TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 862
Previous part

Chapter: 11 
Verse: 1    σοϕία ταπεινοῦ ἀνυψώσει κεϕαλὴν αὐτοῦ
   
καὶ ἐν μέσῳ μεγιστάνων καθίσει αὐτόν.
Verse: 2    
Μὴ αἰνέσῃς ἄνδρα ἐν κάλλει αὐτοῦ
   
καὶ μὴ βδελύξῃ ἄνθρωπον ἐν ὁράσει αὐτοῦ.
Verse: 3    
μικρὰ ἐν πετεινοῖς μέλισσα,
   
καὶ ἀρχὴ γλυκασμάτων καρπὸς αὐτῆς.
Verse: 4    
ἐν περιβολῇ ἱματίων μὴ καυχήσῃ
   
καὶ ἐν ἡμέρᾳ δόξης μὴ ἐπαίρου·
   
ὅτι θαυμαστὰ τὰ ἔργα κυρίου,
   
καὶ κρυπτὰ τὰ ἔργα αὐτοῦ ἀνθρώποις.
Verse: 5    
πολλοὶ τύραννοι ἐκάθισαν ἐπὶ ἐδάϕους,
   
δὲ ἀνυπονόητος ἐϕόρεσεν διάδημα.
Verse: 6    
πολλοὶ δυνάσται ἠτιμάσθησαν σϕόδρα,
   
καὶ ἔνδοξοι παρεδόθησαν εἰς χεῖρας ἑτέρων.
Verse: 7    
Πρὶν ἐξετάσῃς, μὴ μέμψῃ·
   
νόησον πρῶτον καὶ τότε ἐπιτίμα.
Verse: 8    
πρὶν ἀκοῦσαι μὴ ἀποκρίνου
   
καὶ ἐν μέσῳ λόγων μὴ παρεμβάλλου.
Verse: 9    
περὶ πράγματος, οὗ οὐκ ἔστιν σοι χρεία, μὴ ἔριζε
   
καὶ ἐν κρίσει ἁμαρτωλῶν μὴ συνέδρευε.
Verse: 10    
Τέκνον, μὴ περὶ πολλὰ ἔστωσαν αἱ πράξεις σου·
   
ἐὰν πληθύνῃς, οὐκ ἀθῳωθήσῃ·
   
καὶ ἐὰν διώκῃς, οὐ μὴ καταλάβῃς·
   
καὶ οὐ μὴ ἐκϕύγῃς διαδράς.
Verse: 11    
ἔστιν κοπιῶν καὶ πονῶν καὶ σπεύδων,
   
καὶ τόσῳ μᾶλλον ὑστερεῖται.
Verse: 12    
ἔστιν νωθρὸς προσδεόμενος ἀντιλήμψεως,
   
ὑστερῶν ἰσχύι καὶ πτωχείᾳ περισσεύει·
   
καὶ οἱ ὀϕθαλμοὶ κυρίου ἐπέβλεψαν αὐτῷ εἰς ἀγαθά,
   
καὶ ἀνώρθωσεν αὐτὸν ἐκ ταπεινώσεως αὐτοῦ
Verse: 13    
καὶ ἀνύψωσεν κεϕαλὴν αὐτοῦ,
   
καὶ ἀπεθαύμασαν ἐπ' αὐτῷ πολλοί.
Verse: 14    
ἀγαθὰ καὶ κακά, ζωὴ καὶ θάνατος,
   
πτωχεία καὶ πλοῦτος παρὰ κυρίου ἐστίν.
Verse: 17    
δόσις κυρίου παραμένει εὐσεβέσιν,
   
καὶ εὐδοκία αὐτοῦ εἰς τὸν αἰῶνα εὐοδωθήσεται.
Verse: 18    
ἔστιν πλουτῶν ἀπὸ προσοχῆς καὶ σϕιγγίας αὐτοῦ,
   
καὶ αὕτη μερὶς τοῦ μισθοῦ αὐτοῦ·
Verse: 19    
ἐν τῷ εἰπεῖν αὐτόν Εὗρον ἀνάπαυσιν
   
καὶ νῦν ϕάγομαι ἐκ τῶν ἀγαθῶν μου,
   
καὶ οὐκ οἶδεν τίς καιρὸς παρελεύσεται
   
καὶ καταλείψει αὐτὰ ἑτέροις καὶ ἀποθανεῖται.
Verse: 20    
Στῆθι ἐν διαθήκῃ σου καὶ ὁμίλει ἐν αὐτῇ
   
καὶ ἐν τῷ ἔργῳ σου παλαιώθητι.
Verse: 21    
μὴ θαύμαζε ἐν ἔργοις ἁμαρτωλοῦ,
   
πίστευε δὲ κυρίῳ καὶ ἔμμενε τῷ πόνῳ σου·
   
ὅτι κοῦϕον ἐν ὀϕθαλμοῖς κυρίου
   
διὰ τάχους ἐξάπινα πλουτίσαι πένητα.
Verse: 22    
εὐλογία κυρίου ἐν μισθῷ εὐσεβοῦς,
   
καὶ ἐν ὥρᾳ ταχινῇ ἀναθάλλει εὐλογίαν αὐτοῦ.
Verse: 23    
μὴ εἴπῃς Τίς ἐστίν μου χρεία,
   
καὶ τίνα ἀπὸ τοῦ νῦν ἔσται μου τὰ ἀγαθά;
Verse: 24    
μὴ εἴπῃς Αὐτάρκη μοί ἐστιν,
   
καὶ τί ἀπὸ τοῦ νῦν κακωθήσομαι;
Verse: 25    
ἐν ἡμέρᾳ ἀγαθῶν ἀμνησία κακῶν,
   
καὶ ἐν ἡμέρᾳ κακῶν οὐ μνησθήσεται ἀγαθῶν·
Verse: 26    
ὅτι κοῦϕον ἔναντι κυρίου ἐν ἡμέρᾳ τελευτῆς
   
ἀποδοῦναι ἀνθρώπῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ.
Verse: 27    
κάκωσις ὥρας ἐπιλησμονὴν ποιεῖ τρυϕῆς,
   
καὶ ἐν συντελείᾳ ἀνθρώπου ἀποκάλυψις ἔργων αὐτοῦ.
Verse: 28    
πρὸ τελευτῆς μὴ μακάριζε μηδένα,
   
καὶ ἐν τέκνοις αὐτοῦ γνωσθήσεται ἀνήρ.
Verse: 29    
Μὴ πάντα ἄνθρωπον εἴσαγε εἰς τὸν οἶκόν σου·
   
πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ δολίου.
Verse: 30    
πέρδιξ θηρευτὴς ἐν καρτάλλῳ, οὕτως καρδία ὑπερηϕάνου,
   
καὶ ὡς κατάσκοπος ἐπιβλέπει πτῶσιν·
Verse: 31    
τὰ γὰρ ἀγαθὰ εἰς κακὰ μεταστρέϕων ἐνεδρεύει
   
καὶ ἐν τοῖς αἱρετοῖς ἐπιθήσει μῶμον.
Verse: 32    
ἀπὸ σπινθῆρος πυρὸς πληθύνεται ἀνθρακιά,
   
καὶ ἄνθρωπος ἁμαρτωλὸς εἰς αἷμα ἐνεδρεύει.
Verse: 33    
πρόσεχε ἀπὸ κακούργου, πονηρὰ γὰρ τεκταίνει,
   
μήποτε μῶμον εἰς τὸν αἰῶνα δῷ σοι.
Verse: 34    
ἐνοίκισον ἀλλότριον, καὶ διαστρέψει σε ἐν ταραχαῖς
   
καὶ ἀπαλλοτριώσει σε τῶν ἰδίων σου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.