TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 863
Previous part

Chapter: 12 
Verse: 1    ᾽Εὰν εὖ ποιῇς, γνῶθι τίνι ποιεῖς,
   
καὶ ἔσται χάρις τοῖς ἀγαθοῖς σου.
Verse: 2    
εὖ ποίησον εὐσεβεῖ, καὶ εὑρήσεις ἀνταπόδομα,
   
καὶ εἰ μὴ παρ' αὐτοῦ, ἀλλὰ παρὰ τοῦ ὑψίστου.
Verse: 3    
οὐκ ἔσται ἀγαθὰ τῷ ἐνδελεχίζοντι εἰς κακὰ
   
καὶ τῷ ἐλεημοσύνην μὴ χαριζομένῳ.
Verse: 4    
δὸς τῷ εὐσεβεῖ καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ.
Verse: 5    
εὖ ποίησον ταπεινῷ καὶ μὴ δῷς ἀσεβεῖ·
   
ἐμπόδισον τοὺς ἄρτους αὐτοῦ καὶ μὴ δῷς αὐτῷ,
   
ἵνα μὴ ἐν αὐτοῖς σε δυναστεύσῃ·
   
διπλάσια γὰρ κακὰ εὑρήσεις
   
ἐν πᾶσιν ἀγαθοῖς, οἷς ἂν ποιήσῃς αὐτῷ.
Verse: 6    
ὅτι καὶ ὕψιστος ἐμίσησεν ἁμαρτωλοὺς
   
καὶ τοῖς ἀσεβέσιν ἀποδώσει ἐκδίκησιν.
Verse: 7    
δὸς τῷ ἀγαθῷ καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ.
Verse: 8    
Οὐκ ἐκδικηθήσεται ἐν ἀγαθοῖς ϕίλος,
   
καὶ οὐ κρυβήσεται ἐν κακοῖς ἐχθρός.
Verse: 9    
ἐν ἀγαθοῖς ἀνδρὸς οἱ ἐχθροὶ αὐτοῦ ἐν λύπῃ,
   
καὶ ἐν τοῖς κακοῖς αὐτοῦ καὶ ϕίλος διαχωρισθήσεται.
Verse: 10    
μὴ πιστεύσῃς τῷ ἐχθρῷ σου εἰς τὸν αἰῶνα·
   
ὡς γὰρ χαλκὸς ἰοῦται, οὕτως πονηρία αὐτοῦ·
Verse: 11    
καὶ ἐὰν ταπεινωθῇ καὶ πορεύηται συγκεκυϕώς,
   
ἐπίστησον τὴν ψυχήν σου καὶ ϕύλαξαι ἀπ' αὐτοῦ
   
καὶ ἔσῃ αὐτῷ ὡς ἐκμεμαχὼς ἔσοπτρον
   
καὶ γνώσῃ ὅτι οὐκ εἰς τέλος κατίωσεν.
Verse: 12    
μὴ στήσῃς αὐτὸν παρὰ σεαυτῷ,
   
μὴ ἀνατρέψας σε στῇ ἐπὶ τὸν τόπον σου·
   
μὴ καθίσῃς αὐτὸν ἐκ δεξιῶν σου,
   
μήποτε ζητήσῃ τὴν καθέδραν σου
   
καὶ ἐπ' ἐσχάτων ἐπιγνώσῃ τοὺς λόγους μου
   
καὶ ἐπὶ τῶν ῥημάτων μου κατανυγήσῃ.
Verse: 13    
τίς ἐλεήσει ἐπαοιδὸν ὀϕιόδηκτον
   
καὶ πάντας τοὺς προσάγοντας θηρίοις;
Verse: 14    
οὕτως τὸν προσπορευόμενον ἀνδρὶ ἁμαρτωλῷ
   
καὶ συμϕυρόμενον ἐν ταῖς ἁμαρτίαις αὐτοῦ.
Verse: 15    
ὥραν μετὰ σοῦ διαμενεῖ,
   
καὶ ἐὰν ἐκκλίνῃς, οὐ μὴ καρτερήσῃ.
Verse: 16    
καὶ ἐν τοῖς χείλεσιν αὐτοῦ γλυκανεῖ ἐχθρὸς
   
καὶ ἐν τῇ καρδίᾳ αὐτοῦ βουλεύσεται ἀνατρέψαι σε εἰς βόθρον·
   
ἐν ὀϕθαλμοῖς αὐτοῦ δακρύσει ἐχθρός,
   
καὶ ἐὰν εὕρῃ καιρόν, οὐκ ἐμπλησθήσεται ἀϕ' αἵματος.
Verse: 17    
κακὰ ἐὰν ὑπαντήσῃ σοι, εὑρήσεις αὐτὸν πρότερον ἐκεῖ σου,
   
καὶ ὡς βοηθῶν ὑποσχάσει πτέρναν σου·
Verse: 18    
τὴν κεϕαλὴν αὐτοῦ κινήσει καὶ ἐπικροτήσει ταῖς χερσὶν αὐτοῦ
   
καὶ πολλὰ διαψιθυρίσει καὶ ἀλλοιώσει τὸ πρόσωπον αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.