TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 859
Previous part

Chapter: 8 
Verse: 1    Μὴ διαμάχου μετὰ ἀνθρώπου δυνάστου,
   
μήποτε ἐμπέσῃς εἰς τὰς χεῖρας αὐτοῦ.
Verse: 2    
μὴ ἔριζε μετὰ ἀνθρώπου πλουσίου,
   
μήποτε ἀντιστήσῃ σου τὴν ὁλκήν·
   
πολλοὺς γὰρ ἀπώλεσεν τὸ χρυσίον
   
καὶ καρδίας βασιλέων ἐξέκλινεν.
Verse: 3    
μὴ διαμάχου μετὰ ἀνθρώπου γλωσσώδους
   
καὶ μὴ ἐπιστοιβάσῃς ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα.
Verse: 4    
μὴ πρόσπαιζε ἀπαιδεύτῳ,
   
ἵνα μὴ ἀτιμάζωνται οἱ πρόγονοί σου.
Verse: 5    
μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέϕοντα ἀπὸ ἁμαρτίας·
   
μνήσθητι ὅτι πάντες ἐσμὲν ἐν ἐπιτίμοις.
Verse: 6    
μὴ ἀτιμάσῃς ἄνθρωπον ἐν γήρᾳ αὐτοῦ·
   
καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσιν.
Verse: 7    
μὴ ἐπίχαιρε ἐπὶ νεκρῷ·
   
μνήσθητι ὅτι πάντες τελευτῶμεν.
Verse: 8    
μὴ παρίδῃς διήγημα σοϕῶν
   
καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέϕου·
   
ὅτι παρ' αὐτῶν μαθήσῃ παιδείαν
   
καὶ λειτουργῆσαι μεγιστᾶσιν.
Verse: 9    
μὴ ἀστόχει διηγήματος γερόντων,
   
καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν·
   
ὅτι παρ' αὐτῶν μαθήσῃ σύνεσιν
   
καὶ ἐν καιρῷ χρείας δοῦναι ἀπόκρισιν.
Verse: 10    
μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ,
   
μὴ ἐμπυρισθῇς ἐν πυρὶ ϕλογὸς αὐτοῦ.
Verse: 11    
μὴ ἐξαναστῇς ἀπὸ προσώπου ὑβριστοῦ,
   
ἵνα μὴ ἐγκαθίσῃ ὡς ἔνεδρον τῷ στόματί σου.
Verse: 12    
μὴ δανείσῃς ἀνθρώπῳ ἰσχυροτέρῳ σου·
   
καὶ ἐὰν δανείσῃς, ὡς ἀπολωλεκὼς γίνου.
Verse: 13    
μὴ ἐγγυήσῃ ὑπὲρ δύναμίν σου·
   
καὶ ἐὰν ἐγγυήσῃ, ὡς ἀποτείσων ϕρόντιζε.
Verse: 14    
μὴ δικάζου μετὰ κριτοῦ·
   
κατὰ γὰρ τὴν δόξαν αὐτοῦ κρινοῦσιν αὐτῷ.
Verse: 15    
μετὰ τολμηροῦ μὴ πορεύου ἐν ὁδῷ,
   
ἵνα μὴ βαρύνηται κατὰ σοῦ·
   
αὐτὸς γὰρ κατὰ τὸ θέλημα αὐτοῦ ποιήσει,
   
καὶ τῇ ἀϕροσύνῃ αὐτοῦ συναπολῇ.
Verse: 16    
μετὰ θυμώδους μὴ ποιήσῃς μάχην
   
καὶ μὴ διαπορεύου μετ' αὐτοῦ τὴν ἔρημον·
   
ὅτι ὡς οὐδὲν ἐν ὀϕθαλμοῖς αὐτοῦ αἷμα,
   
καὶ ὅπου οὐκ ἔστιν βοήθεια, καταβαλεῖ σε.
Verse: 17    
μετὰ μωροῦ μὴ συμβουλεύου·
   
οὐ γὰρ δυνήσεται λόγον στέξαι.
Verse: 18    
ἐνώπιον ἀλλοτρίου μὴ ποιήσῃς κρυπτόν·
   
οὐ γὰρ γινώσκεις τί τέξεται.
Verse: 19    
παντὶ ἀνθρώπῳ μὴ ἔκϕαινε σὴν καρδίαν,
   
καὶ μὴ ἀναϕερέτω σοι χάριν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.