TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 861
Previous part

Chapter: 10 
Verse: 1    Κριτὴς σοϕὸς παιδεύσει τὸν λαὸν αὐτοῦ,
   
καὶ ἡγεμονία συνετοῦ τεταγμένη ἔσται.
Verse: 2    
κατὰ τὸν κριτὴν τοῦ λαοῦ οὕτως καὶ οἱ λειτουργοὶ αὐτοῦ,
   
καὶ κατὰ τὸν ἡγούμενον τῆς πόλεως πάντες οἱ κατοικοῦντες αὐτήν.
Verse: 3    
βασιλεὺς ἀπαίδευτος ἀπολεῖ τὸν λαὸν αὐτοῦ,
   
καὶ πόλις οἰκισθήσεται ἐν συνέσει δυναστῶν.
Verse: 4    
ἐν χειρὶ κυρίου ἐξουσία τῆς γῆς,
   
καὶ τὸν χρήσιμον ἐγερεῖ εἰς καιρὸν ἐπ' αὐτῆς.
Verse: 5    
ἐν χειρὶ κυρίου εὐοδία ἀνδρός,
   
καὶ προσώπῳ γραμματέως ἐπιθήσει δόξαν αὐτοῦ.
Verse: 6    
᾽Επὶ παντὶ ἀδικήματι μὴ μηνιάσῃς τῷ πλησίον
   
καὶ μὴ πρᾶσσε μηδὲν ἐν ἔργοις ὕβρεως.
Verse: 7    
μισητὴ ἔναντι κυρίου καὶ ἀνθρώπων ὑπερηϕανία,
   
καὶ ἐξ ἀμϕοτέρων πλημμελὴς ἀδικία.
Verse: 8    
βασιλεία ἀπὸ ἔθνους εἰς ἔθνος μετάγεται
   
διὰ ἀδικίας καὶ ὕβρεις καὶ χρήματα.
Verse: 9    
τί ὑπερηϕανεύεται γῆ καὶ σποδός;
   
ὅτι ἐν ζωῇ ἔρριψα τὰ ἐνδόσθια αὐτοῦ.
Verse: 10    
μακρὸν ἀρρώστημα, σκώπτει ἰατρός·
   
καὶ βασιλεὺς σήμερον, καὶ αὔριον τελευτήσει.
Verse: 11    
ἐν γὰρ τῷ ἀποθανεῖν ἄνθρωπον
   
κληρονομήσει ἑρπετὰ καὶ θηρία καὶ σκώληκας.
Verse: 12    
᾽Αρχὴ ὑπερηϕανίας ἀνθρώπου ἀϕίστασθαι ἀπὸ κυρίου,
   
καὶ ἀπὸ τοῦ ποιήσαντος αὐτὸν ἀπέστη καρδία αὐτοῦ.
Verse: 13    
ὅτι ἀρχὴ ὑπερηϕανίας ἁμαρτία,
   
καὶ κρατῶν αὐτῆς ἐξομβρήσει βδέλυγμα·
   
διὰ τοῦτο παρεδόξασεν κύριος τὰς ἐπαγωγὰς
   
καὶ κατέστρεψεν εἰς τέλος αὐτούς.
Verse: 14    
θρόνους ἀρχόντων καθεῖλεν κύριος
   
καὶ ἐκάθισεν πραεῖς ἀντ' αὐτῶν·
Verse: 15    
ῥίζας ἐθνῶν ἐξέτιλεν κύριος
   
καὶ ἐϕύτευσεν ταπεινοὺς ἀντ' αὐτῶν·
Verse: 16    
χώρας ἐθνῶν κατέστρεψεν κύριος
   
καὶ ἀπώλεσεν αὐτὰς ἕως θεμελίων γῆς·
Verse: 17    
ἐξῆρεν ἐξ αὐτῶν καὶ ἀπώλεσεν αὐτοὺς
   
καὶ κατέπαυσεν ἀπὸ γῆς τὸ μνημόσυνον αὐτῶν.
Verse: 18    
οὐκ ἔκτισται ἀνθρώποις ὑπερηϕανία
   
οὐδὲ ὀργὴ θυμοῦ γεννήμασιν γυναικῶν.
Verse: 19    
Σπέρμα ἔντιμον ποῖον; σπέρμα ἀνθρώπου.
   
σπέρμα ἔντιμον ποῖον; οἱ ϕοβούμενοι τὸν κύριον.
   
σπέρμα ἄτιμον ποῖον; σπέρμα ἀνθρώπου.
   
σπέρμα ἄτιμον ποῖον; οἱ παραβαίνοντες ἐντολάς.
Verse: 20    
ἐν μέσῳ ἀδελϕῶν ἡγούμενος αὐτῶν ἔντιμος,
   
καὶ οἱ ϕοβούμενοι κύριον ἐν ὀϕθαλμοῖς αὐτοῦ.
Verse: 22    
πλούσιος καὶ ἔνδοξος καὶ πτωχός,
   
τὸ καύχημα αὐτῶν ϕόβος κυρίου.
Verse: 23    
οὐ δίκαιον ἀτιμάσαι πτωχὸν συνετόν,
   
καὶ οὐ καθήκει δοξάσαι ἄνδρα ἁμαρτωλόν.
Verse: 24    
μεγιστὰν καὶ κριτὴς καὶ δυνάστης δοξασθήσεται,
   
καὶ οὐκ ἔστιν αὐτῶν τις μείζων τοῦ ϕοβουμένου τὸν κύριον.
Verse: 25    
οἰκέτῃ σοϕῷ ἐλεύθεροι λειτουργήσουσιν,
   
καὶ ἀνὴρ ἐπιστήμων οὐ γογγύσει.
Verse: 26    
Μὴ σοϕίζου ποιῆσαι τὸ ἔργον σου
   
καὶ μὴ δοξάζου ἐν καιρῷ στενοχωρίας σου.
Verse: 27    
κρείσσων ἐργαζόμενος καὶ περισσεύων ἐν πᾶσιν
   
περιπατῶν δοξαζόμενος καὶ ἀπορῶν ἄρτων.
Verse: 28    
τέκνον, ἐν πραύτητι δόξασον τὴν ψυχήν σου
   
καὶ δὸς αὐτῇ τιμὴν κατὰ τὴν ἀξίαν αὐτῆς.
Verse: 29    
τὸν ἁμαρτάνοντα εἰς τὴν ψυχὴν αὐτοῦ τίς δικαιώσει;
   
καὶ τίς δοξάσει τὸν ἀτιμάζοντα τὴν ζωὴν αὐτοῦ;
Verse: 30    
πτωχὸς δοξάζεται δι' ἐπιστήμην αὐτοῦ,
   
καὶ πλούσιος δοξάζεται διὰ τὸν πλοῦτον αὐτοῦ.
Verse: 31    
δεδοξασμένος ἐν πτωχείᾳ, καὶ ἐν πλούτῳ ποσαχῶς;
   
καὶ ἄδοξος ἐν πλούτῳ, καὶ ἐν πτωχείᾳ ποσαχῶς;

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.