TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 866
Previous part

Chapter: 15 
Verse: 1    ῾Ο ϕοβούμενος κύριον ποιήσει αὐτό,
   
καὶ ἐγκρατὴς τοῦ νόμου καταλήμψεται αὐτήν·
Verse: 2    
καὶ ὑπαντήσεται αὐτῷ ὡς μήτηρ
   
καὶ ὡς γυνὴ παρθενίας προσδέξεται αὐτόν·
Verse: 3    
ψωμιεῖ αὐτὸν ἄρτον συνέσεως
   
καὶ ὕδωρ σοϕίας ποτίσει αὐτόν·
Verse: 4    
στηριχθήσεται ἐπ' αὐτὴν καὶ οὐ μὴ κλιθῇ,
   
καὶ ἐπ' αὐτῆς ἐϕέξει καὶ οὐ μὴ καταισχυνθῇ·
Verse: 5    
καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτοῦ
   
καὶ ἐν μέσῳ ἐκκλησίας ἀνοίξει τὸ στόμα αὐτοῦ·
Verse: 6    
εὐϕροσύνην καὶ στέϕανον ἀγαλλιάματος εὑρήσει
   
καὶ ὄνομα αἰῶνος κατακληρονομήσει.
Verse: 7    
οὐ μὴ καταλήμψονται αὐτὴν ἄνθρωποι ἀσύνετοι,
   
καὶ ἄνδρες ἁμαρτωλοὶ οὐ μὴ ἴδωσιν αὐτήν·
Verse: 8    
μακράν ἐστιν ὑπερηϕανίας,
   
καὶ ἄνδρες ψεῦσται οὐ μὴ μνησθήσονται αὐτῆς.
Verse: 9    
Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ,
   
ὅτι οὐ παρὰ κυρίου ἀπεστάλη·
Verse: 10    
ἐν γὰρ σοϕίᾳ ῥηθήσεται αἶνος,
   
καὶ κύριος εὐοδώσει αὐτόν.
Verse: 11    
μὴ εἴπῃς ὅτι Διὰ κύριον ἀπέστην·
   
γὰρ ἐμίσησεν, οὐ ποιήσει.
Verse: 12    
μὴ εἴπῃς ὅτι Αὐτός με ἐπλάνησεν·
   
οὐ γὰρ χρείαν ἔχει ἀνδρὸς ἁμαρτωλοῦ.
Verse: 13    
πᾶν βδέλυγμα ἐμίσησεν κύριος,
   
καὶ οὐκ ἔστιν ἀγαπητὸν τοῖς ϕοβουμένοις αὐτόν.
Verse: 14    
αὐτὸς ἐξ ἀρχῆς ἐποίησεν ἄνθρωπον
   
καὶ ἀϕῆκεν αὐτὸν ἐν χειρὶ διαβουλίου αὐτοῦ.
Verse: 15    
ἐὰν θέλῃς, συντηρήσεις ἐντολὰς
   
καὶ πίστιν ποιῆσαι εὐδοκίας.
Verse: 16    
παρέθηκέν σοι πῦρ καὶ ὕδωρ·
   
οὗ ἐὰν θέλῃς, ἐκτενεῖς τὴν χεῖρά σου.
Verse: 17    
ἔναντι ἀνθρώπων ζωὴ καὶ θάνατος,
   
καὶ ἐὰν εὐδοκήσῃ, δοθήσεται αὐτῷ.
Verse: 18    
ὅτι πολλὴ σοϕία τοῦ κυρίου·
   
ἰσχυρὸς ἐν δυναστείᾳ καὶ βλέπων τὰ πάντα,
Verse: 19    
καὶ οἱ ὀϕθαλμοὶ αὐτοῦ ἐπὶ τοὺς ϕοβουμένους αὐτόν,
   
καὶ αὐτὸς ἐπιγνώσεται πᾶν ἔργον ἀνθρώπου.
Verse: 20    
οὐκ ἐνετείλατο οὐδενὶ ἀσεβεῖν
   
καὶ οὐκ ἔδωκεν ἄνεσιν οὐδενὶ ἁμαρτάνειν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.