TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 858
Chapter: 7
Verse: 1
Μὴ
ποίει
κακά
,
καὶ
οὐ
μή
σε
καταλάβῃ
κακόν
·
Verse: 2
ἀπόστηθι
ἀπὸ
ἀδίκου
,
καὶ
ἐκκλινεῖ
ἀπὸ
σοῦ
.
Verse: 3
υἱέ
,
μὴ
σπεῖρε
ἐπ
'
αὔλακας
ἀδικίας
,
καὶ
οὐ
μὴ
θερίσῃς
αὐτὰ
ἑπταπλασίως
.
Verse: 4
μὴ
ζήτει
παρὰ
κυρίου
ἡγεμονίαν
μηδὲ
παρὰ
βασιλέως
καθέδραν
δόξης
.
Verse: 5
μὴ
δικαιοῦ
ἔναντι
κυρίου
καὶ
παρὰ
βασιλεῖ
μὴ
σοϕίζου
.
Verse: 6
μὴ
ζήτει
γενέσθαι
κριτής
,
μὴ
οὐκ
ἰσχύσεις
ἐξᾶραι
ἀδικίας
,
μήποτε
εὐλαβηθῇς
ἀπὸ
προσώπου
δυνάστου
καὶ
θήσεις
σκάνδαλον
ἐν
εὐθύτητί
σου
.
Verse: 7
μὴ
ἁμάρτανε
εἰς
πλῆθος
πόλεως
καὶ
μὴ
καταβάλῃς
σεαυτὸν
ἐν
ὄχλῳ
.
Verse: 8
μὴ
καταδεσμεύσῃς
δὶς
ἁμαρτίαν
·
ἐν
γὰρ
τῇ
μιᾷ
οὐκ
ἀθῷος
ἔσῃ
.
Verse: 9
μὴ
εἴπῃς
Τῷ
πλήθει
τῶν
δώρων
μου
ἐπόψεται
καὶ
ἐν
τῷ
προσενέγκαι
με
θεῷ
ὑψίστῳ
προσδέξεται
.
Verse: 10
μὴ
ὀλιγοψυχήσῃς
ἐν
τῇ
προσευχῇ
σου
καὶ
ἐλεημοσύνην
ποιῆσαι
μὴ
παρίδῃς
.
Verse: 11
μὴ
καταγέλα
ἄνθρωπον
ὄντα
ἐν
πικρίᾳ
ψυχῆς
αὐτοῦ
·
ἔστιν
γὰρ
ὁ
ταπεινῶν
καὶ
ἀνυψῶν
.
Verse: 12
μὴ
ἀροτρία
ψεῦδος
ἐπ
'
ἀδελϕῷ
σου
μηδὲ
ϕίλῳ
τὸ
ὅμοιον
ποίει
.
Verse: 13
μὴ
θέλε
ψεύδεσθαι
πᾶν
ψεῦδος
·
ὁ
γὰρ
ἐνδελεχισμὸς
αὐτοῦ
οὐκ
εἰς
ἀγαθόν
.
Verse: 14
μὴ
ἀδολέσχει
ἐν
πλήθει
πρεσβυτέρων
καὶ
μὴ
δευτερώσῃς
λόγον
ἐν
προσευχῇ
σου
.
Verse: 15
μὴ
μισήσῃς
ἐπίπονον
ἐργασίαν
καὶ
γεωργίαν
ὑπὸ
ὑψίστου
ἐκτισμένην
.
Verse: 16
μὴ
προσλογίζου
σεαυτὸν
ἐν
πλήθει
ἁμαρτωλῶν
·
μνήσθητι
ὅτι
ὀργὴ
οὐ
χρονιεῖ
.
Verse: 17
ταπείνωσον
σϕόδρα
τὴν
ψυχήν
σου
,
ὅτι
ἐκδίκησις
ἀσεβοῦς
πῦρ
καὶ
σκώληξ
.
Verse: 18
Μὴ
ἀλλάξῃς
ϕίλον
ἕνεκεν
διαϕόρου
μηδὲ
ἀδελϕὸν
γνήσιον
ἐν
χρυσίῳ
Σουϕιρ
.
Verse: 19
μὴ
ἀστόχει
γυναικὸς
σοϕῆς
καὶ
ἀγαθῆς
·
ἡ
γὰρ
χάρις
αὐτῆς
ὑπὲρ
τὸ
χρυσίον
.
Verse: 20
μὴ
κακώσῃς
οἰκέτην
ἐργαζόμενον
ἐν
ἀληθείᾳ
μηδὲ
μίσθιον
διδόντα
τὴν
ψυχὴν
αὐτοῦ
·
Verse: 21
οἰκέτην
συνετὸν
ἀγαπάτω
σου
ἡ
ψυχή
,
μὴ
στερήσῃς
αὐτὸν
ἐλευθερίας
.
Verse: 22
κτήνη
σοί
ἐστιν
;
ἐπισκέπτου
αὐτά
·
καὶ
εἰ
ἔστιν
σοι
χρήσιμα
,
ἐμμενέτω
σοι
.
Verse: 23
τέκνα
σοί
ἐστιν
;
παίδευσον
αὐτὰ
καὶ
κάμψον
ἐκ
νεότητος
τὸν
τράχηλον
αὐτῶν
.
Verse: 24
θυγατέρες
σοί
εἰσιν
;
πρόσεχε
τῷ
σώματι
αὐτῶν
καὶ
μὴ
ἱλαρώσῃς
πρὸς
αὐτὰς
τὸ
πρόσωπόν
σου
.
Verse: 25
ἔκδου
θυγατέρα
,
καὶ
ἔσῃ
τετελεκὼς
ἔργον
μέγα
,
καὶ
ἀνδρὶ
συνετῷ
δώρησαι
αὐτήν
.
Verse: 26
γυνή
σοί
ἐστιν
κατὰ
ψυχήν
;
μὴ
ἐκβάλῃς
αὐτήν
·
καὶ
μισουμένῃ
μὴ
ἐμπιστεύσῃς
σεαυτόν
.
Verse: 27
᾽Εν
ὅλῃ
καρδίᾳ
σου
δόξασον
τὸν
πατέρα
σου
καὶ
μητρὸς
ὠδῖνας
μὴ
ἐπιλάθῃ
·
Verse: 28
μνήσθητι
ὅτι
δι
'
αὐτῶν
ἐγεννήθης
,
καὶ
τί
ἀνταποδώσεις
αὐτοῖς
καθὼς
αὐτοὶ
σοί
;
Verse: 29
ἐν
ὅλῃ
ψυχῇ
σου
εὐλαβοῦ
τὸν
κύριον
καὶ
τοὺς
ἱερεῖς
αὐτοῦ
θαύμαζε
.
Verse: 30
ἐν
ὅλῃ
δυνάμει
ἀγάπησον
τὸν
ποιήσαντά
σε
καὶ
τοὺς
λειτουργοὺς
αὐτοῦ
μὴ
ἐγκαταλίπῃς
.
Verse: 31
ϕοβοῦ
τὸν
κύριον
καὶ
δόξασον
ἱερέα
καὶ
δὸς
τὴν
μερίδα
αὐτῷ
,
καθὼς
ἐντέταλταί
σοι
,
ἀπαρχὴν
καὶ
περὶ
πλημμελείας
καὶ
δόσιν
βραχιόνων
καὶ
θυσίαν
ἁγιασμοῦ
καὶ
ἀπαρχὴν
ἁγίων
.
Verse: 32
Καὶ
πτωχῷ
ἔκτεινον
τὴν
χεῖρά
σου
,
ἵνα
τελειωθῇ
ἡ
εὐλογία
σου
.
Verse: 33
χάρις
δόματος
ἔναντι
παντὸς
ζῶντος
,
καὶ
ἐπὶ
νεκρῷ
μὴ
ἀποκωλύσῃς
χάριν
.
Verse: 34
μὴ
ὑστέρει
ἀπὸ
κλαιόντων
καὶ
μετὰ
πενθούντων
πένθησον
.
Verse: 35
μὴ
ὄκνει
ἐπισκέπτεσθαι
ἄρρωστον
ἄνθρωπον
·
ἐκ
γὰρ
τῶν
τοιούτων
ἀγαπηθήσῃ
.
Verse: 36
ἐν
πᾶσι
τοῖς
λόγοις
σου
μιμνῄσκου
τὰ
ἔσχατά
σου
,
καὶ
εἰς
τὸν
αἰῶνα
οὐχ
ἁμαρτήσεις
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.