶ ἐν μικρῷ μὴ ἀγνόει
   
καὶ ἀντὶ ϕίλου μὴ γίνου ἐχθρός·
   
ὄνομα γὰρ πονηρὸν αἰσχύνην καὶ ὄνειδος κληρονομήσει·
   
οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.