TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 865
Chapter: 14
Verse: 1
μακάριος
ἀνήρ
,
ὃς
οὐκ
ὠλίσθησεν
ἐν
τῷ
στόματι
αὐτοῦ
καὶ
οὐ
κατενύγη
ἐν
λύπῃ
ἁμαρτιῶν
·
Verse: 2
μακάριος
οὗ
οὐ
κατέγνω
ἡ
ψυχὴ
αὐτοῦ
,
καὶ
ὃς
οὐκ
ἔπεσεν
ἀπὸ
τῆς
ἐλπίδος
αὐτοῦ
.
Verse: 3
᾽Ανδρὶ
μικρολόγῳ
οὐ
καλὸς
ὁ
πλοῦτος
,
καὶ
ἀνθρώπῳ
βασκάνῳ
ἵνα
τί
χρήματα
;
Verse: 4
ὁ
συνάγων
ἀπὸ
τῆς
ψυχῆς
αὐτοῦ
συνάγει
ἄλλοις
,
καὶ
ἐν
τοῖς
ἀγαθοῖς
αὐτοῦ
τρυϕήσουσιν
ἕτεροι
.
Verse: 5
ὁ
πονηρὸς
ἑαυτῷ
τίνι
ἀγαθὸς
ἔσται
;
καὶ
οὐ
μὴ
εὐϕρανθήσεται
ἐν
τοῖς
χρήμασιν
αὐτοῦ
.
Verse: 6
τοῦ
βασκαίνοντος
ἑαυτὸν
οὐκ
ἔστιν
πονηρότερος
,
καὶ
τοῦτο
ἀνταπόδομα
τῆς
κακίας
αὐτοῦ
·
Verse: 7
κἂν
εὖ
ποιῇ
,
ἐν
λήθῃ
ποιεῖ
,
καὶ
ἐπ
'
ἐσχάτων
ἐκϕαίνει
τὴν
κακίαν
αὐτοῦ
.
Verse: 8
πονηρὸς
ὁ
βασκαίνων
ὀϕθαλμῷ
,
ἀποστρέϕων
πρόσωπον
καὶ
ὑπερορῶν
ψυχάς
.
Verse: 9
πλεονέκτου
ὀϕθαλμὸς
οὐκ
ἐμπίπλαται
μερίδι
,
καὶ
ἀδικία
πονηρὰ
ἀναξηραίνει
ψυχήν
.
Verse: 10
ὀϕθαλμὸς
πονηρὸς
ϕθονερὸς
ἐπ
'
ἄρτῳ
καὶ
ἐλλιπὴς
ἐπὶ
τῆς
τραπέζης
αὐτοῦ
.
Verse: 11
Τέκνον
,
καθὼς
ἐὰν
ἔχῃς
,
εὖ
ποίει
σεαυτὸν
καὶ
προσϕορὰς
κυρίῳ
ἀξίως
πρόσαγε
·
Verse: 12
μνήσθητι
ὅτι
θάνατος
οὐ
χρονιεῖ
καὶ
διαθήκη
ᾅδου
οὐχ
ὑπεδείχθη
σοι
·
Verse: 13
πρίν
σε
τελευτῆσαι
εὖ
ποίει
ϕίλῳ
καὶ
κατὰ
τὴν
ἰσχύν
σου
ἔκτεινον
καὶ
δὸς
αὐτῷ
.
Verse: 14
μὴ
ἀϕυστερήσῃς
ἀπὸ
ἀγαθῆς
ἡμέρας
,
καὶ
μερὶς
ἐπιθυμίας
ἀγαθῆς
μή
σε
παρελθάτω
.
Verse: 15
οὐχὶ
ἑτέρῳ
καταλείψεις
τοὺς
πόνους
σου
καὶ
τοὺς
κόπους
σου
εἰς
διαίρεσιν
κλήρου
;
Verse: 16
δὸς
καὶ
λαβὲ
καὶ
ἀπάτησον
τὴν
ψυχήν
σου
,
ὅτι
οὐκ
ἔστιν
ἐν
ᾅδου
ζητῆσαι
τρυϕήν
.
Verse: 17
πᾶσα
σὰρξ
ὡς
ἱμάτιον
παλαιοῦται
·
ἡ
γὰρ
διαθήκη
ἀπ
'
αἰῶνος
Θανάτῳ
ἀποθανῇ
.
Verse: 18
ὡς
ϕύλλον
θάλλον
ἐπὶ
δένδρου
δασέος
,
τὰ
μὲν
καταβάλλει
,
ἄλλα
δὲ
ϕύει
,
οὕτως
γενεὰ
σαρκὸς
καὶ
αἵματος
,
ἡ
μὲν
τελευτᾷ
,
ἑτέρα
δὲ
γεννᾶται
.
Verse: 19
πᾶν
ἔργον
σηπόμενον
ἐκλείπει
,
καὶ
ὁ
ἐργαζόμενος
αὐτὸ
μετ
'
αὐτοῦ
ἀπελεύσεται
.
Verse: 20
Μακάριος
ἀνήρ
,
ὃς
ἐν
σοϕίᾳ
μελετήσει
καὶ
ὃς
ἐν
συνέσει
αὐτοῦ
διαλεχθήσεται
,
Verse: 21
ὁ
διανοούμενος
τὰς
ὁδοὺς
αὐτῆς
ἐν
καρδίᾳ
αὐτοῦ
καὶ
ἐν
τοῖς
ἀποκρύϕοις
αὐτῆς
ἐννοηθήσεται
.
Verse: 22
ἔξελθε
ὀπίσω
αὐτῆς
ὡς
ἰχνευτὴς
καὶ
ἐν
ταῖς
ὁδοῖς
αὐτῆς
ἐνέδρευε
.
Verse: 23
ὁ
παρακύπτων
διὰ
τῶν
θυρίδων
αὐτῆς
καὶ
ἐπὶ
τῶν
θυρωμάτων
αὐτῆς
ἀκροάσεται
,
Verse: 24
ὁ
καταλύων
σύνεγγυς
τοῦ
οἴκου
αὐτῆς
καὶ
πήξει
πάσσαλον
ἐν
τοῖς
τοίχοις
αὐτῆς
,
Verse: 25
στήσει
τὴν
σκηνὴν
αὐτοῦ
κατὰ
χεῖρας
αὐτῆς
καὶ
καταλύσει
ἐν
καταλύματι
ἀγαθῶν
,
Verse: 26
θήσει
τὰ
τέκνα
αὐτοῦ
ἐν
τῇ
σκέπῃ
αὐτῆς
καὶ
ὑπὸ
τοὺς
κλάδους
αὐτῆς
αὐλισθήσεται
,
Verse: 27
σκεπασθήσεται
ὑπ
'
αὐτῆς
ἀπὸ
καύματος
καὶ
ἐν
τῇ
δόξῃ
αὐτῆς
καταλύσει
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.