TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 860
Previous part

Chapter: 9 
Verse: 1    Μὴ ζήλου γυναῖκα τοῦ κόλπου σου
   
μηδὲ διδάξῃς ἐπὶ σεαυτὸν παιδείαν πονηράν.
Verse: 2    
μὴ δῷς γυναικὶ τὴν ψυχήν σου
   
ἐπιβῆναι αὐτὴν ἐπὶ τὴν ἰσχύν σου.
Verse: 3    
μὴ ὑπάντα γυναικὶ ἑταιριζομένῃ,
   
μήποτε ἐμπέσῃς εἰς τὰς παγίδας αὐτῆς.
Verse: 4    
μετὰ ψαλλούσης μὴ ἐνδελέχιζε,
   
μήποτε ἁλῷς ἐν τοῖς ἐπιχειρήμασιν αὐτῆς.
Verse: 5    
παρθένον μὴ καταμάνθανε,
   
μήποτε σκανδαλισθῇς ἐν τοῖς ἐπιτιμίοις αὐτῆς.
Verse: 6    
μὴ δῷς πόρναις τὴν ψυχήν σου,
   
ἵνα μὴ ἀπολέσῃς τὴν κληρονομίαν σου.
Verse: 7    
μὴ περιβλέπου ἐν ῥύμαις πόλεως
   
καὶ ἐν ταῖς ἐρήμοις αὐτῆς μὴ πλανῶ.
Verse: 8    
ἀπόστρεψον ὀϕθαλμὸν ἀπὸ γυναικὸς εὐμόρϕου
   
καὶ μὴ καταμάνθανε κάλλος ἀλλότριον·
   
ἐν κάλλει γυναικὸς πολλοὶ ἐπλανήθησαν,
   
καὶ ἐκ τούτου ϕιλία ὡς πῦρ ἀνακαίεται.
Verse: 9    
μετὰ ὑπάνδρου γυναικὸς μὴ κάθου τὸ σύνολον
   
καὶ μὴ συμβολοκοπήσῃς μετ' αὐτῆς ἐν οἴνῳ,
   
μήποτε ἐκκλίνῃ ψυχή σου ἐπ' αὐτὴν
   
καὶ τῷ πνεύματί σου ὀλίσθῃς εἰς ἀπώλειαν.
Verse: 10    
Μὴ ἐγκαταλίπῃς ϕίλον ἀρχαῖον,
   
γὰρ πρόσϕατος οὐκ ἔστιν ἔϕισος αὐτῷ·
   
οἶνος νέος ϕίλος νέος·
   
ἐὰν παλαιωθῇ, μετ' εὐϕροσύνης πίεσαι αὐτόν.
Verse: 11    
μὴ ζηλώσῃς δόξαν ἁμαρτωλοῦ·
   
οὐ γὰρ οἶδας τί ἔσται καταστροϕὴ αὐτοῦ.
Verse: 12    
μὴ εὐδοκήσῃς ἐν εὐδοκίᾳ ἀσεβῶν·
   
μνήσθητι ὅτι ἕως ᾅδου οὐ μὴ δικαιωθῶσιν.
Verse: 13    
μακρὰν ἄπεχε ἀπὸ ἀνθρώπου, ὃς ἔχει ἐξουσίαν τοῦ ϕονεύειν,
   
καὶ οὐ μὴ ὑποπτεύσῃς ϕόβον θανάτου·
   
κἂν προσέλθῃς, μὴ πλημμελήσῃς,
   
ἵνα μὴ ἀϕέληται τὴν ζωήν σου·
   
ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις
   
καὶ ἐπὶ ἐπάλξεων πόλεως περιπατεῖς.
Verse: 14    
κατὰ τὴν ἰσχύν σου στόχασαι τοὺς πλησίον
   
καὶ μετὰ σοϕῶν συμβουλεύου.
Verse: 15    
μετὰ συνετῶν ἔστω διαλογισμός σου
   
καὶ πᾶσα διήγησίς σου ἐν νόμῳ ὑψίστου.
Verse: 16    
ἄνδρες δίκαιοι ἔστωσαν σύνδειπνοί σου,
   
καὶ ἐν ϕόβῳ κυρίου ἔστω τὸ καύχημά σου.
Verse: 17    
ἐν χειρὶ τεχνιτῶν ἔργον ἐπαινεσθήσεται,
   
καὶ ἡγούμενος λαοῦ σοϕὸς ἐν λόγῳ αὐτοῦ.
Verse: 18    
ϕοβερὸς ἐν πόλει αὐτοῦ ἀνὴρ γλωσσώδης,
   
καὶ προπετὴς ἐν λόγῳ αὐτοῦ μισηθήσεται.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.