TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 867
Previous part

Chapter: 16 
Verse: 1    Μὴ ἐπιθύμει τέκνων πλῆθος ἀχρήστων
   
μηδὲ εὐϕραίνου ἐπὶ υἱοῖς ἀσεβέσιν·
Verse: 2    
ἐὰν πληθύνωσιν, μὴ εὐϕραίνου ἐπ' αὐτοῖς,
   
εἰ μή ἐστιν ϕόβος κυρίου μετ' αὐτῶν.
Verse: 3    
μὴ ἐμπιστεύσῃς τῇ ζωῇ αὐτῶν
   
καὶ μὴ ἔπεχε ἐπὶ τὸ πλῆθος αὐτῶν·
   
κρείσσων γὰρ εἷς ἢ χίλιοι
   
καὶ ἀποθανεῖν ἄτεκνον ἢ ἔχειν τέκνα ἀσεβῆ.
Verse: 4    
ἀπὸ γὰρ ἑνὸς συνετοῦ συνοικισθήσεται πόλις,
   
ϕυλὴ δὲ ἀνόμων ἐρημωθήσεται.
Verse: 5    
Πολλὰ τοιαῦτα ἑόρακεν ὁ ὀϕθαλμός μου,
   
καὶ ἰσχυρότερα τούτων ἀκήκοεν τὸ οὖς μου.
Verse: 6    
ἐν συναγωγῇ ἁμαρτωλῶν ἐκκαυθήσεται πῦρ,
   
καὶ ἐν ἔθνει ἀπειθεῖ ἐξεκαύθη ὀργή.
Verse: 7    
οὐκ ἐξιλάσατο περὶ τῶν ἀρχαίων γιγάντων,
   
οἳ ἀπέστησαν τῇ ἰσχύι αὐτῶν·
Verse: 8    
οὐκ ἐϕείσατο περὶ τῆς παροικίας Λωτ,
   
οὓς ἐβδελύξατο διὰ τὴν ὑπερηϕανίαν αὐτῶν·
Verse: 9    
οὐκ ἠλέησεν ἔθνος ἀπωλείας
   
τοὺς ἐξηρμένους ἐν ἁμαρτίαις αὐτῶν
Verse: 10    
καὶ οὕτως ἑξακοσίας χιλιάδας πεζῶν
   
τοὺς ἐπισυναχθέντας ἐν σκληροκαρδίᾳ αὐτῶν.
Verse: 11    
Κἂν ᾖ εἷς σκληροτράχηλος,
   
θαυμαστὸν τοῦτο εἰ ἀθῳωθήσεται·
   
ἔλεος γὰρ καὶ ὀργὴ παρ' αὐτῷ,
   
δυνάστης ἐξιλασμῶν καὶ ἐκχέων ὀργήν.
Verse: 12    
κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτως καὶ πολὺς ὁ ἔλεγχος αὐτοῦ·
   
ἄνδρα κατὰ τὰ ἔργα αὐτοῦ κρινεῖ.
Verse: 13    
οὐκ ἐκϕεύξεται ἐν ἁρπάγματι ἁμαρτωλός,
   
καὶ οὐ μὴ καθυστερήσει ὑπομονὴ εὐσεβοῦς.
Verse: 14    
πάσῃ ἐλεημοσύνῃ ποιήσει τόπον,
   
ἕκαστος κατὰ τὰ ἔργα αὐτοῦ εὑρήσει.
Verse: 17    
Μὴ εἴπῃς ὅτι ᾽Απὸ κυρίου κρυβήσομαι,
   
καὶ ἐξ ὕψους τίς μου μνησθήσεται;
   
ἐν λαῷ πλείονι οὐ μὴ γνωσθῶ,
   
τίς γὰρ ἡ ψυχή μου ἐν ἀμετρήτῳ κτίσει;
Verse: 18    
ἰδοὺ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ,
   
ἄβυσσος καὶ γῆ ἐν τῇ ἐπισκοπῇ αὐτοῦ σαλευθήσονται·
Verse: 19    
ἅμα τὰ ὄρη καὶ τὰ θεμέλια τῆς γῆς
   
ἐν τῷ ἐπιβλέψαι εἰς αὐτὰ τρόμῳ συσσείονται.
Verse: 20    
καὶ ἐπ' αὐτοῖς οὐ διανοηθήσεται καρδία,
   
καὶ τὰς ὁδοὺς αὐτοῦ τίς ἐνθυμηθήσεται;
Verse: 21    
καὶ καταιγίς, ἣν οὐκ ὄψεται ἄνθρωπος,
   
τὰ δὲ πλείονα τῶν ἔργων αὐτοῦ ἐν ἀποκρύϕοις.
Verse: 22    
ἔργα δικαιοσύνης τίς ἀναγγελεῖ;
   
ἢ τίς ὑπομενεῖ; μακρὰν γὰρ ἡ διαθήκη.
Verse: 23    
ἐλαττούμενος καρδίᾳ διανοεῖται ταῦτα,
   
καὶ ἀνὴρ ἄϕρων καὶ πλανώμενος διανοεῖται μωρά.
Verse: 24    
῎Ακουσόν μου, τέκνον, καὶ μάθε ἐπιστήμην
   
καὶ ἐπὶ τῶν λόγων μου πρόσεχε τῇ καρδίᾳ σου·
Verse: 25    
ἐκϕανῶ ἐν σταθμῷ παιδείαν
   
καὶ ἐν ἀκριβείᾳ ἀπαγγελῶ ἐπιστήμην.
Verse: 26    
᾽Εν κρίσει κυρίου τὰ ἔργα αὐτοῦ ἀπ' ἀρχῆς,
   
καὶ ἀπὸ ποιήσεως αὐτῶν διέστειλεν μερίδας αὐτῶν.
Verse: 27    
ἐκόσμησεν εἰς αἰῶνα τὰ ἔργα αὐτοῦ
   
καὶ τὰς ἀρχὰς αὐτῶν εἰς γενεὰς αὐτῶν·
   
οὔτε ἐπείνασαν οὔτε ἐκοπίασαν
   
καὶ οὐκ ἐξέλιπον ἀπὸ τῶν ἔργων αὐτῶν·
Verse: 28    
ἕκαστος τὸν πλησίον αὐτοῦ οὐκ ἐξέθλιψεν,
   
καὶ ἕως αἰῶνος οὐκ ἀπειθήσουσιν τοῦ ῥήματος αὐτοῦ.
Verse: 29    
καὶ μετὰ ταῦτα κύριος εἰς τὴν γῆν ἐπέβλεψεν
   
καὶ ἐνέπλησεν αὐτὴν τῶν ἀγαθῶν αὐτοῦ·
Verse: 30    
ψυχῇ παντὸς ζῴου ἐκάλυψεν τὸ πρόσωπον αὐτῆς,
   
καὶ εἰς αὐτὴν ἡ ἀποστροϕὴ αὐτῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.