TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 857
Previous part

Chapter: 6 
Verse: 2    Μὴ ἐπάρῃς σεαυτὸν ἐν βουλῇ ψυχῆς σου,
   
ἵνα μὴ διαρπαγῇ ὡς ταῦρος ψυχή σου·
Verse: 3    
τὰ ϕύλλα σου καταϕάγεσαι καὶ τοὺς καρπούς σου ἀπολέσεις
   
καὶ ἀϕήσεις σεαυτὸν ὡς ξύλον ξηρόν.
Verse: 4    
ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτὴν
   
καὶ ἐπίχαρμα ἐχθρῶν ποιήσει αὐτόν.
Verse: 5    
Λάρυγξ γλυκὺς πληθυνεῖ ϕίλους αὐτοῦ,
   
καὶ γλῶσσα εὔλαλος πληθυνεῖ εὐπροσήγορα.
Verse: 6    
οἱ εἰρηνεύοντές σοι ἔστωσαν πολλοί,
   
οἱ δὲ σύμβουλοί σου εἷς ἀπὸ χιλίων.
Verse: 7    
εἰ κτᾶσαι ϕίλον, ἐν πειρασμῷ κτῆσαι αὐτὸν
   
καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ.
Verse: 8    
ἔστιν γὰρ ϕίλος ἐν καιρῷ αὐτοῦ
   
καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου.
Verse: 9    
καὶ ἔστιν ϕίλος μετατιθέμενος εἰς ἔχθραν
   
καὶ μάχην ὀνειδισμοῦ σου ἀποκαλύψει.
Verse: 10    
καὶ ἔστιν ϕίλος κοινωνὸς τραπεζῶν
   
καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου·
Verse: 11    
καὶ ἐν τοῖς ἀγαθοῖς σου ἔσται ὡς σὺ
   
καὶ ἐπὶ τοὺς οἰκέτας σου παρρησιάσεται·
Verse: 12    
ἐὰν ταπεινωθῇς, ἔσται κατὰ σοῦ
   
καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσεται.
Verse: 13    
ἀπὸ τῶν ἐχθρῶν σου διαχωρίσθητι
   
καὶ ἀπὸ τῶν ϕίλων σου πρόσεχε.
Verse: 14    
ϕίλος πιστὸς σκέπη κραταιά,
   
δὲ εὑρὼν αὐτὸν εὗρεν θησαυρόν.
Verse: 15    
ϕίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα,
   
καὶ οὐκ ἔστιν σταθμὸς τῆς καλλονῆς αὐτοῦ.
Verse: 16    
ϕίλος πιστὸς ϕάρμακον ζωῆς,
   
καὶ οἱ ϕοβούμενοι κύριον εὑρήσουσιν αὐτόν.
Verse: 17    
ϕοβούμενος κύριον εὐθυνεῖ ϕιλίαν αὐτοῦ,
   
ὅτι κατ' αὐτὸν οὕτως καὶ πλησίον αὐτοῦ.
Verse: 18    
Τέκνον, ἐκ νεότητός σου ἐπίλεξαι παιδείαν,
   
καὶ ἕως πολιῶν εὑρήσεις σοϕίαν.
Verse: 19    
ὡς ἀροτριῶν καὶ σπείρων πρόσελθε αὐτῇ
   
καὶ ἀνάμενε τοὺς ἀγαθοὺς καρποὺς αὐτῆς·
   
ἐν γὰρ τῇ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσεις
   
καὶ ταχὺ ϕάγεσαι τῶν γενημάτων αὐτῆς.
Verse: 20    
ὡς τραχεῖά ἐστιν σϕόδρα τοῖς ἀπαιδεύτοις,
   
καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος·
Verse: 21    
ὡς λίθος δοκιμασίας ἰσχυρὸς ἔσται ἐπ' αὐτῷ,
   
καὶ οὐ χρονιεῖ ἀπορρῖψαι αὐτήν.
Verse: 22    
σοϕία γὰρ κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν
   
καὶ οὐ πολλοῖς ἐστιν ϕανερά.
Verse: 23    
῎Ακουσον, τέκνον, καὶ ἔκδεξαι γνώμην μου
   
καὶ μὴ ἀπαναίνου τὴν συμβουλίαν μου·
Verse: 24    
καὶ εἰσένεγκον τοὺς πόδας σου εἰς τὰς πέδας αὐτῆς
   
καὶ εἰς τὸν κλοιὸν αὐτῆς τὸν τράχηλόν σου·
Verse: 25    
ὑπόθες τὸν ὦμόν σου καὶ βάσταξον αὐτὴν
   
καὶ μὴ προσοχθίσῃς τοῖς δεσμοῖς αὐτῆς·
Verse: 26    
ἐν πάσῃ ψυχῇ σου πρόσελθε αὐτῇ
   
καὶ ἐν ὅλῃ δυνάμει σου συντήρησον τὰς ὁδοὺς αὐτῆς·
Verse: 27    
ἐξίχνευσον καὶ ζήτησον, καὶ γνωσθήσεταί σοι,
   
καὶ ἐγκρατὴς γενόμενος μὴ ἀϕῇς αὐτήν·
Verse: 28    
ἐπ' ἐσχάτων γὰρ εὑρήσεις τὴν ἀνάπαυσιν αὐτῆς,
   
καὶ στραϕήσεταί σοι εἰς εὐϕροσύνην·
Verse: 29    
καὶ ἔσονταί σοι αἱ πέδαι εἰς σκέπην ἰσχύος
   
καὶ οἱ κλοιοὶ αὐτῆς εἰς στολὴν δόξης.
Verse: 30    
κόσμος γὰρ χρύσεός ἐστιν ἐπ' αὐτῆς,
   
καὶ οἱ δεσμοὶ αὐτῆς κλῶσμα ὑακίνθινον·
Verse: 31    
στολὴν δόξης ἐνδύσῃ αὐτὴν
   
καὶ στέϕανον ἀγαλλιάματος περιθήσεις σεαυτῷ.
Verse: 32    
᾽Εὰν θέλῃς, τέκνον, παιδευθήσῃ,
   
καὶ ἐὰν ἐπιδῷς τὴν ψυχήν σου, πανοῦργος ἔσῃ·
Verse: 33    
ἐὰν ἀγαπήσῃς ἀκούειν, ἐκδέξῃ,
   
καὶ ἐὰν κλίνῃς τὸ οὖς σου, σοϕὸς ἔσῃ.
Verse: 34    
ἐν πλήθει πρεσβυτέρων στῆθι·
   
καὶ τίς σοϕός; αὐτῷ προσκολλήθητι.
Verse: 35    
πᾶσαν διήγησιν θείαν θέλε ἀκροᾶσθαι,
   
καὶ παροιμίαι συνέσεως μὴ ἐκϕευγέτωσάν σε.
Verse: 36    
ἐὰν ἴδῃς συνετόν, ὄρθριζε πρὸς αὐτόν,
   
καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω πούς σου.
Verse: 37    
διανοοῦ ἐν τοῖς προστάγμασιν κυρίου
   
καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ μελέτα διὰ παντός·
   
αὐτὸς στηριεῖ τὴν καρδίαν σου,
   
καὶ ἐπιθυμία τῆς σοϕίας δοθήσεταί σοι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.